Anonymes

Emile Chambry

100/1300

Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.)

2019
Source : Emile Chambry, Aesopi fabulae, Paris, Les Belles Lettres, 1925-1926, 2 vol.
Ont participé à cette édition électronique : Chloé Laruelle (Transcription, relecture, stylage, indexation des motifs).

Chambry 1

Ἀγαθὰ καὶ κακά — Les Biens et les Maux. §

[P274]

Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα· εἰς οὐρανὸν δὲ ἀνῆλθεν. Τὰ δὲ ἀγαθὰ ἠρώτησαν τὸν Δία πῶς εἶναι μετ’ ἀνθρώπων. Ὁ δὲ εἶπεν <μὴ> μετ’ ἀλλήλων πάντα, ἓν δὲ καθ’ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.

Ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ’ ἑκάστην πλήττεται.

Codd. Ba 137 Mb 16.

Les Maux, profitant de la faiblesse des Biens, les chassèrent. Ceux-ci montèrent au ciel. Là, ils demandèrent à Zeus comment ils devaient se comporter avec les hommes. Le dieu leur dit de se présenter aux hommes, non pas tous ensemble, mais l’un après l’autre. Voilà pourquoi les Maux, habitant près des hommes, les assaillent sans interruption, tandis que les Biens, descendant du ciel, ne viennent à eux qu’à de longs intervalles.

L’apologue fait voir que le bien se fait attendre, mais que chaque jour chacun de nous est atteint par les maux.

Chambry 2

Ἀγαλματοπώλης — Le marchand de statues. §

[P99]

Ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκών εἰς ἀγορὰν ἐπώλει· μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐϐόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· « Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ’ αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; » ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.

Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.

Codd. Pa 170 Pb 99 Pc 98 Pe 59 Pf 93 Pg 61 Mb 53 Me 120 Mj 110 Ca 128.

Un homme, ayant fabriqué un Hermès de bois, l’apporta au marché et le mit en vente. Aucun acheteur ne se présentant, il se mit en tête d’en attirer en criant qu’il vendait un dieu pourvoyeur de biens et de profits. Un de ceux qui se trouvaient là lui dit : « Hé, l’ami, s’il est si bienfaisant, pourquoi le vends-tu, au lieu de tirer parti de ses secours ? — C’est que moi, répondit-il, j’ai besoin d’un secours immédiat, et que lui n’est jamais pressé de procurer ses bienfaits. »

Cet apologue convient à un homme bassement intéressé et qui ne se soucie même pas des dieux.

Chambry 3 §

Chambry 3.1

Ἀετὸς καὶ ἀλώπηξ — L’aigle et le renard. §

[P1]

Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεϐαίωσιν φιλίας τὴν συνήθειαν ποιούμευοι. Καὶ δὴ ὁ μὲν ἀναϐὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον> ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόρρωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέϐη δ’ αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεϐείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι’ ἀσθένειαν, ἀλλ’ οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούονται.

Codd. Pa 11 Pb 1 Pd 1 Pf 1 Ph 1 Ma 11 Mb 1 Me 1.

Un aigle et un renard, ayant fait amitié ensemble, décidèrent d’habiter l’un près de l’autre, dans la pensée que la cohabitation affermirait leur liaison. Et alors l’aigle prenant son essor s’établit sur un arbre très élevé et y fit sa couvée, tandis que le renard, se glissant dans le buisson qui était au pied de l’arbre, y déposa ses petits. Mais un jour que le renard était sorti pour chercher pâture, l’aigle à court de nourriture fondit sur le buisson, enleva les renardeaux et s’en régala avec ses petits. À son retour, le renard, voyant ce qui s’était passé, fut moins affligé de la mort de ses petits que de l’impossibilité de se venger ; en effet il ne pouvait, lui quadrupède, poursuivre un volatile. Il dut se contenter, seule ressource des impuissants et des faibles, de maudire son ennemi de loin. Or il arriva que l’aigle ne tarda pas à subir la punition de son crime contre l’amitié. Des gens sacrifiaient une chèvre à la campagne ; l’aigle fondit sur l’autel, y ravit un viscère enflammé et l’apporta dans son nid. Or un vent violent s’étant mis à souffler fit flamber un vieux fétu, et par suite les aiglons furent brûlés, car ils étaient encore hors d’état de voler, et ils tombèrent sur le sol. Le renard accourut et sous les yeux de l’aigle les dévora tous.

Cette fable montre que, si vous trahissez l’amitié, vous pourrez peut-être vous soustraire à la vengeance de vos dupes, si elles sont faibles ; mais qu’en tout cas vous n’échapperez pas à la punition du ciel.

Chambry 3.2

Aliter — Autre version §

[P1]

Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι, πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεϐαίωσιν φιλίας τὴν συνήθειαν καὶ τὸ ἐν ταὐτῷ εἶναι ἡγούμενοι. Καὶ δὴ ὁ μὲν ἀναϐὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποίησεν· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Μετ’ οὐ πολλὰς δὲ ἡμέρας ἐξελθούσης αὐτῆς ποτε ἐπὶ νομήν, ἀπορῶν ὁ ἀετὸς τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γεννήματα ἁρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δὲ ἀλώπηξ ἐπανιοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόρρωθαν στᾶσα, ὃ τοῖς ἀσθενέσι καὶ ἀδυνάτοις ὑπάρχει ἔργον, τὸν ἐχθρὸν κατηρᾶτο. Συνέβη οὖν αὐτοῖς ἀντὶ τῆς πολλῆς ἀγάπης μεγίστην ἐχθρὰν ἐσχηκέναι μεταξὺ ἀλλήλων. Ὁ δὲ θεὸς τῆς εἰς τὴν φιλίαν γενομένης ἀσεϐείας οὐκ εἰς μακρὰν δίκην περιέσχε· θυόντων γάρ τινων αἶγα ἐπ’ ἀγρῷ, ὁ ἀετὸς καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν ἐπὶ τὴν καλίαν· οὗ κομισθέντος ἐπὶ τῇ καλιᾷ, σφοδρὸς ἐνέπεσεν ἄνεμος· ὑπάρχουσα δὲ ἡ καλιὰ ἐκ λεπτοῦ καὶ παλαιοῦ χόρτου λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοί, καὶ γὰρ ἦσαν ἔτι πτῆναι ἀτελεῖς, ἐπὶ τὴν γῆν κατέπεσον. Ἡ δὲ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων ἐκφύγωσιν κόλασιν δι’ ἀσθένειαν, ἀλλά γε τὴν ἐκ τοῦ θεοῦ τιμωρίαν οὐ διακρούσονται.

Codd. Ca 1 Cb 1 Cd 1 Ce 1 Cf 1 Ch 1 Mc 1 Mk 1.

Chambry 3.3

Aliter — Autre version §

[P1]

Ἀετὸς καὶ ἀλώπηξ φιλιωθέντες πλησίον ἀλλήλων οἰκεῖν ἔγνωσαν, βεϐαίωσιν φιλίας ποιούμενοι τὴν συνήθειαν. Ὁ μὲν οὖν ἐφ’ ὑψηλοῦ δένδρου τὴν καλιὰν ἐπήξατο· ἡ δ’ ἀλώπηξ ἐν τοῖς ἔγγιστα θάμνοις ἐτεκνοποιήσατο. Ἐπὶ νομὴν οὖν ποτε τῆς ἀλώπεκος προελθούσης, ὁ ἀετός, τροφῆς ἀπορῶν, καταπτὰς ἐπὶ τῶν θάμνων καὶ τὰ τέκνα ταύτης ἀναρπάσας, ἅμα τοῖς αὐτοῦ νεοττοῖς ἐθοινήσατο. Ἡ δ’ ἀλώπηξ ἐπανελθοῦσα καί τὸ πραχθὲν μαθοῦσα οὐ τοσοῦτον ἐπὶ τῷ τῶν τέκνων ἠνιάθη θανάτῳ ὅσον ἐπὶ τῷ τῆς ἀμύνης ἀπόρῳ· χερσαία γὰρ οὖσα πτηνὸν διώκειν οὐχ οἵα τε ἦν. Διὸ καὶ πόρρωθεν στᾶσα, τοῦθ’ ὅ καὶ τοῖς ἀδυνάτοις ἐστὶν εὔπορον, τῷ ἐχθρῷ κατηρᾶτο. Οὐ πολλῷ δ’ ὕστερον αἶγά τινων ἐπ’ ἀγροῦ θυόντων, καταπτὰς ὁ ἀετὸς μέρος τι τῶν θυμάτων σὺν ἐμπύροις ἄνθραξιν ἥρπασε, κἀπὶ τὴν νεοττιὰν ἤγαγεν. Ἀνέμου δὲ σφοδροῦ πνεύσαντος τηνικαῦτα, καὶ φλογὸς ἀναδοθείσης, οἱ ἀετιδεῖς ἀπτῆνες ἔτι τυγχάνοντες, ὀπτηθέντες εἰς γῆν κατέπεσον. Ἡ δ’ ἀλώπηξ ἐπιδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας κατέφαγεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν ἐκ τῶν ἠδικημένων φύγωσι τιμωρίαν δι’ ἀσθένειαν, ἀλλὰ τήν γε θείαν δίκην οὐ διακρούσονται.

Codd. La 1 Lb 1 Le 1 Lf 1 Lh 1 Md 1 Me 1 Mf 1 Mg 1 Mi 36 Mj 1 Ml 1 Mm 1.

Chambry 3.4

Aliter — Autre version §

[P1]

Φιλίαν ἐσπείσατο πρὸς ἀετὸν ἀλώπηξ, καὶ ὁ μὲν εἶχε τὴν καλιὰν ἐπάνω τοῦ δένδρου, ἡ δὲ ὑπὸ τὴν ῥίζαν. Ὁ δὲ ἀετὸς ἐπιορκήσας τοὺς σκύμνους τῆς ἀλώπεκος τοῖς νεοσσοῖς θοίνην ἔδωκεν. Ἄλλοτε δὲ ἱερεῖον ἐκ τοῦ βωμοῦ ἁρπάσας μετὰ ἄνθρακος ἔθετο εἰς τὴν καλιάν. Ἡ δὲ ἐξήφθη καὶ οἱ νεοσσοὶ κατέπεσον. Καὶ ἡ ἀλώπηξ θήραν ἐποιήσατο τὸ συμϐάν.

Ὅτι δίκη τις ἐφορᾷ τὰ τῶν ἀθρώπων καὶ τοὺς ἐπιόρκους ἀμύνεται καὶ ἀποδίδωσι κατ’ ἀξίαν.

Codd. Ba 139 Bb 84.

Chambry 4 §

Chambry 4.1

Ἀετὸς καὶ κάνθαρος — L’aigle et l’escarbot. §

[P3]

Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὅν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τον ἱκέτην. Κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπ’ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἔστι δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις ), καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Tοῦ δὲ Διὸς ἐν τοῖς ἐαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακώς, κόπρου σφαῖραν ποιήσας, ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ὠὰ ἀπορρίψας. Ἀπ’ ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίγνονται μὴ νεοττεύειν τοὺς ἀετούς.

Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι.

Codd. Pa 13 Pb 3 Pd 5 Pf 2 Ph 2 Ma 13 Me 2 Mh 1 Mk 3 — Cb 3 Cc 1 Cd 3 Cf 3 Ch 3.

Une aigle poursuivait un lièvre. Ce lièvre, se voyant dénué de tout secours, recourut au seul être que le hasard offrit à ses yeux ; c’était un escarbot ; il le supplia de le sauver. L’escarbot le rassura, et, voyant approcher l’aigle, il la conjura de ne pas lui ravir son suppliant. Mais l’aigle, dédaignant sa petitesse, dévora le lièvre sous les yeux de l’escarbot. Dès lors l’escarbot, plein de rancune, ne cessa d’observer les endroits où l’aigle faisait son nid, et, quand elle couvait, il s’élevait en l’air, faisait rouler les œufs et les cassait, tant qu’enfin pourchassée de partout, elle eut recours à Zeus (car c’est à Zeus que cet oiseau est consacré), et elle le pria de lui procurer un asile sûr pour y faire ses petits. Zeus lui permit de pondre dans son giron, mais l’escarbot avait vu la ruse : il fit une boulette de crotte, prit son essor, et, quand il fut au-dessus du giron de Zeus, il l’y laissa tomber. Zeus se leva pour secouer la crotte, et jeta les œufs à terre sans y penser. Depuis ce temps-là, dit-on, pendant la saison où paraissent les escarbots, les aigles ne nichent plus.

Cette fable apprend à ne mépriser personne ; il faut se dire qu’il n’y a pas d’être si faible qui ne soit capable un jour de venger un affront.

Chambry 4.2

Aliter — Autre version §

[P3]

Ἀετὸς λαγωὸν ἐδίωκε. Ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαρσύνει αὐτόν. Ὁ δὲ κάνθαρος ἐγγὺς ἐλθὼν τὸν ἀετὸν ἐθεάσατο, παρεκάλεσε δὲ μὴ ἀπαγαγεῖν αὐτὸν τὸν ἱκετεύσαντα. Ὁ δὲ ἀετός, ἀπιδὼν περὶ τὴν τοῦ κανθάρου σμικρότητα, ἐν ὄψει αὐτοῦ τὸν λαγωὸν ἐθοινήσατο. Ὁ δὲ κάνθαρος ἀπ’ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τὰς τοῦ ἀετοῦ καλιάς. Καί ποτε ὁ ἀετὸς ἔτικτε. Εἶτα μετάρσιος αἰρόμενος ὁ κάνθαρος ἐκύλιε τὰ ὠὰ τοῦ ἀετοῦ καὶ κατέασσε ταῦτα, μέχρις οὗ ἐλαυνόμενος πανταχόθεν ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἐστὶ δὲ τοῦ θεοῦ ὁ ὄρνις), καὶ ἐδεήθη αὐτοῦ τόπον αὐτῷ πρὸς νεοττοποιίαν παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς αὐτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτὸν, ὁ [δὲ] κάνθαρος, τούτους ἑωρακὼς καὶ αἰσθόμενος, κόπρου σφαῖραν ποιησάμενος, ἀναπτὰς ἐπὶ τοὺς τοῦ Διὸς κόλπους, τὴν κόπρον ἔρριψεν. Ὁ δὲ Ζεὺς τὴν κόπρον αἰσθόμενος καὶ ἀποσείσασθαι βουληθεὶς ἀνέστη. Ὡς δὲ ἀναστὰς ἐπελάθετο τῶν ὠῶν καὶ ἔρριψεν ταῦτα, συνετρίϐησαν. Ἀπ’ ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται τοὺς ἀετοὺς μὴ νεοττεύειν.

Δηλοῖ δὲ ὁ λόγος μηδὲ τῶν μικρῶν καταφρονεῖν λογιζομένους ὅτι προπηλακισθέντες καὶ θεῶν καταφρονοῦσι πρὸς ἄμυναν.

Cod. Pe 9.

Chambry 4.3

Aliter — Autre version §

[P3]

Λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ αὐτοῦ σωθῆναι. Ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, ὁρκίζων αὐτὸν κατὰ τοῦ μεγίστου Διὸς ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. Ὁ δὲ μετ’ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. Ὁ δὲ κάνθαρος τῷ τε ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν, καὶ δὴ προσελθὼν τὰ ὠὰ τούτου κατακυλίσας διέφθειρε. Τοῦ δὲ δεινὸν ποιησαμένου εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα τοῦτον διέθηκεν. Ὁ δ’ ἀετός, ἀμηχανήσας τοῖς ὅλοις, ἀναϐὰς ἐπὶ τὸν Δία (τούτου γὰρ ἱερὸς εἶναι λέγεται) τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἔθηκε, τῷ θεῷ ταῦτα παραθέμενος καὶ ἱκετεύσας φυλάττειν. Ὁ κάνθαρος δέ, κόπρου σφαῖραν ποιήσας καὶ ἀναϐὰς ἐπὶ τοῦ κόλπου Διός, ταύτην καθῆκεν. Ὁ δὲ Ζεύς, ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινάξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος, ἃ καὶ συνετρίϐη πεσόντα. Μαθὼν δὲ πρὸς τοῦ κανθάρου ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς τὸν Δία αὐτὸν ἠσέϐησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα καὶ δὴ καὶ δικαίως λυπεῖν. Μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεϐούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι. Τοῦ δὲ μὴ πειθομένου, ἐκεῖνος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκετόν, ἥνικα ἂν μὴ φαίνωνται κάνθαροι.

Ὁ μῦθος δηλοῖ μηδενὸς καταφρονεῖν, λογιζομένους ὡς οὐδείς ἐστιν ὃς προπηλακισθεὶς οὐκ ἂν δυνηθείη ἑαυτῷ ἐπαμῦναι.

Codd. La 2 Lf 2 Me 2bis in margine Mf 2 Ml 105.

Chambry 5 §

Chambry 5.1

Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν — L’aigle, le choucas et le berger. §

[P2]

Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε· καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθῃ. Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο, ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαϐεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαϐε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη. « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. »

Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.

Codd. Pa 12 Pb 2 Pd 4 Pe 8 Pg 1 Ma 12 Mb 2 — Ca 3 Cb 2 Cd 2 Ce 2 Cf 2 Ch 2 Mc 2 Mk 2 Ml 21.

Un aigle, fondant d’une roche élevée, enleva un agneau. À cette vue, un choucas, pris d’émulation, voulut l’imiter. Alors, se précipitant à grand bruit, il s’abattit sur un bélier ; mais ses griffes s’étant enfoncées dans les boucles de laine, il battait des ailes sans pouvoir s’en dépêtrer, Enfin le berger, s’avisant de la chose, accourut et le prit ; puis il lui rogna le bout des ailes, et, quand vint le soir, il l’apporta à ses enfants. Ceux-ci lui demandant quelle espèce d’oiseau c’était, il répondit : « Autant que je sache, moi, c’est un choucas ; mais, à ce qu’il prétend, lui, c’est un aigle. »

C’est ainsi qu’à rivaliser avec les puissants non seulement vous perdez votre peine, mais encore vous faites rire de vos malheurs.

Chambry 5.2

Aliter — Autre version §

[P3]

Ὄνυξιν ἄρας ἀετὸς ἄρνα ἤγαγε τοῖς παισὶ δεῖπνον. Τοῦτο δὲ ζηλώσας κολοιὸς ὥρμήθη καὶ δὴ καταπτὰς ἐπὶ ἄρνα ἐνεπάρη τοῖς μαλλοῖς. Οἱ δὲ παῖδες τοῦτον κρατήσαντες ᾔκιζον. Ὁ δὲ κολοιὸς ἔφη· « Δίκαια πάσχω· τί γὰρ κολοιὸς ὢν ἀετὸν ἐμιμούμην ; »

Ὅτι τὰ κατὰ σὲ καὶ πρὸς δύναμιν ποίει, τὰ ὑπὲρ σὲ δὲ μὴ ζηλοῦ.

Cod. Ba 110.

Chambry 6 §

Chambry 6.1

Ἀετὸς <τὰ πτερὰ τιλθεὶς> καὶ ἀλώπηξ — L’aigle aux ailes écourtées et le renard. §

[P275]
Ἀετὸς τὰ πτερὰ τιλθεὶς καὶ ἀλώπηξ.
Ἀετός ποτε ἑάλω ὑπ’ ἀνθρώπου,
ὅστις τὰ πτερὰ αὐτοῦ εὐθέως τίλας
εἴασεν αὐτὸν ἐκ οἴκῳ σὺν ὀρνίθοις.
Ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν.
Ἕτερος δέ τις τοῦτον ἐξαγοράσας
ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα.
Ὁ δὲ πετασθεὶς καὶ λαγωὸν ἁρπάσας,
ἤνεγκεν εὐθὺς δῶρον τῷ εὐεργέτῃ.
Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐϐόα·
« Μὴ τοῦτον σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον,
μήπως ὁ αὐτός σε πάλιν κυνηγήσας
αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ. »

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκφεύγειν.

Codd. Ca 23 Cb 17 Cc 14 Cd 17 Cf 21 Ch 17 Ma 152 Mc 22 Md 22 Mh 15 Mi 57 Mk 23 Mm 22.

Chambry 6.2

Aliter — Autre version §

[P275]

Ποτὲ ἀετὸς ἑάλω ὑπ’ ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. Ὀ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. Ἕτερος δέ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· « Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστι· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαϐών σε τὸ πτερὸν ἐρημώσῃ. »

Ὅτι δεῖ χρηστὰς ἀμοιϐὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι.

Codd. Ba 128 Bb 76.

Un jour un aigle fut pris par un homme. Celui-ci lui rogna les ailes et le lâcha dans sa basse-cour pour vivre avec la volaille. Alors l’oiseau baissait la tête et, de chagrin, ne mangeait plus : on l’eût pris pour un roi prisonnier. Mais un autre homme l’ayant acheté, lui arracha les plumes de l’aile, puis les fit repousser en en frottant la place avec de la myrrhe. Alors l’aigle, prenant l’essor, saisit un lièvre dans ses serres et le lui rapporta en présent. Un renard, l’ayant aperçu, lui dit : « Ce n’est pas à celui-ci qu’il faut le donner, mais à ton premier maître ; le deuxième en effet est naturellement bon ; tâche plutôt de te faire bien venir de l’autre, de peur qu’il ne te reprenne et ne t’arrache les ailes. »

Cette fable montre qu’il faut généreusement payer de retour ses bienfaiteurs, et tenir prudemment les méchants à l’écart.

Chambry 7 §

Chambry 7.1

Ἀετὸς <τοξευθείς> – L’aigle frappé d’une flèche. §

[P276]

Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔϐαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν· ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. »

Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.

Codd. Ba 138 Bb 83 La 137 Lg 39 Md 106 Mg 149 Mh 90 Mi 22 Mm 131.

Un aigle s’était perché au faîte d’un rocher à l’affût des lièvres. Un homme le frappa d’une flèche, et le trait s’enfonça dans sa chair, et la coche avec ses plumes se trouva devant ses yeux. À cette vue, il s’écria : « C’est pour moi un surcroît de chagrin de mourir par mes propres plumes. »

L’aiguillon de la douleur est plus poignant, quand nous sommes battus par nos propres armes.

Chambry 7.2

Aliter — Autre version §

[P276]

Ἀετὸς εἰς ὕψος ἐκάθητο θηρεῦσαι λαγωούς. Τοῦτον τοξότης ἰδὼν ἔϐαλεν εὐστοχήσας. Στραφεὶς δέ, ἰδὼν τὴν γλυφίδα τῶν πτερῶν ἐξ αὐτοῦ οὖσαν, ἔφη· « Οὐ τοσοῦτον τὸν πέμψαντά σε μέμφομαι ὅσον τὰ ἐξ ἐμοῦ φυέντα πτερά. »

Ὅτι τοῦτον κρεῖσσον λύπη καθέστηκεν, ὅταν τις ὑπὸ τῶν ἰδίων συγγενῶν πάθος κακὸν ὅσον τῶν ἀλλοτρίων καὶ ξένων.

Codd. Ma 146 Mo 146.

Chambry 8 §

Chambry 8.1

Ἀηδὼν καὶ ἱέραξ — Le rossignol et l’épervier. §

[P4]

Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαϐεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. »

Οὕτος καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι’ ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.

Codd. Pa 14 Pb 4 Pd 6 Pe 10 Pf 3 Pg 2 Ph 3 Ma 14 Me 3 Mf 3.

Un rossignol perché sur un chêne élevé chantait à son ordinaire. Un épervier l’aperçut, et, comme il manquait de nourriture, il fondit sur lui et le lia. Se voyant près de mourir, le rossignol le pria de le laisser aller, alléguant qu’il n’était pas capable de remplir à lui seul le ventre d’un épervier, que celui-ci devait, s’il avait besoin de nourriture, s’attaquer à des oiseaux plus gros. L’épervier répliqua : « Mais je serais stupide, si je lâchais la pâture que je tiens pour courir après ce qui n’est pas encore en vue. »

Cette fable montre que chez les hommes aussi, ceux-là sont déraisonnables qui dans l’espérance de plus grands biens laissent échapper ceux qu’ils ont dans la main.

Chambry 8.2

Aliter — Autre version §

[P4]

Ἀηδὼν ἐπί τινος δρυὸς ὑψηλῆς καθημένη ᾖδε κατὰ τὸ σύνηθες. Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ἀπορῶν τροφῆς, ἐπιπτὰς ἀνελάϐετο αὐτήν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ λέγουσα μὴ βρωθῆναι αὐτήν, ἐπειδὴ οὐχ ἱκανή ἐστιν ἱέρακος πληρῶσαι γαστέρα· δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Ὑπολαϐὼν δὲ ὁ ἱέραξ ἔφη· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, οἵτινες δι’ ἐλπίδα μειζόνων τὰ ἐν χερσὶν ὄντα προΐενται.

Codd. Ca 2 Cb 4 Cc 2 Cd 4 Ce 3 Cf 4 Ch 4 Mc 3 Mh 2 Mk 4.

Chambry 8.3

Aliter — Autre version §

[P4]

Ἀηδὼν ἐπὶ δένδρου καθεζομένη κατὰ τὸ εἰωθὸς ᾖδεν. Ἱέραξ δὲ θεασάμενος καὶ τροφῆς ἀπορῶν συνείληφεν ἐπιπτάς. Ἡ δ’ ἀναιρεῖσθαι μέλλουσα ἐδεῖτο τοῦ ἱέρακος μὴ βρωθῆναι· μηδὲ γὰρ ἱκανὴν εἶναι ἱέρακος γαστέρα πληροῦν, δεῖν δὲ αὐτὸν τροφῆς προσδεόμενον ἐπὶ τὰ μείζω τῶν ὀρνέων τραπέσθαι. Καὶ ὁ ἱέραξ ὑπολαϐὼν εἶπεν· « Ἀλλ’ ἔγωγε ἄφρων ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην τροφὴν ἀφεὶς τὰ μὴ φαινόμενά πω διώκοιμι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἱ δι’ ἐλπίδα πλειόνων ἀδήλων τὰ ἐν χερσὶν προιέμενοι.

Codd. La 3 Lb 2 Lc 3 Le 2 Lf 3 Lg 3 Lh 2 Md 2 Mg 3 Mi 37 Mj 3 Ml 2 Mm 2.

Chambry 9 §

Chambry 9.1

Ἀηδὼν καὶ χελιδών — Le rossignol et l’hirondelle. §

[P277]

Ἀηδόνι συνεϐούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. Ἡ δὲ εἶπεν· « Οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ. »

[Ὅτι] τὸν λυπηθένθα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα ἡ λύπη συνέϐη.

Codd. Ba 2 Bb 1 Bc 2.

L’hirondelle engageait le rossignol à loger sous le toit des hommes et à vivre avec eux, comme elle-même. Le rossignol répondit : « Je ne veux point raviver le souvenir de mes anciens malheurs : voilà pourquoi j’habite les lieux déserts. »

Cette fable montre que l’homme affligé par quelque coup de la fortune veut éviter jusqu’au lieu où le chagrin l’a frappé.

Chambry 9.2

Aliter — Autre version §

[P277]
Χελιδὼν δέ τις ὠμίλει ἀηδόνι
ἵν’ ὁμόροφος ταύτῃ γε συνυπάρχῃ.
Ἡ δὲ πρὸς αὐτὴν δακρύουσα ἐϐόα·
« Οὐ δυνήσομαι ἐγὼ τοῦτο ποιῆσαι·
τῶν γὰρ προγόνων τὴν λύμην ἀναφέρω.
Διὰ γὰρ τοῦτο τὰς ἐρήμους οἰκήσω. »

Ὅτι, ἐὰν λυπηθῇ τις ἔκ τινος τύχης, καὶ τὸν τόπον ἐκφεύγει οὗ ἐλυπήθη.

Cod. Mb 224.

Chambry 10

Ἀθηναῖος χρεωφειλέτης — Le débiteur athénien. §

[P5]

Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναϐολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. Ὡς δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ἣν εἶχε μόνην, παρόντος αὐτοῦ, ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως· τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε· αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. »

Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.

Codd. Pa 15 Pb 5 Pe 11 Pf 4 Pg 3 Ph 4 Me 4 Mf 4.

À Athènes, un débiteur, sommé par son créancier de rembourser sa dette, le pria d’abord de lui accorder un délai, sous prétexte qu’il était gêné. Ne pouvant le persuader, il amena une truie, la seule qu’il possédât, et la mit en vente en présence du créancier. Un acheteur se présenta et demanda si la truie était féconde. « Oui, elle est féconde, répondit-il, elle l’est même extraordinairement : aux Mystères elle enfante des femelles, et aux Panathénées des mâles. » Comme l’acheteur était surpris de ce qu’il entendait, le créancier ajouta : « Cesse de t’étonner ; car cette truie te donnera aussi des chevreaux aux Dionysies. »

Cette fable montre que beaucoup de gens n’hésitent pas, quand leur intérêt personnel est en jeu, à jurer même des choses impossibles.

Chambry 11

Αἰθίοψ — Le nègre. §

[P393]

Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαϐὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταϐάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.

Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.

Codd. La 79 Lb 20 Le 20 Lf 79 Lh 9 Ma 157 Md 32 Mg 12 Mi 67 Mj 23 Ml 17 Mm 33.

Un homme avait acheté un nègre, s’imaginant que sa couleur venait de la négligence du précédent propriétaire. L’ayant emmené chez lui, il le soumit à tous les savonnages, il essaya tous les lavages pour le blanchir ; mais il ne put modifier sa couleur, et il le rendit malade à force de soins.

La fable fait voir que le naturel persiste tel qu’il s’est montré d’abord.

Chambry 12 §

Chambry 12.1

Αἴλουρος καὶ ἀλεκτρυών — La belette et le coq. §

[P16]

Αἴλουρος, συλλαϐὼν ἀλεκτρυόνα, τοῦτον ἐϐούλετο μετ’ εὐλόγου αἰτίας καταθοινήσασθαι. Καὶ δὴ ἀρξάμενος κατηγόρει αὐτοῦ λέγων ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα καὶ οὐδὲ ὕπνου τυχεῖν ἐῶντα αὐτούς. Τοῦ δὲ εἰπόντος ὡς ἐπ’ ὠφελείᾳ αὐτῶν τοῦτο ποιεῖ· ἐπὶ γὰρ τὰ συνήθη τῶν ἔργων διεγείρει, ἐκ δευτέρου ἔλεγεν· « Ἀλλὰ καὶ ασεϐὴς εἰς τὴν φύσιν καθέστηκας καὶ ἀδελφαῖς καὶ μητρὶ ἐπεμϐαίνων. » Τοῦ δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος· πολλὰ γὰρ αὐτοῖς ὠὰ τίκτεσθαι παρασκευάζει, διαπορηθεῖς ἐκεῖνος ἔφη· « Ἐὰν οὖν σὺ ἀεὶ ἀφορμῶν εὐπορῇς, ἐγώ σε οὐχ ἥσσον ἔδομαι. »

Ὁ λόγος δηλοῖ ὅτι πονηρὰ φύσις πλημμελεῖν προαιρουμένη, κἂν μὴ μετ’ εὐλόγου προσχήματος δυνηθῇ, ἀπαρακαλύπτως πονηρεύεται.

Codd. Pa 3 Pb 16 Pc 3 Pd 13 Pf 5 Pg 12 Ph 5 Pi 2 Ma 3 Me 5 Mf 5.

Chambry 12.2

Aliter — Autre version §

[P16]

Αἴλουρος, συλλαϐὼν ἀλεκτρυόνα, μετ’ εὐλόγου τοῦτον αἰτίας ἠϐουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

Codd. Ca 15 Cb 7 Cd 7 Ce 7 Cf 7 Ch 7 Mc 5 Mh 5 Mk 6.

Une belette, ayant attrapé un coq, voulut donner une raison plausible pour le dévorer. En conséquence elle l’accusa d’importuner les hommes en chantant la nuit et en les empêchant de dormir. Le coq se défendit en disant qu’il le faisait pour leur être utile ; car s’il les réveillait, c’était pour les rappeler à leurs travaux accoutumés. Alors la belette produisit un autre grief et l’accusa d’outrager la nature par les rapports qu’il avait avec sa mère et ses sœurs. Il répondit qu’en cela aussi il servait l’intérêt de ses maîtres, puisque grâce à cela les poules leur pondaient beaucoup d’œufs. « Eh bien ! s’écria la belette, tu as beau être en fonds de belles justifications, moi je ne resterai pas à jeun pour cela, » et elle le dévora.

Cette fable montre qu’une mauvaise nature, déterminée à mal faire, quand elle ne peut pas se couvrir d’un beau masque, fait le mal à visage découvert.

Chambry 12.3

Aliter — Autre version §

[P16]

Αἴλουρος, ἀλεκτρυόνα συλλαϐὼν, ἠϐούλετο μετ’ εὐλόγου αἰτίας τοῦτον καταθοινήσασθαι. Καὶ δὴ λέγοντος ὀχληρὸν αὐτὸν εἶναι τοῖς ἀνθρώποις νύκτωρ κεκραγότα· « Ἐπ’ ὠφελείᾳ, ἔφη, τῶν ἀνθρώπων τοῦτο ποιῶ. » Ἐκ δευτέρου πάλιν φήσαντος· « Ἀλλ’ ἀσεϐὴς εἰς τὴν φύσιν τυγχάνεις », « Καὶ τοῦτο ἐπ’ ὠφελείᾳ τῶν δεσποτῶν, εἴρηκε, πράττω. » Ὁ δὲ ἀποκριθείς· « Ἐὰν σὺ πολλῶν ἀφορμῶν εὐπορήσῃς, ἔφη, ἐγὼ τέως ἄδειπνος οὐ μενῶ. »

Οὕτως ἡ πονηρὰ φύσις ἀδικεῖν προαιρουμένη, κἂν μετ’ εὐλόγου προσχήματος οὐ δυνηθῇ, ἀλλά γε ἀπαρακαλύπτως πονηρεύεται.

Cod. Cc 5.

Chambry 12.4

Aliter — Autre version §

[P16]

Αἴλουρος, ἀλεκτρυόνα συλλαϐὼν, μετ’ εὐλόγου τοῦτον αἰτίας ἠϐουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ’ ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεϐὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ’ εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ’ εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

Codd. La 6 Lb 5 Lc 4 Le 5 Lf 6 Lg 4 Md 5 Mg 6 Mi 40 Mj 6 Ml 5 Mm 5.

Chambry 13 §

Chambry 13.1

Αἴλουρος καὶ μύες — Le chat et les rats. §

[P79]

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἦκεν ἐνταῦθα καὶ συλλαμϐάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω δι’ ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναϐὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, σοί γε, κἂν θύλαψ γένῃ, οὐ προσελεύσομαι. »

Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὗτοι] ἐξαπατῶνται.

Codd. Pa 76 Pb 80 Pc 41 Pe 45 Pg 51 Ma 59.

Une maison était infestée de rats. Un chat, l’ayant su, s’y rendit, et, les attrapant l’un après l’autre, il les mangeait. Or les rats, se voyant toujours pris, s’enfonçaient dans leurs trous. Ne pouvant plus les atteindre, le chat pensa qu’il fallait imaginer quelque ruse pour les en faire sortir. C’est pourquoi il grimpa à une cheville de bois et, s’y étant suspendu, il contrefit le mort. Mais un des rats sortant la tête pour regarder, l’aperçut et dit : « Hé ! l’ami, quand tu serais sac, je ne t’approcherais pas. »

Cette fable montre que les hommes sensés, quand ils ont éprouvé la méchanceté de certaines gens, ne se laissent plus tromper à leurs grimaces.

Chambry 13.2

Aliter — Autre version §

[P79]

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ συλλέγων ἕνα καθ’ ἕνα κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς ἑαυτούς· « Ἕτοιμοι κατέλθωμεν κάτω καὶ ἐπὶ τῶν ὀπῶν δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἀφικνεῖσθαι ἐκεῖσε, ἡμεῖς διασωθησόμεθα. » Ὁ δὲ, μὴ δυνάμενος αὐτῶν ἀφικέσθαι, δεῖν ᾠήθη καὶ ἔγνω δι’ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. Ἀναϐὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὑτὸν νεκρὸν εἶναι. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτόν, ἔφη· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι. »

Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν ἐξαπατῶνται.

Codd. Ca 67 Cb 44 Cd 41 Ce 46 Cf 50 Ch 51 Mc 43 Mh 44 Mk 47.

Chambry 13.3

Aliter — Autre version §

[P79]

Ἐν οἰκίᾳ τινι πολλῶν μυῶν ὄντων, αἴλουρος τοῦτο γνοὺς ἧκεν ἐνταῦθα καὶ καθ’ ἕκαστον αὐτῶν συλλαμϐάνων κατήσθιεν. Οἱ δὲ καθ’ ἑκάστην ἑαυτοὺς ἀναλισκομένους ὁρῶντες ἔφασαν πρὸς ἀλλήλους· « Μηκέτι κάτω κατέλθωμεν, ἵνα μὴ παντάπασιν ἀπολώμεθα. Τοῦ γὰρ αἰλούρου μὴ δυναμένου δεῦρο ἐξικνεῖσθαι, ἡμεῖς σωθησόμεθα. » Ὁ δὲ αἴλουρος , μηκέτι τῶν μυῶν κατιόντων, ἔγνω δι’ ἐπινοίας αὐτοὺς σοφιζόμενος ἐκκαλέσασθαι. Καὶ δὴ ἀπὸ παττάλου τινὸς ἀναϐὰς ἑαυτὸν ἀπῃώρησε καὶ προσεποιεῖτο νεκρὸς εἶναι. Τῶν δὲ μυῶν τις, παρακύψας καὶ ἰδὼν αὐτόν, ἔφη· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι σοι. »

Ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι.

Codd. La 28 Lb 41 Le 41 Lf 28 Md 49 Me 48 Mf 43 Mg 56 Mi 84 Mj 49 Ml 55.

Chambry 13.4

Aliter — Autre version §

[P79]

Αἰλούρου προσποιουμένου νεκρωθῆναι, ὡς τοῦτον οἱ μύες ἐθεάσαντο, ἔφησαν· « Ὦ οὗτος, κἂν θῦλαξ γένῃ, οὐ προσελευσόμεθά σοι. »

Ὁ λόγος δηλοῖ ὅτι τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ἐξαπατῶνται ταῖς ὑποκρίσεσι.

Cod. Mm 35.

Chambry 14 §

Chambry 14.1

Αἴλουρος καὶ ὄρνιθες — La belette et les poules. §

[P7]

Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαϐῶν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. »

Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.

Codd. Pa 17 Pb 7 Pd 8 Pe 12 Pg 5 Ma 15 Mb 3 — Ca 14 Ce 9 Cf 9.

Une belette, ayant appris qu’il y avait des poules malades dans une métairie, se déguisa en médecin, et, prenant avec elle les instruments de l’art, elle s’y rendit. Arrivée devant la métairie, elle leur demanda comment elles allaient : « Bien, répondirent-elles, si tu t’en vas d’ici. »

C’est ainsi que les hommes sensés lisent dans le jeu des méchants, malgré toutes leurs affectations d’honnêteté.

Chambry 14.2

Aliter — Ὄρνις καὶ αἴλουρος. §

[P7]
Ὄρνις δέ ποτε κατακλιθεὶς ἠρρώσθει·
εἰς ὃν αἴλουρος προκύψας ἔφη ταῦτα·
« Πῶς ἔχεις, φίλε, τί δέ σοι ; ἄν τι χρῄζῃς,
Ἀνάγγειλόν μοι καὶ πάντα σοι παρέξω.
Ὅμως ἔγειρε, καὶ τεύξῃ τῆς ὑγείας. »
Ἡ δ’ ἀπερκίθη πρὸς τὸν αἴλουρον ταῦτα·
« Εἰ σὺ παρέλθῃς, ἐγὼ οὐκ ἀποθνῄσκω·
ζωὴν γὰρ ζήσω δορκάδος ὑπερτέραν. »

Τοὺς δολίους ὑποκριτάας, τοὺς λέγοντας φιλεῖν, ὁ μῦθος ἐλέγχει.

Codd. Ca 157 Cb 85 Cd 99 Cg 30 Ch 105 Mb 139 Mc 84.

Chambry 14.3

Aliter — Αἴλουρος καὶ ὄρνις. §

[P7]

Ὄρνις ποτὲ ἠσθένει· αἴλουρος δὲ προκύψας εἶπεν· « Πῶς ἔχεις ; εἴ τι χρῄζεις, ἐγώ σοι δώσω, μόνον ὑγίαινε. » Ἡ δὲ ἔφη· « Ἐὰν ἀπέλθῃς, οὐκ ἀποθνῄσκω. »

[Ὅτι] ὑποκριτὰς δολίους φιλεῖν λέγοντας ὁ μῦθος ἐλέγχει.

Codd. Ba 111 Bb 67 Md 90 Mh 82 Mi 6 Mm 108.

Chambry 15 §

Chambry 15.1

Αἴξ καὶ αἰγοϐοσκός — La chèvre et le chevrier. §

[P280]

Αἰγοϐοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ’ ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· « Κἂν ἐγω σιωπήσω, πῶς κρύψω ; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. »

Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

Codd. Ba 4 Bb 3.

Un chevrier rappelait ses chèvres à l’étable. L’une d’ elles s’étant attardée à quelque friande pâture, le chevrier lui lança une pierre, et visa si juste qu’il lui cassa une corne. Alors il se mit à supplier la chèvre de ne pas le dire au maître. La chèvre répondit : « Quand bien même je garderais le silence, comment pourrais-je le cacher ? Il est visible à tous les yeux que ma corne est cassée. »

Quand la faute est évidente, il est impossible de la dissimuler.

Chambry 15.2

Aliter — Αἲξ καὶ αἰπόλος. §

[P280]

Αἰπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. Ἡ δὲ ἔφησε· « Κἂν ἐγὼ σιωπήσω, τὸ κέρας κεκράξεται. »

Τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι.

Cod. Bc 4.

Chambry 15.3

Aliter — Ποιμὴν καὶ αἴξ. §

[P280]
Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο
τοῦ προσϐαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν.
Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη
ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Εὐθὺς δ’ ὁ ποιμὴν ἐπ’ αὐτὴν ῥάϐδον ῥίψας
τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον.
Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον,
καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι,
μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.
Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα·
« Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ;
τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης,
πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. »

Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

Cod. Mb 191.

Chambry 16 §

Chambry 16.1

Αἶξ καὶ ὄνος — La chèvre et l’âne. §

[P279]

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεϐούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίϐη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.

Ὁτι ὅστις καθ’ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.

Codd. Ba 3 Bb 2.

Un homme nourrissait une chèvre et un âne. Or la chèvre devint envieuse de l’âne, parce qu’il était trop bien nourri. Et elle lui dit : « Entre la meule à tourner et les fardeaux à porter, ta vie est un tourment sans fin, » et elle lui conseillait de simuler l’épilepsie, et de se laisser tomber dans un trou pour avoir du repos. Il suivit le conseil, se laissa tomber et se froissa tout le corps. Son maître ayant fait venir le vétérinaire, lui demanda un remède pour le blessé. Le vétérinaire lui prescrivit d’infuser le poumon d’une chèvre ; ce remède lui rendrait la santé. En conséquence on immola la chèvre pour guérir l’âne.

Quiconque machine des fourberies contre autrui devient le premier artisan de son malheur.

Chambry 16.2

Aliter — Autre version §

[P279]

Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἲξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περιττὸν τῆς τροφῆς, εἰρωνικῶς συνεϐούλευε λέγουσα· « Ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δ’ ἀχθηφορῶν. Ἐπίληπτον οὖν ἑαυτὸν ποιήσας τῷ βόθρῳ κρημνίσθητι. » Πεισθεὶς οὖν ὁ ὄνος ἐποίησεν ὡς ἐδιδάχθη· ὅθεν καὶ συνετρίϐη. Ὁ δὲ δεσπότης ἀμφοτέρων καλέσας τὸν ἰατρὸν βοηθεῖν τῷ ὄνῳ ᾐτεῖτο. Ὁ δὲ πόμα τούτῳ δι’ αἰγὸς πνεύμονος κατασκευασθὲν κεράσαι ὠρίσατο καὶ οὕτω τῆς ὑγείας τυχεῖν. Θύσαντες τοίνυν τὴν ἀθλίαν καὶ αὐτεπίϐουλον αἶγα, τὸν ὄνον ἰάτρευον.

Ὅστις καθ’ ἑτέρου δόλον μηχανᾶται ἑαυτοῦ ἐστι τῶν κακῶν αὐτουργός.

Cod. Bc 3.

Chambry 16.3

Aliter — Autre version §

[P279]
Ἀνήρ τις ἔτρεφεν αἶγ’ ἅμα καὶ ὄνον·
ἀλλ’ ἡ αἲξ ἐφθόνησε πολλὰ τῇ ὄνῳ
διὰ τὴν τρυφὴν κριθάς τε καὶ τὸν χόρτον.
Αὐτῇ ἔλεγεν ὡς « ἄπειρα κολάζῃ
ποτὲ μὲν ἀλήθουσα ἐν τῷ μυλῶνι
ποτὲ δὲ πάλιν ἀχθοφοροῦσα μάλα·
λοιπὸν ἐν τούτῳ λίαν σε ἐλεοῦμαι.
Πῶς ταῦτα πάσχεις καὶ ἀτυχὴς τυγχάνεις ; »
Ὁ δὲ πρὸς αὐτὴν <ἔφη>· « Καὶ τί ποιήσω ;
οὐ γὰρ δύναμαι τῆν ζωὴν ἄλλως ἔχειν. »
Ἣ συμϐουλεύει ἐπίληπτον γενέσθαι
καὶ καταπεσεῖν ἐν ἑνὶ τῶν βαράθρων,
ὅπως ἂν καὐτὴ ἀναπαύσεως τύχῃς.
Καὶ δὴ ἡ ὄνος ὑπακούσασα τούτου
πεσοῦσα πρὸς γῆν εὐθέως συνετρίϐη,
ὥσπερ νόσημα δεινὸν προσκεκτημένη
καὶ τὸν θάνατον αὐτὴ προσδεδεγμένη.
Τοῦ γοῦν δεσπότου τῇ λύπῃ συσχεθέντος,
δραμὼν αὐτίκα τὸν ἱατρὸν ἐκάλει
ἐκλιπαρῶν τοῦτον ὑγιᾶναι ὄνον.
Ὁ οὖν ἀκέστωρ αἰγὸς πνεύμονα φάσκει
ἐγχυματίζειν καὶ ῥώσεως τυγχάνειν.
Οἳ παραυτίκα τεθυκότες τὴν αἶγα
τρίψαντες τὸν πνεύμον’ αἵματι ἰδίῳ
ἐγχυματοῦντες ἰάτρευσαν τὴν νόσον.
Αὐτὸς καθ’ αὑτοῦ λανθάνει τοῦτο ποιῶν.
Cod. Mb 12.

Chambry 17 §

Chambry 17.1

Αἰπόλος καὶ αἶγες ἄγριαι — Le chevrier et les chèvres sauvages. §

[P6]

Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαϐούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραϐάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαϐόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· « Ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. »

Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.

Codd. Pa 16 Pb 6 Pe 11 altera pars Pg 4.

Un chevrier, ayant mené ses chèvres au pâturage, s’aperçut qu’elles étaient mêlées à des chèvres sauvages, et, quand le soir tomba, il les poussa toutes dans sa grotte. Le lendemain un gros orage éclata. Ne pouvant les mener au pâturage habituel, il les soigna dedans ; mais il ne donna à ses propres chèvres qu’une poignée de fourrage, juste de quoi les empêcher de mourir de faim ; pour les étrangères, au contraire, il grossit la ration, dans le dessein de se les approprier elles aussi. Le mauvais temps ayant pris fin, il les fit toutes sortir dans le pâtis ; mais les chèvres sauvages, gagnant la montagne, s’enfuirent. Comme le berger les accusait d’ingratitude pour l’abandonner ainsi, après les soins particuliers qu’il avait pris d’elles, elles se retournèrent pour répondre : « Raison de plus pour nous d’être en défiance ; car si tu nous as mieux traitées, nous, tes hôtesses d’hier, que tes vieilles ouailles, il est évident que, si d’autres chèvres viennent encore à toi, tu nous négligeras pour elles. »

Cette fable montre qu’il ne faut pas accueillir les protestations d’amitié de ceux qui nous font passer, nous, les amis de fraîche date, avant les, vieux amis. Disons-nous que, quand notre amitié aura pris de l’âge, s’ils se lient avec d’autres, c’est ces nouveaux amis qui auront leurs préférences.

Chambry 17.2

Aliter — Autre version §

[P6]

Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοϐοσκὸς ἐν χειμῶνι τὰς αἶγας ἤγαγεν. Εὗρε δὲ ἐκεῖ ἀγρίας αἶγας καὶ τράγους πλείονας ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφείς, τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ, αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος [γελάσας] εἰς τὸν οἶκον ἦλθε κενός.

Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων ἐπ’ ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γινομένου.

Codd. Ba 37 Bb 25 Mg 63.

Chambry 17.3

Aliter — Autre version §

[P6]
Ποιμὴν ἐν σπηλαίῳ <τὰς> αἶγας προσάγει
ὥρᾳ χειμῶνος καὶ παγετοῦ καὶ ψύχους.
Εὑρὼν δ’ ἀγρίας πλείονας ὧν κατέσχε
πάνυ χάρη τερφθεὶς ἐπὶ ταῖς ἀγρίαις,
ἃς ὡς κατεῖδεν, ἐξέτρεφε τοῖς φύλλοις.
Μετὰ δὲ ταῦτα εὐδίας γεγονυίας,
εὗρεν ἃς εἶχεν ἐκ λιμοῦ τεθνηκυίας·
αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος δραμοῦσαι
τοῦτον εἶασαν ὡς ἄφρονα καὶ ἄνουν.
Ὁ δὲ αἰπόλος, ὡς εἶδε πεφευγυίας
ἃς ἐξέτρεψε τῇ ὥρᾳ τοῦ χειμῶνος,
μέγα στενάξας κὠλολύξας ἐκ βάθους
θρηνῶν ἀπῄει μηδὲν προσκεκτημένος,
εἰ μὴ τὴν ῥάϐδον μετὰ τοῦ μαρσιπίου.

Ὁ λόγος δηλοῖ ὅτι οὐ χρὴ ἡμᾶς ἀμελεῖν τῶν ἰδίων.

Cod. Mb 198.

Chambry 17.4

Aliter — Autre version §

[P6]

Ἐν σπηλαίῳ τινὶ ἐρήμῳ αἰπόλος ἐν χειμῶνι τὰς ἑαυτοῦ αἶγας ἤγαγεν. Εὑρὼν δὲ ἐκεῖ ἀγρίους πλείους τῶν ἑαυτοῦ καὶ μεγίστας, καὶ τερφθεὶς ἐπὶ ταύταις, ταύτας τοῖς φύλλοις [τῶν φύλων] διέτρεφε, τῶν ἑαυτοῦ ἀμελήσας παντάπασι. Τοῦ χειμῶνος δὲ παρελθόντος, αἱ μὲν ἄγριαι ἐπὶ τοῖς ὄρεσιν ἔφυγον, τὰς δὲ ἰδίας ζητῶν εὗρε πάσας τεθνηκυίας, καὶ στενάξας ἔφη· « Ὦ μάταιος ἐγὼ, ὃς τῶν ἐμῶν [μὲν] ἀμελήσας ἐπὶ ταῖς ἀγρίαις αἰξὶ τὴν πᾶσαν φροντίδα ἐποιησάμην. »

Cod. Bd 17.

Chambry 18

Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη — L’esclave laide et Aphrodite. §

[P301]

Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμϐάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ’ ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ’ ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. »

Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι’ αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

Cod. Ba 6.

Une esclave laide et méchante était aimée de son maître. Avec l’argent qu’elle recevait de lui, elle s’ornait de brillantes parures et rivalisait avec sa propre maîtresse. Elle faisait de continuels sacrifices à Aphrodite et lui rendait grâces de la rendre belle. Mais Aphrodite apparut en songe à l’esclave et lui dit : « Ne me sache pas gré de te faire belle, car je suis fâchée et en colère contre cet homme à qui tu parais belle. »

Il ne faut pas se laisser aveugler par l’orgueil, quand on s’enrichit par des moyens honteux, surtout quand on est sans naissance et sans beauté.

Chambry 19

Αἴσωπος ἐν ναυπηγίῳ - Esope dans un chantier naval. §

[P8]

Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. »

Ὁ λόγος δηλοῖ ὁτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.

Codd. Pa 18 Pb 8 Pd 9 Pe 13 Mb 44.

Un jour Esope le fabuliste étant de loisir entra dans un chantier de construction navale. Les ouvriers le raillèrent et le provoquèrent à la réplique. Alors Esope leur dit : « Autrefois il n’y avait que le chaos et l’eau ; mais Zeus voulant faire apparaître un autre élément, la terre, l’engagea à avaler la mer par trois fois. La terre se mit à l’œuvre une première fois, et elle dégagea les montagnes ; puis elle avala la mer une deuxième fois et mit à nu les plaines ; si elle se décide à absorber l’eau une troisième fois, votre art deviendra sans usage. »

Cette fable montre qu’à railler plus fin que soi, on s’attire imprudemment des répliques d’autant plus cuisantes.

Chambry 20 §

Chambry 20.1

Ἀλέκτορες δύο καὶ ἀετός — Les deux coqs et l’aigle. §

[P281]

Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύϐη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ’ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐϐόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δ’ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέϐαινε.

Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Cod. T 1.

Deux coqs se battaient pour des poules ; l’un mit l’autre en fuite. Alors le vaincu se retira dans un fourré où il se cacha, et le vainqueur s’élevant en l’air se percha sur un mur élevé et se mit à chanter à plein gosier. Aussitôt un aigle fondant sur lui l’enleva ; et le coq caché dans l’ombre couvrit dès lors les poules tout à son aise.

Cette fable montre que le Seigneur se range contre les orgueilleux et donne la grâce aux humbles.

Chambry 20.2

Aliter — Autre version §

[P281]

Ἀλέκτορες δύο δι’ ὄρνεις ἐμάχοντο, οὓς λέγουσι θυμὸν ἔχειν οἷον ἀνθρώπων. Τούτων ὁ ἡττηθεὶς κατεκρύϐη ἐν γωνίᾳ· ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. Ὁ δὲ ἕτερος ταῖς ὄρνισιν ἀφόϐως συνῆν.

Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν].

Codd. Ba 7 Bb 4 Mg 22.

Chambry 20.3

Aliter — Autre version §

[P281]

Ἀλέκτορες δύο δι’ ὄρνεις ἐμάχοντο· τούτους δὲ ἱστοροῦσι θύμον ἔχειν ἀνθρώποις παρόμοιον. Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύϐη. Ὁ δὲ ἕτερος βρενθυόμενος διάτορον ἐξεϐόησε τοῦ δώματος ὑπερϐάς. Τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. Ἔμεινεν οὖν ὁ δειλότερός τε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχός τε καὶ ἄφθονος.

Ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι.

Cod. Bc 6.

Chambry 20.4

Aliter — Autre version §

[P281]
Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων
διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ,
ὁ εἷς ἡττηθεὶς ἐκρύπτετ’ ἐν γωνίᾳ,
ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας.
Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας
ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων,
ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου,
φωνῶν· « Ἥττησα τὸν ἴδιον ἐχθρόν μου
τροπωσάμενος ἀντίπαλον εἰς κράτος. »
Ὡς οὖν ἐϐόα τοιαῦτα ὁ ἀλέκτωρ,
ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω
καὶ καταλαϐὼν τὸν νικήτην ἐκεῖνον
ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα
βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα.
Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας
διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων
λαϐὼν εὔκλειαν κατὰ τοῦ πολεμίου
τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον
καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.

Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.

Codd. Ca 119 Cb 70 Cd 84 Ce 81 Cf 85 Cg 9 Ch 84 Mc 70.

Chambry 21 §

Chambry 21.1

Ἀλεκτρυόνες καὶ πέρδιξ — Les coqs et la perdrix. §

[P23]

Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐϐαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε οὐκέτι ἄχθομαι ὑπ’ αὐτῶν τυπτόμενος· ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. »

Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕϐρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Codd. Pa 26 Pb 23 Pf 6 Ph 6 Ma 20 Me 6 Mf 6.

Un homme qui avait des coqs dans sa maison, ayant trouvé une perdrix privée à vendre, l’acheta et la rapporta chez lui pour la nourrir avec les coqs. Mais ceux-ci la frappant et la pourchassant, elle avait le cœur gros, s’imaginant qu’on la rebutait, parce qu’elle était de race étrangère. Mais peu de temps après ayant vu que les coqs se battaient entre eux et ne se séparaient pas qu’ils ne se fussent mis en sang, elle se dit en elle-même : « Je ne me plains plus d’être frappée par ces coqs ; car je vois qu’ils ne s’épargnent pas même entre eux. »

Cette fable montre que les hommes sensés supportent facilement les outrages de leurs voisins, quand ils voient que ceux-ci n’épargnent même pas leurs parents.

Chambry 21.2

Aliter — Autre version §

[P23]

Ἀλεκτρυόνας τις ἐν τῇ οἰκίᾳ ἔχων αὐτοῦ, περιτυχὼν πέρδικι καὶ τοῦτον ἐπαγοράσας, εἰσήνεγκεν ἐν τῇ οἰκίᾳ αὐτοῦ τοῦ συνανατραφῆναι τοῖς ὄρνισι. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐλυπεῖτο σφόδρα, νομίζων διὰ τὸ εἶναι αὐτὸν ἀλλόφυλον, τούτου χάριν διώκεσθαι παρὰ τῶν ἀλεωκτρυόνων. Μικρὸν δὲ ὅσον ὑποχωρήσας, θεωρεῖ τοὺς ἀλεκτρυόνας μαχομένους καὶ ἀλλήλους συγκόπτοντας. Ταῦτα ὁ πέρδιξ ὁρῶν ἀποθεραπευθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυποῦμαι· ὁρῶ γὰρ αὐτοὺς καὶ ὑπ’ ἀλλήλων μαχομένους. »

[Ὁ μῦθος δηλοῖ ὅτι] ὁ λόγος πρὸς φρονίμους ἀνθρώπους οἵτινες ῥᾳδίως φέρουσι τὰς ἐκ τῶν πέλας ὕϐρεις, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Codd. Ca 16 Cb 13 Cc 10 Cd 13 Ce 13 Cf 14 Ch 13 Mh 11.

Chambry 21.3

Aliter — Autre version §

[P23]

 

Ἀλεκτρυόνας τις ἔχων ἐπὶ τῆς οἰκίας, πριάμενος καὶ πέρδικα, σὺν ἐκείνοις ἀφῆκε νέμεσθαι. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἀπελαυνόντων, ἐκεῖνος ἠθύμει σφόδρα, νομίζων ὡς ἀλλόφυλος ταῦτα πάσχειν ὑπὸ τῶν ἀλεκτρυόνων. Ὡς δὲ μετὰ μικρὸν κἀκείνους ἑώρακε μαχομένους καὶ ἀλλήλους κόπτοντας, τῆς λύπης ἀπολυθεὶς εἶπεν· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν οὐ λυπήσομαι, ὁρῶν καὶ αὐτοὺς μαχομένους ἀλλήλοις. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι ῥᾳδίως φέρουσι τὰς παρὰ τῶν ἀλλοτρίων ὕϐρεις, ὅταν αὐτοὺς ἴδωσι μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Codd. La 10 Lb 9 Lc 5 Ld 3 Le 9 Lf 10 Lg 5 Mc 11 Md 9 Mi 44 Mj 11 Mk 12 Ml 9 Mm 9 Mn 3.

Chambry 22 §

Chambry 22.1

Ἁλιεῖς καὶ θύννος — Les pêcheurs et le thon. §

[P21]

Ἁλιεῖς ἐπ’ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπραθήσαντες οὐδὲν συνέλαϐον· καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσοῦτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαϐόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.

Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν.

Codd. Pa 7 Pb 21 Pc 6 Pd 17 Pf 8 Ph 8 Ma 7 Me 8 Mf 8.

Des pêcheurs étant allés à la pêche avaient peiné longtemps sans rien prendre ; assis dans leur barque, ils s’abandonnaient au découragement. Juste à ce moment un thon qui était poursuivi et se sauvait à grand bruit, sauta par mégarde dans leur barque. Ils le prirent et l’emportèrent à la ville, où ils le vendirent.

Ainsi souvent ce que l’art nous refuse, le hasard nous le donne gratuitement.

Chambry 22.2

Aliter — Autre version §

[P21]

Ἁλιεῖς ἐπὶ ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες, καθεζόμενοι ἐτήκοντο τῷ λιμῷ, μηδέν τι πέρας δυνάμενοι ἐκτελέσαι. Λυπούμενοι δὲ ἐϐούλοντο ἀναχωρῆσαι ἄπρακτοι. Καὶ ἰδοῦ θύννος, διωκόμενος παρὰ μεγίστου ἰχθύος, ἀναπηδήσας εἰσῆλθε ἐν τῷ πλοίῳ αὐτῶν. Λαϐόντες δὲ αὐτὸν οἱ ἁλιεῖς μετὰ χαρᾶς εἰσῆλθον ἐν τῇ πόλει καὶ ἐπώλησαν αὐτίκα.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεϐράϐευσεν.

Codd. Ca 35 Cb 22 Cc 26 Cd 22 Ce 24 Cf 27 Ch 29 Mc 26 Mh 29 Mk 27.

Chambry 22.3

Aliter — Autre version §

[P21]

Ἁλιεῖς ἐξελθόντες εἰς ἄγραν, ἐπειδὴ πολὺν χρόνον ταλαιπωρήσαντες οὐδὲν εἷλον, σφόδρα τε ἠθύμουν καὶ ἀναχωρῆσαι παρεσκευάζοντο. Εὐθὺς δὲ θύννος ὑπό του τῶν μεγίστων διωκόμενος ἰχθύων, εἰς τὸ πλοῖον αὐτῶν εἰσήλατο. Οἱ δὲ τοῦτον λαϐόντες μεθ’ ἡδονῆς ἀνεχώρησαν.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη ἐδωρήσατο.

Codd. La 17 Lc 9 Le 16 Lf 17 Lg 9 Lh 8 Mg 8 Mi 51 Mj 19 Mm 16.

Chambry 23 §

Chambry 23.1

Ἁλιεῖς <λίθον ἀγρεύσαντες> – Les pêcheurs qui ont pêché une pierre §

[P13]

Ἁλιεῖς σαγήνην εἷλκον· βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμϐεϐηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν· « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. »

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάϐλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.

Codd. Pa 21 Pb 13 Pd 12 Pf 7 Pg 10 Ph 7 Me 7 Mf 7.

Des pêcheurs traînaient une seine ; comme elle était lourde, ils se réjouissaient et dansaient, s’imaginant que la pêche était bonne. Mais quand ils eurent tiré la seine sur le rivage, ils y trouvèrent peu de poisson : c’étaient des pierres et autres matières qui la remplissaient. Ils en furent vivement contrariés, moins pour le désagrément qui leur arrivait que pour avoir préjugé le contraire. Mais l’un d’eux, un vieillard, leur dit : « Cessons de nous affliger, mes amis ; car la joie parait-il, a pour sœur le chagrin ; et il fallait qu’après nous être tant réjouis à l’avance, nous eussions de toute façon quelque contrariété. »

Or donc nous non plus nous ne devons pas, si nous considérons combien la vie est changeante, nous flatter d’obtenir toujours les mêmes succès, mais nous dire qu’il n’y a si beau temps qui ne soit suivi de l’orage.

Chambry 23.2

Aliter — Autre version §

[P13]

Ἁλιεῖς σαγήνην εἷλκον. Βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ εἷλκυσαν αὐτήν, ἰχθύας μὲν εὗρον ὀλίγους, λίθον δὲ μέγιστον ἐν τῇ σαγήνῃ ἀνήγαγον. Οἱ δὲ ἁλιεῖς οὐ μετρίως ἐϐαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφασιν. Εἷς δέ τις ἐξ αὐτῶν γηραιὸς ἐξεῖπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι λυπηθῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις, γινώσκοντας τὰς τοῦ βίου τύχας.

Codd. Ca 28 Cb 25 Cc 19 Cd 25 Ce 17 Cf 19 Ch 32 Mc 28 Mh 22 Mk 29.

Chambry 23.3

Aliter — Autre version §

[P13]

Ἁλιεῖς εἷλκον σαγήνην. Βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ἐσκίρτων, πολλὴν εἶναι τὴν ἄγραν νομίζοντες. Ὡς δ’ ἐπὶ τῆς ἠιόνος ταύτην ἑλκύσαντες τῶν μὲν ἰχθύων εὗρον ὀλίγους, λίθον δ’ ἐν αὐτῇ παμμεγέθη, ἀθυμεῖν ἤρξαντο καὶ ἀλύειν, οὐ τοσοῦτον ἐπὶ τῇ τῶν ἰχθύων ὀλιγότητι ὅσον ὅτι καὶ τὰ ἐναντία προυπειλήφασιν. Εἷς δέ τις ἐν αὐτοῖς πρεσϐύτερος εἶπε· « Μὴ ἀχθώμεθα, ὦ ἑταῖροι· τῇ γὰρ ἡδονῇ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη· καὶ ἡμᾶς οὖν ἔδει τοσαῦτα προηδυνθέντας πάντως τι καὶ λυπηθῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ λυπεῖσθαι ἐπὶ ταῖς ἀποτυχίαις.

Codd. La 13 Lb 12 Le 12 Lf 13 Lh 6 Ma 147 Md 12 Mi 47 Mj 14 Ml 12 Mm 12.

Chambry 24

Ἁλιεὺς αὐλῶν — Le pêcheur qui joue de la flûte. §

[P11]

Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαϐὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προϐλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίϐληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκϐαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· « Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε. »

Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

Codd. Pa 19 Pb 11 Pd 10 Pe 16 Pg 8 Ma 16 — Ca 34 Cb 21 Cc 25 Cd 21 Ce 23 Cf 26 Ch 28 Md 30 Mh 28 Mi 65 Mk 26 Ml 28 Mm 30 (C = hi 13) — La 133 Lf 134 Mc 25 Mg 21 (L = hi 4).

Un pêcheur, habile à jouer de la flûte, prenant avec lui ses flûtes et ses filets, se rendit à la mer, et, se postant sur un rocher en saillie, il se mit d’abord à jouer, pensant que les poissons, attirés par la douceur de ses accords allaient d’eux-mêmes sauter hors de l’eau pour venir à lui. Mais comme, en dépit de longs efforts, il n’en était pas plus avancé, il mit de côté ses flûtes, prit son épervier, et, le jetant à l’eau, attrapa beaucoup de poissons. Il les sortit du filet et les jeta sur le rivage ; et, comme il les voyait frétiller, il s’écria : « Maudites bêtes, quand je jouais de la flûte, vous ne dansiez pas ; à présent que j’ai fini, vous vous mettez en branle. »

Cette fable s’applique à ceux qui agissent à contretemps.

Chambry 25 §

Chambry 25.1

Ἁλιεὺς <καὶ ἰχθύες μεγάλοι καὶ βραχεῖς> – Le pêcheur et les gros et les petits poissons. §

[P282]

Ἁλιεὺς ἐκ τῆς θαλάσσης τὸ πρὸς ἄγραν δίκτυον ἐκϐαλὼν τῶν μὲν μεγάλων ἰχθύων ἐγκρατὴς γέγονε καὶ τούτους ἐν τῇ γῇ ἥπλωσεν· οἱ δὲ βραχύτεροι τῶν ἰχθύων διὰ τῶν τρυμαλιῶν διέδρασαν ἐν τῇ θαλάσσῃ.

Ὅτι εὔκολον ἡ σωτηρία τοῖς μὴ μεγάλως εὐτυχοῦσιν, τὸν δὲ μέγαν ὄντα τῇ δόξῃ σπανίως ἴδοις ἂν ἐκφυγόντα τοὺς κινδύνους.

Codd. Ba 8 Bb 5.

Un pêcheur, ayant retiré de la mer son filet de pêche, put capturer les gros poissons, qu’il étala sur le sol ; mais les petits se glissant par les mailles, se sauvèrent dans la mer.

Les gens d’une médiocre fortune se sauvent aisément ; mais on voit rarement un homme qui jouit d’une grande renommée échapper aux périls.

Chambry 25.2

Aliter — Autre version §

[P282]

Ἁλιεὺς τῇ θαλάσσῃ δίκτυον ἐμϐαλὼν ἰχθύων μεγίστων καὶ σμικροτάτων ἐγκρατὴς γέγονε. Τὸ δίκτυον οὖν οὗτος ὑφαπλώσας ἐν γῇ τῶν εὐτελῶν ἀπεστέρητο ταῖς τρυμαλιαῖς διαδράντων καὶ τῇ ὑγρᾷ προσφυγόντων· ἐφιλονείκει γὰρ οὗτος ἐπισυνάξαι τὰ μέγιστα, τῶν ἐλαχίστων ὑπερφρονῶν.

Εὔκολον εἰς σωτηρίαν τὸ εὐτελές· οἱ λαμπροὶ δὲ τῇ δόξῃ μόλις ἂν διαφύγοιεν τοὺς κινδύνους.

Cod. Bc 7.

Chambry 26 §

Chambry 26.1

Ἁλιεὺς καὶ μαινίς — Le pêcheur et le picarel. §

[P18]

Ἁλιεὺς καθεὶς τὸ δίκτυον ἀνήνεγκε μαινίδα. Τῆς δὲ ἱκετευούσης αὐτὸν πρὸς τὸ παρὸν μεθεῖναι αὐτήν, ἐπειδὴ μικρὰ τυγχάνει, ὕστερον δὲ αὐξηθεῖσαν συλλαμϐάνειν εἰς μείζονα ὠφέλειαν, ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἐγὼ εὐηθέστατος ἂν εἴην, εἰ τὸ ἐν χειρὶ παρεὶς κέρδος, ἄδηλον ἐλπίδα διώκοιμι. »

Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος, κἂν μικρὸν ᾖ, <ἢ> τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

Codd. Pa 4 Pb 18 Pi 3 Ma 4.

Chambry 26.2

Aliter — Ἁλιεὺς καὶ σμαρίς. §

[P18]

Ἁλιεὺς τὸ δίκτυον καθεὶς ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν λέγουσα· « Μὴ λάϐῃς με πρὸς τὸ παρόν, ἀλλ’ ἔασον, ἐπειδήπερ σμικρὰ τυγχάνω· ὅτε δὲ αὐξηθῶ καὶ μεγάλη γένωμαι, λάϐῃς με, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν τότε γενήσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε μῶρος ἂν εἴην, εἰ τὸ ἐν χερσὶ κέρδος παρείς, κἂν μικρὸν ᾖ, τὸ ἐν ἐλπίσι διώκοιμι, κἂν μέγα ὑπάρχῃ. »

Ὁ λόγος δηλοῖ ὅτι αἱρετώτερόν ἐστι τὸ παρὸν κέρδος κρατεῖν, κἂν μικρὸν ᾖ, ἢ τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ.

Codd. Ca 20 Cb 9 Cd 9 Ce 4 Cf 10 Ch 9 Mh 7 Ml 22.

Chambry 26.3

Aliter — Ἁλιεὺς καὶ σμαρίς. §

[P18]

Ἁλιεὺς τὸ δίκτυον χαλάσας ἐν τῇ θαλάσσῃ ἀνήνεγκε σμαρίδα. Σμικρὰ δὲ οὖσα ἱκέτευεν αὐτὸν νῦν μὲν μὴ λαϐεῖν αὐτήν, ἀλλ’ ἐᾶσαι, διὰ τὸ σμικρὰν τυγχάνειν. « Ἀλλ’ ὅταν αὐξυνθῶ καὶ μεγάλη, φησί, γένωμαι, συλλαϐεῖν με δυνήσῃ, ἐπεὶ καὶ εἰς μείζονά σοι ὠφέλειαν ἔσομαι. » Καὶ ὁ ἁλιεὺς εἶπεν· « Ἀλλ’ ἔγωγε ἄνους ἂν εἴην, εἰ τὸ ἐν χερσὶ παρεὶς κέρδος, κἂν σμικρὸν ᾖ, τὸ προσδοκώμενον, κἂν μέγα ὑπάρχῃ, ἐλπίζοιμι. »

Ὁ μῦθος δηλοῖ ὅτι ἀλόγιστος ἂν εἴη ὁ δι’ ἐλπίδα μείζονος τὰ ἐν χερσὶν ἀφεὶς σμικρὰ ὄντα.

Codd. La 128 Ld 8 Lf 128 Mc 15 Md 18 Me 26 Mg 15 Mi 53 Mk 16 Mm 18 Mn 8.

Un pêcheur, ayant laissé couler son filet dans la mer, en retira un picarel. Comme il était petit, le picarel supplia le pêcheur de ne point le prendre pour le moment, mais de le relâcher en considération de sa petitesse. « Mais quand j’aurai grandi, continua-t-il, et que je serai un gros poisson, tu pourras me reprendre ; aussi bien je te ferai plus de profit. — Hé mais ! répartit le pêcheur, je serais un sot de lâcher le butin que j’ai dans la main, pour compter sur le butin à venir, si grand qu’il soit. »

Cette fable montre que ce serait folie de lâcher, sans espoir d’un profit plus grand, le profit qu’on a dans la main, sous prétexte qu’il est petit.

Chambry 27 §

Chambry 27.1

Ἁλιεὺς <ὕδωρ τύπτων> – Le pêcheur qui bat l’eau. §

[P26]

Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευε. Καὶ δὴ κατατείνας τὰ δίκτυα, ὡς ἐμπεριέλαϐεν ἑκατέρωθεν τὸ ῥεῦμα, προσδήσας κάλῷ λινῷ λίθον, ἔτυπτε τὸ ὕδωρ, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπροφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος αὐτὸν τοῦτο ποιοῦντα, ἐμέμφετο ἐπὶ τῷ τὸν ποταμὸν θολοῦν καὶ μὴ ἐᾶν αὐτοὺς διαυγὲς ὕδωρ πίνειν. Ὁ δὲ ἀπεκρίνατο· « Ἀλλ’ ἐὰν μὴ οὕτως ὁ ποταμὸς ταράσσηται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. »

Οὕτω καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐνεργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσεις περιαγάγωσιν.

Codd. Pa 29 Pb 26 Pd 21 Pf 9 Ph 9 Me 9 Mf 9.

Un pêcheur pêchait dans une rivière. Il avait tendu ses filets, et en avait barré le courant d’une rive à l’autre ; puis ayant attaché une pierre au bout d’une corde de lin, il en battait l’eau, pour que les poissons affolés se jetassent en fuyant dans les mailles du filet. Un des habitants du voisinage, le voyant faire, lui reprocha de troubler la rivière et de les forcer à boire de l’eau trouble. Il répondit : « Mais si la rivière n’est pas ainsi troublée, force me sera à moi de mourir de faim. »

Il en est ainsi dans les États : les démagogues y font d’autant mieux leurs affaires qu’ils ont jeté leur pays dans la discorde.

Chambry 27.2

Aliter — Autre version §

[P26]

Ἁλιεὺς ἔν τινι ποταμῷ ἡλίευεν. Διατείνας δὲ τὰ δίκτυα καὶ τὸ ῥεῦμα περιλαϐὼν ἑκατέρωθεν, καλωδίῳ προσδήσας λίθον, τὸ ὕδωρ ἔτυπτεν, ὅπως οἱ ἰχθύες φεύγοντες ἀπαραφυλάκτως τοῖς βρόχοις ἐμπέσωσι. Τῶν δὲ περὶ τὸν τόπον οἰκούντων τις θεασάμενος τοῦτο ποιοῦντα ἐμέμφετο ὡς τὸν ποταμὸν θολοῦντα καὶ διειδὲς ὕδωρ μὴ συγχωροῦντα πίνειν. Καὶ ὃς ἀπεκρίνατο· « Ἀλλ’ εἰ μὴ οὕτως ὁ ποταμὸς ταράττεται, ἐμὲ δεήσει λιμώττοντα ἀποθανεῖν. »

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν πόλεων οἱ δημαγωγοὶ τότε μάλιστα ἐργάζονται, ὅταν τὰς πατρίδας εἰς στάσιν περιάγωσιν.

Codd. La 91 Lc 27 Le 22 Lf 91 Lg 27 Mg 14 Mj 25 Ml 19.

Chambry 28

Ἁλκύων — L’alcyon. §

[P25]

Ἁλκύων ὄρνεόν ἐστι φιλέρημον διὰ παντὸς ἐν θαλάττῃ διαιτώμενον. Ταύτην λέγεται τὰς τῶν ἀνθρώπων θήρας φυλαττομένην ἐν σκοπέλοις παραθαλαττίοις νεοττοποιεῖσθαι. Καὶ δή ποτε τίκτειν μέλλουσα παραγένετο εἴς τι ἀκρωτήριον καὶ θεασαμένη πέτραν ἐπὶ θαλάττῃ ἐνταῦθα ἐνεοττοποιεῖτο. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, συνέϐη τὴν θάλασσαν ὑπὸ λαϐροῦ πνεύματος κυματωθεῖσαν ἐξαρθῆναι μέχρι τῆς καλιᾶς καὶ ταύτην ἐπικλύσασαν τοὺς νεοττοὺς διαφθεῖραι. Καὶ ἡ ἁλκύων ἐπανελθοῦσα, ὡς ἔγνω τὸ γεγονός, εἶπεν· « Ἀλλ’ ἔγωγε δειλαία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη, ἐπὶ ταύτην κατέφυγον, ἣ πολλῷ μοι γέγονεν ἀπιστοτέρα. »

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τοὺς ἐχθροὺς φυλαττόμενοι λανθάνουσιν πολλῷ χαλεπωτέροις τῶν ἐχθρῶν φίλοις ἐμπίπτοντες.

Codd. Pa 28 Pb 25 Pd 20 Pf 10 Pg 17 Me 10 Mf 10 — La 90 Lb 21 Le 21 Lf 90 Lh 10 Mg 13 Mj 24 Ml 18.

L’alcyon est un oiseau qui aime la solitude et qui vit constamment sur la mer. On dit que, pour se garder contre les hommes qui le chassent, il niche dans les rochers du rivage. Or un jour un alcyon qui allait couver monta sur un promontoire, et, apercevant un rocher qui surplombait la mer, y fit son nid. Mais un jour qu’il était sorti pour aller à la pâture, il arriva que la mer, soulevée par une bourrasque, s’éleva jusqu’au nid, le couvrit d’eau et noya les petits. Quand l’alcyon fut de retour et vit ce qui était arrivé, il s’écria : « Que je suis malheureux, moi qui, me méfiant des embûches de la terre, me suis réfugié sur cette mer, pour y trouver encore plus de perfidie ! »

C’est ainsi que certains hommes, qui se tiennent en garde contre leurs ennemis, tombent, sans qu’ils s’en doutent, sur des amis beaucoup plus dangereux que leurs ennemis.

Chambry 29

Ἀλώπεκες <ἐπὶ τῷ Μαιάνδρῳ> – Les renards au bord du Méandre. §

[P232]

Ποτὲ ἀλώπεκες ἐπὶ τὸν Μαίανδρον ποταμὸν συνηθροίσθησαν, πιεῖν ἐξ αὐτοῦ θέλουσαι. Διὰ δὲ τὸ ῥοιζηδὸν φέρεσθαι τὸ ὕδωρ, ἀλλήλας προτρεπόμεναι οὐκ ἐτόλμων εἰσελθεῖν. Μιᾶς δὲ αὐτῶν διεξιούσης, ἐπὶ τῷ εὐτελίζειν τὰς λοιπὰς καὶ δειλίαν καταγελώσης, ἑαυτὴν ὡς γενναιοτέραν προκρίνασα θαρσαλέως εἰς τὸ ὕδωρ ἐπήδησεν. Τοῦ δὲ ῥεύματος ταύτην εἰς μέσον κατασύραντος, καὶ τῶν λοιπῶν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἑστηκυιῶν, πρὸς αὐτὴν εἰπουσῶν· « Μὴ ἐάσῃς ἡμᾶς, ἀλλὰ στραφεῖσα ὑπόδειξον τὴν εἴσοδον δι’ ἧς ἀκινδύνως δυνησόμεθα πιεῖν, » ἐκείνη ἀπαγομένη ἔλεγεν· « Ἀπόκρισιν ἔχω εἰς Μίλητον, καὶ ταύτην ἐκεῖσε ἀποκομίσαι βούλομαι· ἐν δὲ τῷ ἐπανιέναι με ὑποδείξω ὑμῖν. »

Πρὸς τοὺς κατὰ ἀλαζονείαν ἑαυτοῖς κίνδυνον ἐπιφέροντας.

Codd. Pf 118 Me 152 Mf 127.

Un jour des renards se rassemblèrent sur les bords du Méandre, dans l’intention de s’y désaltérer. Mais, comme l’eau coulait en grondant, ils avaient beau s’exciter les uns les autres, ils n’osaient s’y aventurer. Alors l’un d’eux, prenant la parole pour humilier les autres, se moqua de leur couardise. Quant à lui, se vantant d’être plus brave que les autres, il sauta hardiment dans l’eau. Comme le courant l’entraînait vers le milieu, les autres, postés sur la berge, lui crièrent : « Ne nous abandonne pas, reviens, et montre-nous le passage par où nous pourrons boire sans danger. » Et lui, emporté par le courant, répondit : « J’ai un message pour Milet, et je veux l’y porter ; à mon retour je vous ferai voir le passage. »

Ceci s’applique à ceux qui par fanfaronnade se mettent eux-mêmes en danger.

Chambry 30 §

Chambry 30.1

Ἀλώπηξ ἐξογκωθεῖσα τὴν γαστέρα — Le renard au ventre gonflé. §

[P24]

Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἔν τινι δρυὸς κοιλώματι ἄρτους καὶ κρέα ὑπό τινων ποιμένων καταλελειμμένα, ταῦτα εἰσελθοῦσα κατέφαγεν. Ἐξογκωθεῖσα δὲ τὴν γαστέρα, ἐπειδὴ οὐκ ἠδύνατο ἐξελθεῖν, ἐστέναζε καὶ ὠδύρετο. Ἑτέρα δὲ ἀλώπηξ τῇδε παριοῦσα, ὡς ἤκουσεν αὐτῆς τὸν στεναγμόν, προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν. Μαθοῦσα δὲ τὰ γεγενημένα ἔφη πρὸς αὐτήν· « Ἀλλὰ μένε τέως σὺ ἐνταῦθα, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες, καὶ οὕτω ῥᾳδίως ἐξελεύσῃ. »

Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Codd. Pa 27 Pb 24 Pc 8 Pd 19 Ma 21.

Un renard affamé, ayant aperçu dans le creux d’un chêne des morceaux de pain et de viande que des bergers y avaient laissés, y pénétra et les mangea. Mais son ventre s’étant gonflé, il ne put sortir et se mit à gémir et à se lamenter. Un autre renard, qui passait par là, entendit ses plaintes et s’approchant lui en demanda la cause. Quand il sut ce qui était arrivé : « Eh bien ! dit-il, reste ici jusqu’à ce que tu redeviennes tel que tu étais en y entrant, et alors tu en sortiras facilement. »

Cette fable montre que le temps résout les difficultés.

Chambry 30.2

Aliter — Autre version §

[P24]

Ἀλώπηξ λιμὼττουσα [ἐν πείνῃ] ἐθεάσατο ἐπί τινα καλύϐην βοσκοῦ κρέα καὶ ἄρτον ὑπ’ αὐτοῦ καταλειφθέντα, καὶ εἰσελθοῦσα διὰ στενοτάτης ὀπῆς ἔφαγεν αὐτὰ ἡδέως. Ἐξογκωθείσης δὲ αὐτῆς τῆς γαστρὸς καὶ διὰ τοῦτο μὴ δυναμένη ἐξελθεῖν τῆς καλύϐης ἔστενε καὶ ἐπωδύρετο. Ἑτέρα δὲ ἀλώπηξ διερχομένη ἤκουσεν αὐτῆς τῶν στεναγμῶν καὶ προσελθοῦσα ἐπυνθάνετο δι’ ἣν αἰτίαν τοῦτο ποιεῖ. Μαθοῦσα δὲ τὸ γεγονὸς ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ μένε τέως ἐνταῦθα σύ, ἕως ἂν τοιαύτη γένῃ ὁποία οὖσα εἰσῆλθες. »

Ὁ λόγος δηλοῖ ὅτι τὰ χαλεπὰ τῶν πραγμάτων ὁ χρόνος διαλύει.

Codd. Ca 12 Cb 20 Cd 20 Ce 16 Cf 17 Ch 27 Mc 24 Md 26 Mh 20 Mi 61 Mk 25 Ml 25 Mm 26.

Chambry 30.3

Aliter — Autre version §

[P24]

<Ἐν> κοιλώματι δρυὸς στενωτάτῳ ποιμένος ἔκειτο πήρα μεθ’ ὧν εἶχε βρωμάτων. Ἀλώπηξ δὲ μαθοῦσα, νῆστις οὖσα καὶ λεπτοτάτη, εἰσελθοῦσα ἐνεπλήσθη κρεῶν. Ὀγκωθείσης δὲ τῆς γαστρός, ἐξελθεῖν τῆς στενῆς ὀπῆς οὐκ ἠδύνατο. Ἑτέρα δὲ αὐτῇ ἀλώπηξ γελῶσα ἔφη· « Οὐκ ἐξελεύσῃ, ἕως ἂν τὴν γαστέρα ποιήσῃς οἵαν ὅτε εἰσῆλτες. »

Ὅτι οὐ δεῖ τινα δολίως ἢ ἀπλήστως πλεονεκτεῖν· ἐν ὑστέρῳ γάρ, κἂν μὴ θέλῃ, πάντα κακῶς ἀποδώσει.

Codd. Ba 64 Bb 40.

Chambry 31 §

Chambry 31.1

Ἀλώπηξ καὶ βάτος — Le renard et la ronce. §

[P19]

Ἀλώπηξ φραγμὸν ἀναϐαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἔμελλε, βάτου ἐπελάϐετο. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς διατεθεῖσα, ᾐτιᾶτο αὐτὴν ὅτι καταφυγοῦσα ἐπ’ αὐτὴν ὡς ἐπὶ βοηθὸν χείρονι αὐτῇ ἐχρήσατο. Καὶ ἡ βάτος ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ ἐσφάλης τῶν φρενῶν, ὦ αὕτη, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις αὐτὴ πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. »

Οὕτως καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι τούτοις ὡς βοηθοῖς προσφεύγουσιν οἷς τὸ ἀδικεῖν μᾶλλόν ἐστιν ἔμφυτον.

Codd. Pa 5 Pb 19 Pc 4 Pd 15 Pf 14 Pg 14 Ph 14 Pi 4 Ma 5 Mb 7 Me 14 Mf 14.

Chambry 31.2

Aliter — Autre version §

[P19]

Ἀλώπηξ φραγμὸν ἀναϐαίνουσα, ἐπειδὴ ὀλισθαίνειν ἤμελλεν, βάτου ἐπελάϐετο πρὸς βοήθειαν. Ξυσθεῖσα δὲ τὸ πέλμα καὶ δεινῶς πληγωθεῖσα εἶπε πρὸς αὐτήν· « Αἶ ἐμέ· καταφυγοῦσα γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθόν, χεῖρόν μοι ἐχρήσω. – Ἀλλ’ ἐσφάλης, ὦ φίλη, φησὶν ἡ βάτος, ἐμοῦ ἐπιλαϐέσθαι βουληθεῖσα, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοί εἰσιν ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

Codd. Ca 8 Cb 10 Cc 7 Cd 10 Ce 10 Cf 11 Ch 10 Mc 7 Mh 8 Mk 8.

Chambry 31.3

Aliter — Autre version §

[P19]

Ἀλώπηξ φραγμὸν ἀναϐαίνουσα, ἐπειδὴ ὀλισθήσασα καταπίπτειν ἔμελλεν, ἐπελάϐετο πρὸς βοήθειαν βάτου. Καὶ δὴ τοὺς πόδας ἐπὶ ταῖς ἐκείνης κέντροις αἱμάξασα καὶ ἀλγήσασα πρὸς αὐτὴν εἶπεν· « Οἴμοι· καταφυγοῦσάν με γὰρ ἐπὶ σὲ ὡς ἐπὶ βοηθὸν σὺ χεῖρον διέθηκας. - Ἀλλ’ ἐσφάλης, ὦ αὕτη, φησὶν ἡ βάτος, ἐμοῦ βουληθεῖσα ἐπιλαϐέσθαι, ἥτις πάντων ἐπιλαμϐάνεσθαι εἴωθα. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων μάταιοι ὅσοι βοηθοῖς προστρέχουσιν οἷς τὸ ἀδικεῖν μᾶλλον ἔμφυτον.

Codd. La 8 Lb 7 Le 7 Lf 8 Md 7 Mi 42 Mj 8 Ml 7 Mm 7.

Un renard, franchissant une clôture, glissa, et se voyant sur le point de tomber, saisit une ronce pour s’aider de son secours. Les épines de la ronce lui ayant mis les pattes en sang, il eut mal et lui dit : « Hélas ! j’ai eu recours à toi pour m’aider, et tu m’as mis plus mal en point. — Eh bien ; tu t’es fourvoyé, l’ami, dit la ronce, en voulant t’accrocher à moi qui ai l’habitude d’accrocher tout le monde. »

Cette fable montre que chez les hommes aussi ceux-là sont des sots qui ont recours à l’aide de ceux que leur instinct porte plutôt à faire du mal.

Chambry 32 §

Chambry 32.1

Ἀλώπηξ καὶ βότρυς — Le renard et les raisins. §

[P15]

Ἀλώπηξ λιμώττουσα, ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠϐουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. Ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· « Ὄμφακές εἰσιν. »

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι’ ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.

Codd. Pa 23 Pb 15 Pc 2 Pg 11 Ca 5.

Un renard affamé, voyant des grappes de raisin pendre à une treille, voulut les attraper ; mais ne pouvant y parvenir, il s’éloigna en se disant à lui-même : « C’est du verjus. »

Pareillement certains hommes, ne pouvant mener à bien leurs aflaires, à cause de leur incapacité, en accusent les circonstances.

Chambry 32.2

Aliter — Autre version §

[P15]
Ποτὲ ἀλώπηξ βότρυν θεασαμένη
πέπειρον ἐπειρᾶτο λαϐεῖν εἰς βρῶσιν,
καὶ μὴ δυνηθεῖσα μειδιάσασ’ ἔφη·
« Τί κάμνω ; ὄμφακες γάρ εἰσιν <ἐκεῖνοι>·
λήψομαι αὐτούς, ὅταν πέπειροι ὦσι. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀποτυχόντες τῶν πραγμάτων σπουδάζουσι διὰ ψεύδους καλύψαι τὴν ἀλήθειαν.

Codd. Ce 97 Cf 103.

Chambry 32.3

Aliter — Autre version §

[P15]

Βότρυας πεπείρους ἀλώπηξ κρεμαμένους ἰδοῦσα, τούτους ἐπειρᾶτο καταφαγεῖν· πολλὰ δὲ καμοῦσα καὶ μὴ δυνηθεῖσα ψαῦσαι, τὴν λύπην παραμυθουμένη ἔλεγεν· « Ὄμφακες ἔτι εἰσίν. »

[Ὅτι] τοὺς δι’ ἀδυναμίαν τινὸς ἀποτυγχάνοντας πράγματος καὶ θέλοντας τοῦτο διὰ ψεύδους καλύψαι ἐλέγχει ὁ μῦθος.

Codd. Ba 18 Bb 12 Mg 31.

Chambry 32.4

Aliter — Autre version §

[P15]

Βότρυας πεπείρους ἀλώπηξ ἀπῃωρημένους ἰδοῦσα, κατάξαι τούτους καὶ ἔδεσθαι πολυτρόπως ἐμηχανᾶτο. Πολλὰ δὲ καμοῦσα καὶ ὅλως ψαῦσαι τούτων μὴ δυνηθεῖσα παρεμυθεῖτο τὴν ἑαυτῆς ἀτυχίαν καὶ ἔλεγεν· « Ὄμφακες εἰσιν ἔτι καὶ ἄμαχοι τοῖς ὀδοῦσι. »

Ὅτι ἐν τοῖς ἀδυνάτοις τινὲς αἰδούμενοι ἑτέρας κενὰς προφασίζονται ἀφορμάς.

Cod. Bc 15.

Chambry 32.5

Aliter — Autre version §

[P15]
Ποτὲ κατεῖδε τοὺς βότρυας ἀλώπηξ
πεπείρους πάνυ τὰς ῥωγὰς δεικνυμένους
καὶ ἐπειρᾶτο τούτους λαϐεῖν εἰς βρῶσιν·
ἥτις εἰς τοῦτο πολλὰ μηχανωμένη
οὐκ ἠδυνήθη τὴν ὄρεξιν πληρῶσαι.
Μετὰ δὲ ταῦτα μειδιάσασα αὕτη
εὐθὺς τὸ πένθος εἰς χαρὰν μεταϐάλλει,
ἀναϐοῶσα· « Ὄμφακές εἰσι ταῦτα. »

Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἀποτυχόντες τῶν πραγμάτων σπουδάζουσι διὰ τοῦ ψεύδους συγκαλύψαι τὴν ἧτταν.

Codd. Ca 170 Cb 88 Cd 102 Cg 33 Ch 108.

Chambry 32.6

Aliter — Ἀλώπηξ πρὸς ὄμφακας καὶ μῦς. §

[P15]

Ἀλώπηξ ἐν κρεϐαττινᾷ βότρυας πεπείρους ἰδοῦσα ἤμελλε φαγεῖν μέν, ἐν ὕψει δὲ ὄντας οὐκ ηὐπόρει φαγεῖν. Μῦς δὲ ἰδὼν ταύτην ἐμειδίασεν εἰπών· « Οὐδὲν τρώγεις. » Ἡ δὲ ἀλώπηξ μὴ θέλουσα ἡττηθῆναι παρὰ τοῦ μυὸς ἔφη· « Ὄμφακές εἰσιν. »

Ὅτι τοὺς πονηροὺς καὶ μὴ βουλομένους πείθεσθαι τῷ λόγῳ ὁ μῦθος ἐλέγχει.

Cod. Ma 158.

Chambry 33

Ἀλώπηξ καὶ δράκων — Le renard et le dragon. §

[P268]

[Συκέα παρ’ ὁδὸν ἦν.] Ἀλώπηξ [δὲ] θεασαμένη δράκοντα κοιμώμενον ἐζήλωσεν αὐτοῦ τὸ μῆκος· βουλομένη δὲ αὐτῷ ἐξισωθῆναι παραναπεσοῦσα ἐπειρᾶτο ἑαυτὴν ἐκτείνειν, μέχρις οὗ ὑπερϐιαζομένη ἔλαθε ῥαγεῖσα.

Τοῦτο πάσχουσιν οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι· θᾶττον γὰρ αὐτοὶ διαρρήγνυνται ἢ ἐκείνων ἐφικέσθαι δύνανται.

Codd. Pa 216 Pc 115.

[Il y avait un figuier près d’une route.] Un renard, ayant aperçu un dragon endormi, envia sa longueur, et, voulant l’égaler, il se coucha près de lui et essaya de s’allonger, jusqu’à ce que, outrant son effort, l’imprévoyant animal creva.

C’est le cas de, ceux qui rivalisent avec de plus forts qu’eux : ils crèvent eux-mêmes, avant de pouvoir les atteindre.

Chambry 34 §

Chambry 34.1

Ἀλώπηξ καὶ δρυτόμος — Le renard et le bûcheron. §

[P22]

Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. Ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύϐην εἰσελθοῦσαν κρυϐῆναι. Μετ’ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. Τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’ αὐτοῦ, ἀλλ’ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ μὲν σαφῶς ἐπαγγελλομένους, δι’ ἔργων δὲ φαῦλα δρῶντας.

Codd. Pa 25 Pb 22 Pc 7 Pd 18 Pg 16 Ma 19.

Un renard qui fuyait devant des chasseurs aperçut un bûcheron, et le supplia de lui trouver une cachette. Celui-ci l’engagea à entrer dans sa cabane et à s’y cacher. Quelques instants après les chasseurs arrivèrent et demandèrent au bûcheron s’il n’avait pas vu un renard passer par là. De la voix il répondit qu’il n’en avait pas vu ; mais de la main il fit un geste pour indiquer où il était caché. Les chasseurs ne prirent pas garde au geste, mais s’en rapportèrent aux paroles ; et le renard, les voyant s’éloigner, sortit et s’en alla sans mot dire. Comme le bûcheron lui reprochait que, sauvé par lui, il ne lui témoignait même pas d’un mot sa reconnaissance, le renard répondit : « Je t’aurais dit merci, si tes gestes et tes procédés s’accordaient avec tes discours. »

On pourrait appliquer cette fable aux hommes qui font hautement profession de vertu et en fait se conduisent en coquins.

Chambry 34.2

Aliter — Ἀλώπηξ καὶ δρυοτόμος. §

[P22]

Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. Ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύϐην. Ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. Αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθεν <οὐ> προσφωνοῦσα. Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »

Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας.

Codd. Ca 10 Cb 12 Cc 9 Cd 12 Ce 12 Cf 13 Ch 12 Mc 19 Md 19 Me 29 Mf 27 Mh 10 Mi 54 Mk 20 Ml 20 Mm 19 Lf 131.

Chambry 34.3

Aliter — Autre version §

[P22]

Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. Τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύϐην, εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ μὲν φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. Οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν μὲν δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »

Ὁ μῦθος πρὸς τοὺς χρηστὰ μὲν ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.

Codd. La 131 Mg 18.

Chambry 34.4

Aliter — Ἀλώπηξ καὶ δρυτόμος. §

[P22]

Ἔφευγεν ἀλώπηξ, κυνηγὸς δὲ ἐπεδιωκεν. Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. Ὁ δὲ συνέθετο· ἡ δὲ ἐκρύϐη. Ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. Ὁ δὲ· « Οὐκ εἶδον », εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. Ὁ δὲ τῷ λόγῳ πιστεύσας, τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. Ἡ δὲ ἀλώπηξ γελῶσα ἐξῆλθεν. Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· « Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. » Ἡ δὲ εἶπεν· « Ἠκροασάμην πάντα· ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας. »

Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.

Codd. Ba 41 Bb 27.

Chambry 34.5

Aliter — Autre version §

[P22]

Ἀλώπηξ κυνηγοὺς φεύγουσα εἰς δρυμῶνα κατήντησε. Δρυτόμον δὲ ἰδοῦσα παρεκάλει τοῦτον ὁρκίζουσα μὴ προδώσειν τοῖς κυνηγοῖς. Ὁ δὲ συνέθετο τοῦτο ποιῆσαι. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ μὲν στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. Τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον. Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· « Ἄπελθε τὸ ζῆν παρ’ ἐμοῦ ἔχουσα. » Ἡ δ’ ἀλώπηξ ἔφη· « Οὐκ ἔχω σοι χάριν· τῷ μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας. »

Cod. Bd 20.

Chambry 35 §

Chambry 35.1

Ἀλώπηξ καὶ κροκόδειλος — Le renard et le crocodile. §

[P20]

Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος καὶ τὸ τελευταῖον λέγοντος ὡς γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ἔφη· « Ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. »

Οὕτως καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.

Codd. Pa 6 Pb 20 Pc 5 Pd 16 Pf 11 Pg 15 Ph 10 Ma 6 Mb 8 Me 11 Mf 11.

Le renard et le crocodile contestaient de leur noblesse. Le crocodile s’étendit longuement sur l’illustration de ses aïeux et finit par dire que ses pères avaient été gymnasiarques. « Tu peux t’épargner la peine de le dire, répliqua le renard : ta peau fait assez voir que depuis de longues années tu es rompu aux exercices du gymnase. »

Il en est de même chez les hommes : les menteurs sont confondus par les faits.

Chambry 35.2

Aliter — Autre version §

[P20]

Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος καὶ ὑπερηφανευομένου περὶ τῆς τῶν προγόνων λαμπρότητος, ἡ ἀλώπηξ ὑπολαϐοῦσα ἔφη· « Ὦ οὗτος, ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, τὸ γοῦν δέρμα σοῦ δείκνυσιν ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος. »

Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχός ἐστι τὰ πράγματα.

Codd. Ca 9 Cb 11 Cc 8 Cd 11 Ce 11 Cf 12 Ch 11 Mc 8 Mh 9 Mk 9.

Chambry 35.3

Aliter — Autre version §

[P20]

Ἀλώπηξ καὶ κροκόδειλος ἠμφισϐήτουν περὶ εὐγενείας· πολλὰ δὲ τοῦ κροκοδείλου ὑπερήφανα περὶ τῆς τῶν προγόνων διεξιόντος λαμπρότητος, ὡς γεγυμνασιαρχηκότων, ἡ ἀλώπηξ ὑπολαϐοῦσα· « Ὦ τᾶν, εἶπεν, ἀλλὰ κἂν μὴ σὺ λέγῃς, ἀλλ’ ἀπὸ τοῦ δέρματός γε φαίνῃ ὡς ἐκ παλαιῶν ἐτῶν εἶ γεγυμνασμένος. »

Ὁ μῦθος δηλοῖ ὅτι τῶν ψευδομένων ἀνδρῶν ἔλεγχος τὰ πράγματα γίνεται.

Codd. La 9 Lb 8 Le 8 Lf 9 Md 8 Mi 43 Mj 10 Ml 8 Mm 8.

Chambry 36

Ἀλώπηξ καὶ κύων — Le renard et le chien. §

[P41]

Ἀλώπηξ εἰς ἀγέλην προϐάτον εἰσελθοῦσα, θηλαζόντων τῶν ἀρνίων ἓν ἀναλαϐομένη, προσεποιεῖτο καταφιλεῖν. Ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς τί τοῦτο ποιεῖ· « Tιθηνοῦμαι αὐτό, ἔφη, καὶ προσπαίζω. » Καὶ ὁ κύων ἔφη· « Καὶ νῦν, ἐὰν μὴ ἀφῇς τὸ ἀρνίον ἀφ’ ἑαυτῆς, τὰ κυνῶν σοι προσοίσω. »

Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μῶρον κλέπτην ὁ λόγος εὔκαιρος.

Codd. Pa 42 Pb 41 Pc 14 Pf 16 Pg 20 Ph 16 — Ca 18 Mb 5 Me 16 Mf 16.

Un renard s’étant glissé dans un troupeau de moutons, prit un des agneaux à la mamelle et fit semblant de le caresser. Un chien lui demanda : « Que fais-tu là ? — Je le cajole, dit-il, et je joue avec lui. — Lâche-le tout de suite, s’écria le chien ; sinon, je vais te faire des caresses de chien. »

La fable s’applique au fourbe et au voleur maladroit.

Chambry 37 §

Chambry 37.1

Ἀλώπηξ καὶ πάρδαλις — Le renard et la panthère. §

[P12]

Ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. Τῆς δὲ παρδάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· « Καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποίκιλμαι. »

Ὁ λόγος δηλοῖ ὅτι τοῦ σωματικοῦ κάλλους ἀμείνων ἐστὶν ὁ τῆς διανοίας κόσμος.

Codd. Pa 20 Pb 12 Pd 11 Pg 9 Ma 17 Mc 18 — Ca 13 Cb 24 Cd 24 Cf 18 Ch 31 Md 27 Mh 21 Mi 62 Mk 19 Ml 26 Mm 27 Mn 11 Ld 11.

Le renard et la panthère contestaient de leur beauté. La panthère vantait à tous coups la variété de son pelage. Le renard prenant la parole dit : « Combien je suis plus beau que toi, moi qui suis varié, non de corps, mais d’esprit. »

Cette fable montre que les ornements de l’esprit sont préférables à la beauté du corps.

Chambry 37.2

Aliter — Autre version §

[P12]

Τῆς παρδάλεως ἐριζούσης περὶ κάλλους καὶ τὴν ἑαυτῆς ποικιλίαν προϐαλλομένης, ἡ ἀλώπηξ εἶπε· « Καὶ πόσον ἐγὼ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψύχην πεποικιλμένη τυγχάνω. »

Ὁ μῦθος λέγει ὡς ὁ τῆς διανοίας κόσμος ἀμείνων ἐστὶ τοῦ σωματικοῦ κάλλους.

Cod. Cc 18.

Chambry 37.3

Aliter — Autre version §

[P12]

Στικτή ποτε πάρδαλις ἐκαυχᾶτο φορεῖν ἁπάντων ζῴων ποικιλωτέραν δέρριν. Πρὸς ἣν ἀλώπηξ εἶπεν· « Ἐγώ σου τῆς δορᾶς κρείττονα καὶ ποικιλωτέραν γνώμην ἔχω. »

Ὅτι τοῖς συνετοῖς καὶ ποικίλα φρονοῦσιν μᾶλλον ἔπαινός ἐστιν ἢ τῇ φύσει εὐπρεπέσι καὶ μὴ τῇ γνώμῃ.

Cod. Ba 132.

Chambry 38 §

Chambry 38.1

Ἀλώπηξ καὶ πίθηκος <βασιλεὺς αἱρεθείς> – Le renard et le singe élu roi. §

[P81]

Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ὀρχησάμενος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα, ὡς ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον, ἀγαγοῦσα αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν οὐκ ἐχρήσατο, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε, καὶ παρῄνει αὐτῷ λαμϐάνειν. Τοῦ δὲ ἀτημελήτως ἐπελθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, αἰτιωμένου τε τὴν ἀλώπεκα ὡς ἐνεδρεύσασαν αὐτῷ, ἐκείνη ἔφη· « Ὦ πίθηκε, σὺ δὲ τοιαύτην μωρίαν ἔχων τῶν ἀλόγων ζῴων βασιλεύεις ; »

Οὕτως οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.

Codd. Pa 78 Pb 82 Pc 42 Pe 46 Pf 40 Ph 42 Ma 61 Mb 47.

Le singe, ayant dansé dans une assemblée des bêtes et gagné leur faveur, fut élu roi par elles. Le renard en fut jaloux et, ayant vu un morceau de viande dans un lacs, il y mena le singe en lui disant qu’il avait trouvé un trésor, mais qu’au lieu d’en user lui-même, il le lui avait gardé, comme étant un apanage de la royauté, et il l’engagea à le prendre. Le singe s’en approcha étourdiment et fut pris au lacs. Comme il accusait le renard de lui avoir tendu un piège, celui-ci répliqua : « O singe, sot comme tu es, tu veux régner sur les bêtes ! »

C’est ainsi que ceux qui se lancent inconsidérément dans une entreprise, non seulement échouent, mais encore prêtent à rire.

Chambry 38.2

Aliter — Autre version §

[P81]

Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δὲ αὐτῷ φθονήσασα ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον. Ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν ὡς εὑροῦσα θησαυρὸν αὐτὴ κατὰ τὸν νόμον οὐκ ἐχρήσατο διὰ τὴν βασιλείαν, τὸ γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ ὡς ἂν τοῦτο αὐτὸς λάϐῃ. Τοῦ δὲ ἀμεταμελήτως ἐλθοντος καὶ ὑπὸ τῆς πάγης συλληφθέντος, ᾐτιᾶτο παρ’ αὐτοῦ ἡ ἀλώπηξ ὡς δελεάσασα καὶ ἐνενδρεύσασα αὐτῷ. Ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ πίθηκε, σὺ τοιαύτην μωρίαν ἔχων, τῶν ἀλόγων ζῴων βασιλεύεις ; »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ τοῖς πράγμασιν ἀπερισκέπτως ἐπιχειροῦντες ἐπὶ τῷ δυστυχεῖν καὶ γέλωτα ὀφλισκάνουσιν.

Codd. Ca 69 Cb 45 Cd 42 Ce 47 Cf 51 Ch 52 Mc 44 Mh 45 Mk 48.

Chambry 38.3

Aliter — Autre version §

[P81]

Ἐν συνόδῳ ποτὲ τῶν ἀλόγων ζῴων ὠρχήσατο πίθηκος καὶ εὐδοκιμήσας βασιλεὺς ὑπ’ αὐτῶν ἐχειροτονήθη. Ἀλώπηξ δ’ αὐτῷ φθονήσασα, ὡς ἔν τινι παγίδι κρέας ἐθεάσατο, τὸν πίθηκον λαϐοῦσα ἐνταῦθα ἤγαγεν, ὡς εὕροι μὲν αὐτὴ λέγουσα θησαυρὸν τοῦτον, μὴ μέντοι καὶ χρήσασθαι αὐτῷ· τῷ βασιλεῖ γὰρ τοῦτον ὁ νόμος δίδωσι, καὶ προὐτρέπετο αὐτόν, ἅτε δὴ βασιλέα, τὸν θησαυρὸν ἀνελέσθαι. Ὁ δὲ ἀπερισκέπτως προσελθὼν καὶ συλληφθεὶς ὑπὸ τῆς παγίδος, ὡς ἐξαπατήσασαν ἐμέμφετο τὴν ἀλώπεκα. Ἡ δὲ πρὸς αὐτὸν· « Ὦ πίθηκε, τοιαύτην σὺ μωρίαν ἔχων, τῶν ἀλόγων βασιλεύσεις ; »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πράξεσί τισιν ἀπερισκέπτως ἐπιχειροῦντες δυστυχήμασι περιπίπτουσι.

Codd. La 29 Lb 42 Le 42 Lf 29 Me 49 Mf 44 Mg 57 Mi 85 Mj 50 Ml 60 Mm 63.

Chambry 39

Ἀλώπηξ καὶ πίθηκος <περὶ εὐγενείας ἐρίζοντες> – Le renard et le singe disputant de leur noblesse. §

[P14]

Ἀλώπηξ καὶ πίθηκος ἐν ταὐτῷ ὁδοιποροῦντες περὶ εὐγενείας ἤριζον. Πολλὰ δὲ ἑκατέρου διεξιόντος, ἐπειδὴ ἐγένοντο κατά τινα τόπον, ἐνταῦθα ἀποϐλέψας ἀνεστέναξεν ὁ πίθηκος. Τῆς δὲ ἀλώπεκος ἐρομένης τὴν αἰτίαν, ὁ πίθηκος ἐπιδείξας αὐτῇ τὰ μνήματα, εἶπεν· « Ἀλλ’ οὐ μέλλω κλάειν, ὁρῶν τὰς στήλας τῶν πατρικῶν μου ἀπελευθέρων καὶ δούλων ; » Κἀκείνη πρὸς αὐτὸν ἔφη· « Ἀλλὰ ψεύδου ὅσα βούλει· οὐδεὶς γὰρ τούτων ἀναστὰς ἐλέγξει σε. »

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ψευδολόγοι τότε μάλιστα καταλαζονεύονται, ὅταν τοὺς ἐλέγχοντας μὴ ἔχωσιν.

Codd. Pa 22 Pb 14 Pc 1.

Le renard et le singe voyageant de compagnie disputaient de leur noblesse. Tandis que chacun d’eux détaillait ses titres tout au long, ils arrivèrent en un certain endroit. Le singe y tourna ses regards et se mit à soupirer. Le renard lui en demanda la cause. Alors le singe lui montrant les tombeaux répondit : « Comment ne pas pleurer, en voyant les cippes funéraires des affranchis et des esclaves de mes pères ? — Oh ! dit le renard, tu peux mentir à ton aise : aucun d’eux ne se lèvera pour te démentir ».

Il en est ainsi des hommes : les menteurs ne se vantent jamais plus que quand il n’y a personne pour les confondre.

Chambry 40 §

Chambry 40.1

Ἀλώπηξ καὶ τράγος — Le renard et le bouc. §

[P9]

Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ὑπ’ ἀνάγκης ἔμεινε. Τράγος δὲ δίψει συνεχόμενος ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ· θεασάμενος δὲ αὐτὴν ἐπυνθάνετο εἰ καλόν ἐστι τὸ ὕδωρ· ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη εἰς ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ, καὶ καταϐαίνειν αὐτὸν παρῄνει. Ἐπεὶ δὲ ἀμελετήτως κατῆλθε διὰ τὴν ἐπιθυμίαν, ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον. Καὶ ἡ ἀλώπηξ ὑποτυχοῦσα εἶπε· « Χρήσιμον οἶδα, ἐὰν μόνον θελήσῃς τὴν ἀμφοτέρων σωτηρίαν. Θέλησον οὖν τοὺς ἐμπροσθίους πόδας ἐρεῖσαι τῷ τοίχῳ, ὀρθῶσαι δὲ τὰ κέρατα, ἀναδραμοῦσα δὲ ἐγὼ καὶ σὲ ἀνασπάσω. » Τοῦ δὲ πρὸς τὴν παραίνεσιν αὐτῆς ἑτοίμως ἐπακούσαντος, ἡ ἀλώπηξ ἀναλομένη διὰ τῶν σκελῶν αὐτοῦ καὶ τῶν ὤμων καὶ τῶν κεράτων ἐπὶ τὸ στόμα τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας ἀθετήσασαν, ἐπιστραφεῖσα εἶπε τῷ τράγῳ· « Ὦ οὗτος, εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐηϐήκεις πρὶν τὴν ἄνοδον ἐσκέψω. »

Οὕτως καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

Codd. Pa 2 Pi 1 Ma 2.

Un renard étant tombé dans un puits se vit forcé d’y rester. Or un bouc pressé par la soif étant venu au même puits, aperçut le renard et lui demanda si l’eau était bonne. Le renard, faisant contre mauvaise fortune bon cœur, fit un grand éloge de l’eau, affirmant qu’elle était excellente, et il l’engagea à descendre. Le bouc descendit à l’étourdie, n’écoutant que son désir. Quand il eut étanché sa soif, il se consulta avec le renard sur le moyen de remonter. Le renard prit la parole et dit : « J’ai un moyen, pour peu que tu désires notre salut commun. Veuille bien appuyer tes pieds de devant contre le mur et dresser tes cornes en l’air ; je remonterai par là, après quoi je te reguinderai, toi aussi ». Le bouc se prêta avec complaisance à sa proposition, et le renard, grimpant lestement le long des jambes, des épaules et des cornes de son compagnon, se trouva à l’orifice du puits, et aussitôt s’éloigna. Comme le bouc lui reprochait de violer leurs conventions, le renard se retourna et dit : « Hé ! camarade, si tu avais autant d’idées que de poils au menton, tu ne serais pas descendu avant d’avoir examiné le moyen de remonter. »

C’est ainsi que les hommes sensés ne doivent entreprendre aucune action, avant d’en avoir examiné la fin.

Chambry 40.2

Aliter — Autre version §

[P9]

Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμενε πρὸς τὴν ἀνάϐασιν ἀμηχανοῦσα. Τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ· ἡ δὲ τὴν δυστυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη, καὶ καταϐῆναι αὐτὸν παρῄνει. Ὁ δὲ ἀμελετήτως κατῆλθε διὰ μόνην ἐπιθυμίαν καὶ ἅμα τῷ τὴν δίψαν σϐέσαι μετὰ τῆς ἀλώπεκος ἐσκόπει τὴν ἄνοδον· καὶ ἡ ἀλώπηξ χρήσιμόν τι ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν· « εἰ γὰρ θελήσεις τοὺς ἐμπροσθίους πόδας τῷ τοίχῳ προσερεῖσαι ἐγκλίνας τὰ κέρατα, ἀναδραμοῦσα αὐτὴ διὰ τοῦ σοῦ νώτου καὶ σὲ ἀναϐιϐάσω. » Τοῦ δέ καὶ πρὸς τὴν δευτέραν παραίνεσιν ἑτοίμως ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὸν νῶτον ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, ἐπὶ τὸ στόμα τοῦ φρέατος ἀνελθοῦσα ἀπηλλάττετο. Τοῦ δὲ τράγου μεμφομένου αὐτὴν ὡς τὰς ὁμολογίας παραϐαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· « Ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον δὴ <ἂν> κατεϐεϐήκεις πρὶν ἢ τὴν ἄνοδον ἐσκέψω. »

Οὕτω καὶ τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἰθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.

Codd. Pb 9 Pd 2 Pg 6 Ph 11.

Chambry 40.3

Aliter — Autre version §

[P9]

Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ ἐπάναγκες ἔμεινε, πρὸς τὴν ἀνάϐασιν ἀμηχανοῦσα. Τράγος δὲ δίψῃ συνεχόμενος, ὡς ἐγένετο παρὰ τὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. Ἡ δὲ τὴν συντυχίαν ἀσμενισαμένη, πολὺν ἔπαινον τοῦ ὕδατος παρέτεινε λέγουσα ὡς χρηστὸν εἴη τὸ ὕδωρ καὶ καταϐῆναι αὐτὸν παρῄνει. Ἐπεὶ δὲ καθαλλόμενος διὰ τὸ μόνην ὁρᾶν τὴν ἐπιθυμίαν καθῆκεν αὑτὸν ἐπὶ τὸ φρέαρ εὐθὺς καὶ ἤρξατο ἀποδύρεσθαι μετὰ τῆς ἀλώπεκος τὸ πῶς ἀναϐῶσι. Σκοπουμένη οὖν ἡ ἀλώπηξ ἔφη αὐτῷ· « Ἐπινενόηκά τι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. Ἐὰν γὰρ θελήσῃς τοὺς ἐμπροσθίους σου πόδας ἐπὶ τὸν τοῖχον προσερεῖσαι, ἐγκλίνεσθαι δὲ καὶ τὰ κέρατα, ἀναδραμοῦσα ἐγὼ διὰ τοῦ σοῦ νώτου πρώτη, καὶ σὲ ἀνασπάσω ἐνθένδε. » Ὁ δὲ τράγος τὴν παραίνεσιν τῆς ἀλώπεκος ἀκούσας καὶ ὑπερετήσας, ἡ ἀλώπηξ ἁλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τῶν νώτων αὐτοῦ ἀνέϐη καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα. Καὶ οὕτως ἐξέϐη τοῦ φρέατος.

Cod. Pe 14.

Chambry 40.4

Aliter — Autre version §

[P9]

Ἀλώπηξ πεσοῦσα εἰς φρέαρ βαθὺ ἔμενε πρὸς τὴν ἀνάϐασιν ἀμηχανοῦσα. Τράγος δὲ δίψει συνεχόμενος, ὡς ἐγένετο κατὰ τὸ αὐτὸ φρέαρ, θεασάμενος αὐτὴν ἐπυνθάνετο εἰ καλὸν εἴη τὸ ὕδωρ. Ἡ δὲ τὴν δυστυχίαν ἀσμενισαμένη πολὺν ἔπαινον τοῦ ὕδατος κατέτεινε, λέγουσα ὡς χρηστὸν εἴη καὶ διειδὲς πάνυ, καταϐῆναί τε παρῄνει. Τοῦ δὲ ἀμεταμελήτως καθαλομένου διὰ τὸ εἰς μόνην ὁρᾶν τότε τὴν ἐπιθυμίαν καὶ τὸ τὴν δίψαν σϐέσαι, ἅμα τῷ κορεσθῆναι τοῦ ὕδατος σκοπουμένου τὴν ἄνοδον, χρήσιμόν τι ἡ ἀλώπηξ ἔφη ἐπινενοηκέναι εἰς τὴν ἀμφοτέρων σωτηρίαν. Ὁ δὲ τράγος ἔφη· « Πῶς ; » Ἡ ἀλώπηξ εἶπε· « Τοὺς ἐμπροσθίους σου πόδας τῷ τοίχῳ προσέρεισον καὶ στῆθι ὀρθός, ἔγκλινον δὲ καὶ τὰ κέρατα. Ἀναδραμοῦσα τοίνυν ἐγὼ διὰ τοῦ σοῦ νώτου καὶ ἀρθεῖσα ἄνωθεν, εὐθέως καὶ παραχρῆμα καὶ σὲ ἀνελκύσω ἔξω. » Τοῦ δὲ πρὸς ταῦτα ἑτοίμως τὴν παραίνεσιν ὑπηρετήσαντος, ἡ ἀλώπηξ ἁλλομένη διὰ τῶν σκελῶν αὐτοῦ ἐπὶ τὰ νῶτα ἀνέϐη, καὶ ἀπ’ ἐκείνου ἐπὶ τὰ κέρατα διερεισαμένη, καὶ γενναίως ἐκτιναχθεῖσα, ἐπὶ τοῦ στόματος τοῦ φρέατος εὑρέθη καὶ ἀνελθοῦσα ἀπηλλάττετο. Ὀρχουμένης δὲ αὐτῆς καὶ παιζούσης, ὁ τράγος μυκτηρίζων αὐτὴν καὶ ὀνειδίζων, ὡς τὰς ὁμολογίας καὶ ὑποσχέσεις παραϐαίνουσαν, ἐπιστραφεῖσα εἶπεν· « Ὦ οὗτος, ἀλλ’ εἰ τοσαύτας φρένας εἶχες ὁπόσας ἐν τῷ πώγωνί σου τρίχας, οὐ πρότερον <ἂν> κατεϐεϐήκεις πρὶν τὴν ἄνοδον διεσκέψω. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

Codd. Ca 4 Cb 5 Cc 3 Cd 5 Ce 5 Cf 5 Ch 5 Mh 3.

Chambry 40.5

Aliter — Autre version §

[P9]

Ἀλώπηξ καὶ τράγος διψῶντες εἰς φρέαρ κατέϐησαν· μετὰ δὲ τὸ πιεῖν, τοῦ τράγου σκεπτομένου τὴν ἄνοδον, ἡ ἀλώπηξ ἔφη· « Θάρσει, χρήσιμόν τι καὶ εἰς τὴν ἀμφοτέρων σωτηρίαν ἐπινενόηκα. Εἰ γὰρ ὄρθιος σταθεὶς τοὺς ἐμπροσθίους τῶν ποδῶν τῷ τοίχῳ προσερείσεις, καὶ τὰ κέρατα ὁμοίως εἰς τοὔμπροσθεν κλινεῖς, ἀναδραμοῦσα διὰ τῶν σῶν αὐτὴ νώτων καὶ κεράτων, καὶ ἔξω τοῦ φρέατος ἐκεῖθεν πηδήσασα, καὶ σὲ μετὰ τοῦτο ἀνασπάσω ἐντεῦθεν. » Τοῦ δὲ τράγου πρὸς τοῦτο ἑτοίμως ὑπηρετησαμένου, ἐκείνη τοῦ φρέατος οὕτως ἐκπηδήσασα ἐσκίρτα περὶ τὸ στόμιον ἡδομένη. Ὁ δὲ τράγος αὐτὴν ἐμέμφετο, ὡς παραϐαίνουσαν τὰς συνθήκας. Ἡ δ’· « Ἀλλ’ εἰ τοσαύτας, εἶπε, φρένας ἐκέκτησο, ὁπόσας ἐν τῷ πώγωνι τρίχας, οὐ πρότερον ἂν κατέϐης, πρὶν ἢ τὴν ἄνοδον σκέψασθαι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τὸν φρόνιμον ἄνθρωπον δεῖ πρότερον τὰ τέλη σκοποῦντα τῶν πραγμάτων, εἶθ’ οὕτως αὐτοῖς ἐγχειρεῖν.

Codd. La 4 Lb 3 Lc 1 Ld 1 Le 3 Lf 4 Lg 1 Mc 4 Md 3 Me 21 Mf 21 Mg 4 Mi 38 Mj 4 Mk 5 Ml 3 Mm 3 Mn 1.

Chambry 40.6

Aliter — Autre version §

[P9]

Τράγος ἐν θέρει σφοδρῶς διψήσας κατῆλθεν εἰς βαθύκρημνον ὕδωρ πιεῖν. Πιὼν δὲ καὶ χορτασθεὶς οὐκ ἠδύνατο ἀνελθεῖν καὶ μετενόει καὶ βοηθὸν ἐζήτει. Ἀλώπηξ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ ἀνόητε, εἰ τόσας φρένας εἶχες ὅσας ἐν τῷ πώγωνι τρίχας, πρότερον οὐκ ἂν κατέϐης, εἰ μὴ τὴν ἄνοδον ἐσκέψω. »

Ὅτι δεῖ πρότερον προσκοποῦντα τὰ τέλη τῶν πραγμάτων οὕτω ποιεῖσθαι τὰς τούτων ἐγχειρήσεις.

Codd. Ba 134 Bb 81.

Chambry 40.7

Aliter — Autre version §

[P9]
Τράγος δὲ πάλαι διψήσας ἐν τῷ θέρει
κάτω κατῆλθε πιεῖν εἰς φρέαρ ὕδωρ.
Ὁ δὲ κορεσθεὶς ἀνελθεῖν οὐκ εὐπόρει,
ὃς μετενόει καὶ βοηθὸν ἐζήτει,
ὅπως ἀνέλθῃ ἐκ τοῦ βάθους ὁ τράγος.
Ἡ δὲ ἀλώπηξ τοῦτον ἐκϐλεψαμένη
ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει·
« Ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,
εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,
οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον ᾔδεις. »

Οὕτω τῶν ἀνθρώπων τοὺς φρονίμους δεῖ πρῶτον τὰ τέλη τῶν πραγμάτων σκοπεῖν, εἶθ’ οὕτως αὐτοῖς ἐπιχειρεῖν.

Cod. Mb 205.

Chambry 41 §

Chambry 41.1

Ἀλώπηξ κολουρός — Le renard écourté. §

[P17]

Ἀλώπηξ ὑπό τινος πάγης τὴν οὐρὰν ἀποκοπεῖσα, ἐπειδὴ δι’ αἰσχύνην ἀϐίωτον ἡγεῖτο τὸν βίον ἔχειν, ἔγνω δεῖν καὶ τὰς ἄλλας ἀλώπεκας εἰς τὸ αὐτὸ προαγαγεῖν, ἵνα τῷ κοινῷ πάθει τὸ ἴδιον ἐλάττωμα συγκρύψῃ. Καὶ δὴ ἁπάσας ἀθροίσασα παρῄνει αὐταῖς τὰς οὐρὰς ἀποκόπτειν, λέγουσα ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο, ἀλλὰ καὶ περισσόν τι αὐταῖς βάρος προσήρτηται. Τούτων δέ τις ὑποτυχοῦσα ἔφη· « Ὦ αὕτη, ἀλλ’ εἰ <μή> σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν τοῦτο συνεϐούλευσας. »

Οὗτος ὁ λόγος ἁρμόττει πρὸς ἐκείνους οἳ τὰς συμϐουλίας ποιοῦνται τοῖς πέλας οὐ δι’ εὔνοιαν, ἀλλὰ διὰ τὸ ἑαυτοῖς συμφέρον.

Codd. Pa 24 Pb 17 Pd 14 Pf 13 Pg 13 Ph 13 Ma 18 Me 13 Mf 13 — Ca 6 Cb 8 Cc 6 Cd 8 Ce 8 Cf 8 Ch 8 Mc 6 Mh 6 Mk 7.

Un renard, ayant eu la queue coupée par un piège, en était si honteux qu’il jugeait sa vie impossible ; aussi résolut-il d’engager les autres renards à s’écourter de même, afin de cacher dans la mutilation commune son infirmité personnelle. En conséquence il les assembla tous et les engagea à se couper la queue, disant que c’était non seulement un enlaidissement, mais encore un poids inutile que cet appendice. Mais un des renards prenant la parole dit : « Hé ! camarade, si ce n’était pas ton intérêt, tu ne nous aurais pas donné ce conseil. »

Cette fable convient à ceux qui donnent des conseils à leur prochain, non par bienveillance, mais par intérêt personnel.

Chambry 41.2

Aliter — Autre version §

[P17]

Ἀλώπηξ ἐν παγίδι ληφθεῖσα καί ἀποκοπείσης τῆς οὐρᾶς διαδρᾶσα, ἀϐίωτον ὑπ’ αἰσχύνης ἡγεῖτο τὸν βίον. Ἔγνω οὖν καὶ τὰς ἄλλας ἀλώπεκας τοῦτ’ αὐτὸ νουθετῆσαι ὡς ἂν τῷ κοινῷ πάθει τὸ ἴδιον συγκαλύψειεν αἶσχος. Καὶ δὴ πάσας ἀθροίσασα παρῄνει τὰς οὐρὰς ἀποκόπτειν, ὡς οὐκ ἀπρεπὲς μόνον τοῦτο τὸ μέλος ὄν, ἀλλὰ καὶ περιττὸν βάρος προσηρτημένον. Ὑπολαϐοῦσα δέ τις αὐτῶν εἶπεν· « Ὠ αὕτη, ἀλλ’ εἰ οὔ σοι τοῦτο συνέφερεν, οὐκ ἂν ἡμῖν αὐτὸ συνεϐούλευες. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων οὐ δι’ εὔνοιαν τὰς πρὸς τοὺς πέλας ποιοῦνται συμϐουλίας, διὰ δὲ τὸ αὐτοῖς συμφέρον.

Codd. La 7 Lb 6 Le 6 Lf 7 Lh 4 Md 6 Mi 41 Mj 7 Ml 6 Mm 6.

Chambry 42 §

Chambry 42.1

Ἀλώπηξ <μηδέποτε θεασαμένη λέοντα> – Le renard qui n’avait jamais vu de lion. §

[P10]

Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα συντυχίαν ὑπήντησε, τὸ μὲν πρῶτον ἰδοῦσα οὕτως διεταράχθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοϐήθη μέν, ἀλλ’ οὐχ οὕτως ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη οὕτω κατεθάρρησεν ὡς καὶ προσελθοῦσα αὐτῷ διελέχθη.

Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει.

Codd. Pa 1 Pb 10 Pd 3 Pe 15 Pf 12 Pg 7 Ph 12 Ma 1 Mb 6 Me 12 Mf 12.

Un renard n’avait jamais vu de lion. Or le hasard le mit un jour en face de ce fauve. Comme il le voyait pour la première fois, il eut une telle frayeur qu’il faillit en mourir. L’ayant rencontré une deuxième fois, il eut peur encore, mais pas autant que la première fois. Mais à la troisième fois qu’il le vit, il s’enhardit jusqu’à s’en approcher et à causer avec lui.

Cette fable montre que l’accoutumance adoucit même les choses effrayantes.

Chambry 42.2

Aliter — Autre version §

[P10]

Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοϐήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα ἐφοϐήθη μέν, ἀλλὰ οὐκ ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν ὡς προσελθοῦσα αὐτῷ διαλεχθῆναι.

Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων καταπραΰνει.

Codd. Ca 7 Cb 6 Cc 4 Cd 6 Ce 6 Cf 6 Ch 6 Mh 4.

Chambry 42.3

Aliter — Autre version §

[P10]

Ἀλώπηξ μήπω θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην αὐτῷ συνήντησε, τὸ μὲν πρῶτον οὕτως ἐφοϐήθη ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἔπειτα τὸ δεύτερον θεασαμένη, ἐφοϐήθη μέν, οὐ μὴν ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ τοῦτον θεασαμένη οὕτως αὐτοῦ κατεθάρσησεν ὡς καὶ προσελθοῦσα διαλεχθῆναι.

Ὁ μῦθος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ φοϐερὰ τῶν πραγμάτων εὐπρόσιτα ποιεῖ.

Codd. La 5 Lb 4 Lc 2 Ld 2 Le 4 Lf 5 Lg 2 Mc 10 Md 4 Mg 5 Mi 39 Mj 5 Mk 11 Ml 4 Mm 4 Mn 2.

Chambry 43 §

Chambry 43.1

Ἀλώπηξ πρὸς μορμολύκειον — Le renard et le masque. §

[P27]

Ἀλώπηξ εἰσελθοῦσα εἰς πλάστου ἐργαστήριον καὶ ἕκαστον τῶν ἐνόντων διερευνῶσα, ὡς περιέτυχε τραγῳδοῦ προσωπείῳ, τοῦτο ἐπάρασα εἶπεν· « Οἵα κεφαλὴ ἐγκέφαλον οὐκ ἔχει. »

Πρὸς ἄνδρα μεγαλοπρεπῆ μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.

Codd. Pa 8 et 29bis Pb 27 Pc 9 Pf 15 Ph 15 Ma 8 Me 15.

Chambry 43.2

Aliter — Autre version §

[P27]

Ἀλώπηξ εἰσελθοῦσα εἰς οἰκίαν κιθαρῳδοῦ καὶ ἕκαστον τῶν αὐτοῦ σκευῶν ἐρευνησαμένη, εὗρε κεφαλὴν μορμολυκείου εὐφυῶς κατεστευασμένην. Ἀναλαϐοῦσα δὲ αὐτὴν ταῖς οἰκείαις χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. »

Ὁ λόγος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τὸ σῶμα, ἀλογίστους δὲ τὴν ψυχήν.

Codd. Ca 11 Cb 14 Cc 11 Cd 14 Ce 14 Cf 15 Ch 14 Mh 12.

Chambry 43.3

Aliter — Autre version §

[P27]

Ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη, εὗρε καὶ κεφαλὴν μορμολυκείου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαϐοῦσα ταῖς χερσὶν ἔφη· « Ὢ οἵα κεφαλή, καὶ ἔγκεφαλον οὐκ ἔχει. »

Ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ ψυχὴν δὲ ἀλογίστους.

Codd. La 11 Lb 10 Lc 6 Ld 4 Le 10 Lf 11 Lg 6 Mc 12 Md 10 Me in margine 15 Mf 15 Mi 45 Mj 12 Mk 13 Ml 10 Mm 10 Mn 4.

Un renard s’étant glissé dans la maison d’un acteur, fouilla successivement toutes ses hardes, et trouva, entre autres objets, une tête de masque artistement travaillée. Il la prit dans ses pattes et dit : « Oh ! quelle tête ! mais elle n’a pas de cervelle. »

Cette fable convient aux hommes magnifiques de corps, mais pauvres de jugement.

Chambry 44

Ἄνδρες <δύο περὶ θεῶν ἐρίζοντες> - Les deux hommes qui disputent des dieux. §

[P278]

Ἄνδρες δύο ἐμάχοντο τίνες τῶν θεῶν μείζους, Θησεὺς ἢ Ἡρακλῆς. Οἱ δὲ θεοὶ ὀργισθέντες αὐτοῖς ἑκάτερος τὴν ἑτέρου χώραν ἠμύνατο.

Ὅτι τῶν ὑπεξουσίων ἡ ἔρις τοὺς δεσπότας πείθει ὀργίλους εἶναι κατὰ τῶν ὑπηκόων.

Cod. Ba 10.

Deux hommes disputaient qui des deux dieux, Thésée ou Hercule, était le plus grand. Mais les dieux, s’étant mis en colère contre eux, se vengèrent chacun sur le pays de l’autre.

Les querelles des subordonnés excitent les maîtres à la colère contre leurs sujets.

Chambry 45 §

Chambry 45.1

Ἀνδροφόνος — Le meurtrier. §

[P32]

Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν ἐκείνου συγγενῶν ἐδιώκετο· γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμόν, λύκου αὐτῷ ἀπαντήσαντος, φοϐηθεὶς ἀνέϐη ἐπὶ δένδρου τῷ ποταμῷ παρακειμένου καὶ ἐκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα δράκοντα κατ’ αὐτοῦ διαιρόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.

Ὁ λόγος δηλοῖ ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς, οὔτε ἀέρος, οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστι.

Codd. Pa 9 Pb 32 Pc 12 Pg 18 Ma 10.

Un homme qui venait de commettre un assassinat était poursuivi par les parents de sa victime. Etant arrivé au bord du Nil, il rencontra un loup ; il eut peur et monta sur un arbre de la rive, ou il se cacha. Mais là il aperçut un dragon qui montait vers lui ; alors il se laissa choir dans le fleuve ; mais dans le fleuve un crocodile le dévora.

La fable montre qu’aucun élément, ni la terre, ni l’air, ni l’eau, n’offre de sûreté aux criminels poursuivis par les dieux.

Chambry 45.2

Aliter — Autre version §

[P32]

Ἄνθρωπός τις φόνον ποιήσας ἐδιώκετο ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος. Γενομένου δὲ αὐτοῦ κατὰ τὸν ποταμὸν τὸν Νεῖλον, λέοντα ἰδὼν καὶ φοϐηθεὶς ἀνέϐη εἰς δένδρον. Εὗρε δὲ δράκοντα ἐπάνω τοῦ δένδρου, καὶ πάλιν τοῦτον φοϐηθεὶς ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμὸν. Ἐν δὲ τῷ ποταμῷ κροκόδειλος αὐτὸν κατεθοινήσατο.

Ὁ μῦθοι δηλοῖ ὅτι τοὺς φονεῖς τῶν ἀνθρώπων οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τόπος φυλάττει.

Codd. Ca 29 Ce 18 Cf 20 Ch 20 Md 28 Mh 23 Mi 63 Ml 27 Mm 28.

Chambry 45.3

Aliter — Autre version §

[P32]

Ἄνθρωπός τις φόνον ποιήσας καὶ διωκόμενος ὑπὸ τῶν συγγενῶν τοῦ φονευθέντος κατὰ τὸν Νεῖλον ποταμὸν ἐγένετο καὶ λέοντα εὑρὼν ἀνέϐη εἰς δένδρον φοϐηθείς, κἀκεῖσε ἰδὼν δράκοντα καὶ ἡμιθνὴς γενόμενος ἔρριψεν ἑαυτὸν εἰς τὸν ποταμόν. Ἐν δὲ τῷ ποταμῷ κροκόδειλος τοῦτον κατεθοινήσατο.

Ὁ λόγος πρὸς τοὺς τῶν ἀνθρώπων φονεῖς ὡς οὔτε γῆ, οὔτε ἀήρ, οὔτε ὕδατος στοιχεῖον, οὔτε ἄλλος τις τόπος φυλάσσει αὐτούς.

Cod. Cc 20.

Chambry 46 §

Chambry 46.1

Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος — L’homme qui promet l’impossible. §

[P34]

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπὸ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμϐην ποιήσειν ἐπαγγελλόμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς (ἐτύγχανε γὰρ αὐτῷ παρεστῶσα) πυνθανομένης· « Καὶ πόθεν αὐτὰ ἀποδώσεις ; » ἔφη· « Νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτά με οἱ θεοὶ ἀπαιτήσωσιν ; »

Ὁ λόγος δηλοῖ ὅτι ταῦτα ῥᾴδιον ἄνθρωποι κατεπαγγέλλονται ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσιν.

Codd. Pa 35 Pb 34 Pc 13 Pe 2 Pf 18 Ph 19 Ma 26 Me 18 Mf 18.

Un homme pauvre était malade et mal en point. Comme les médecins désespéraient de le sauver, il s’adressa aux dieux, promettant de leur offrir une hécatombe et de leur consacrer des ex-voto, s’il se rétablissait. Sa femme, qui se trouvait justement près de lui, lui demanda : « Et où prendras-tu de quoi payer tout cela ? — Penses-tu donc, répondit-il, que je vais me rétablir pour que les dieux me le réclament ? »

Cette fable montre que les hommes font facilement des promesses qu’ils n’ont pas l’intention de tenir effectivement.

Chambry 46.2

Aliter — Autre version §

[P34]

Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ ἀπηλπίσθη παρὰ τῶν ἰατρῶν, διὰ τὸ μηδὲν ἔχειν δοῦναι αὐτοῖς, τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς λέγων· « Ὦ θεοὶ λαμπροί τε καὶ μέγιστοι, ἐὰν τὴν ὑγείαν μοι παράσχητε, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Τῆς δὲ γυναικὸς αὐτοῦ πυνθανομένης· « Πόθεν σοι ταῦτα, ἐὰν συμϐῇ ὑγιᾶναί σε ; » πρὸς αὐτὴν ἐκεῖνος ἔφη· « Καὶ νομίζεις <ἂν> ἀναστῆναί με, ἵνα με ταῦτα οἱ θεοὶ ἀπαιτήσωσιν ; »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελέσαι δὲ ἔργῳ οὐ προσδοκῶσιν.

Codd. Ca 31 Ce 20 Cf 23 Ch 22 Mh 25.

Chambry 46.3

Aliter — Autre version §

[P34]

Ἄνθρωπός τις πένης νοσῶν καὶ κακῶς διακείμενος τοὺς θεοὺς παρεκάλει καὶ ὑπισχνεῖτο αὐτοῖς ὡς, ἐὰν τὴν ὑγείαν αὐτῷ παράσχωσι, ἑκατὸν εἰς θυσίαν βόας προσάξει. Τῆς δὲ γυναικὸς πυνθανομένης· « Πόθεν ταῦτα ἕξομεν ἡμεῖς ; » ἐκεῖνος ἔφη· « Καὶ δοκεῖς <ἂν> ἀναστῆναί με, ἵνα ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι ; »

Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται, ἀποτελοῦσι δὲ οὐδὲν ἔργῳ.

Cod. Cc 22.

Chambry 46.4

Aliter — Autre version §

[P34]

Ἀνὴρ πένης νοσῶν κακῶς διακείμενος, ἐπειδὴ πρὸς τῶν ἰατρῶν ἀπεγνώσθη, τῶν θεῶν ἐδεῖτο ὡς, εἰ τὴν ὑγείαν αὐτῷ πάλιν ἐπανελθεῖν ποιήσειαν, ἑκατὸν βόας αὐτοῖς προσοίσειν ὑπισχνούμενος εἰς θυσίαν. Τῆς δὲ γυναικὸς αὐτοῦ πυθομένης· « Καὶ ποῦ σοι ταῦτα, ἢν ὑγιάνῃς ; » ἐκεῖνος ἔφη· « Οἴει γὰρ ἂν ἀναστῆναί με ἐντεῦθεν, ἵν’ οἱ θεοὶ ταῦτά με ἀπαιτήσωσιν ; »

Ὁ μῦθος δηλοῖ ὡς πολλοὶ ῥᾳδίως κατεπαγγέλλονται ἅπερ τελέσαι ἔργῳ οὐ προσδοκῶσιν.

Codd. La 15 Lb 14 Le 14 Lf 15 Md 14 Mi 49 Mj 17 Mm 14.

Chambry 47

Ἀνὴρ δειλὸς καὶ κόρακες — Le lâche et les corbeaux. §

[P245]

Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν, εἶτ’ ἀναλαϐὼν αὖθις ἐξῄει, καὶ φθεγγομένων πάλιν, ὑπέστη καὶ τέλος εἶπεν· « Ὑμεῖς κεκράξεσθε μὲν ὡς δύνασθε μέγιστον· ἐμοῦ δὲ οὐ γεύσεσθε. »

Ὁ μῦθος περὶ τῶν σφόδρα δειλῶν.

Cod. Mb 13.

Un homme lâche partait pour la guerre ; mais ayant entendu croasser des corbeaux, il posa ses armes et ne bougea plus ; puis il les reprit et se remit en marche. Mais les corbeaux croassant de nouveau, il s’arrêta, et à la fin il leur dit : « Libre à vous de crier aussi fort que vous pourrez ; mais vous ne goûterez pas à ma chair. »

Cette fable vise les poltrons.

Chambry 48

Ἀνὴρ <δηχθεὶς ὑπὸ μύρμηκος> καὶ Ἑρμῆς — L’homme mordu par une fourmi et Hermès. §

[P306]

Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις ἀδίκως ἔλεγε τοὺς θεοὺς κρίνειν· δι’ ἕνα γὰρ ἀσεϐῆ συναπώλοντο καὶ ἀναίτιοι. Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέϐη ὑφ’ ἑνὸς δηχθῆναι τοῦτον. Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δὲ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάϐδῳ παίων εἶπεν· « Εἶτα οὐκ ἀνέχῃ σὺ τοὺς θεοὺς δικαστὰς εἶναι οἷος εἶ σὺ τῶν μυρμήκων ; »

Ὅτι μηδεὶς θεοῦ βλασφημείτω, συμφορᾶς ἐπελθούσης, μᾶλλον δὲ σκοπείτω τὰς οἰκείας ἁμαρτίας.

Cod. Ba 95.

Un jour un vaisseau ayant coulé à fond avec ses passagers, un homme, témoin du naufrage, prétendait que les arrêts des dieux étaient injustes, puisque, pour perdre un seul impie, ils avaient fait périr aussi des innocents. Tandis qu’il parlait ainsi, comme il y avait beaucoup de fourmis à l’endroit où il se trouvait, il arriva qu’une d’elles le mordit, et lui, pour avoir été mordu par une seule, les écrasa toutes. Alors Hermès lui apparut, et le frappant de son caducée, lui dit : « Et maintenant tu n’admettras pas, toi, que les dieux jugent les hommes comme tu juges les fourmis ? »

Ne blasphémez pas contre les dieux, quand il arrive un malheur ; examinez plutôt vos propres fautes.

Chambry 49 §

Chambry 49.1

Ἀνὴρ καὶ γυνὴ <ἀργαλέα> – Le mari et la femme acariâtre. §

[P95]

Ἔχων τις γυναῖκα πρὸς πάντας τοὺς οἰκείους λίαν τὸ ἦθος ἀργαλέαν ἠϐουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας ὁμοίως διάκειται· ὅθεν μετὰ προφάσεως εὐλόγου πρὸς τὸν πατέρα αὐτὴν ἔπεμψε. Μετὰ δὲ ὀλίγας ἡμέρας ἀνελθούσης αὐτῆς ἐπυνθάνετο πῶς αὐτὴν οἱ οἰκεῖοι προσεδέξαντο. Τῆς δὲ εἰπούσης· « Οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, » ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ὦ γύναι, εἰ τούτοις ἀπήχθου οἱ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὀψὲ δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν τὴν ἡμέραν συνδιέτριϐες ; »

Οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα καὶ ἐκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζονται.

Codd. Pb 96 Pc 48 Pf 48 Pg 64 Ph 50 Mb 27.

Un homme avait une femme qui était rude à l’excès envers tous les gens de la maison. Il voulut savoir si elle avait la même humeur envers les domestiques de son père, et il l’envoya chez lui sous un prétexte spécieux. Quand, après quelques jours, elle fut de retour, il lui demanda comment les gens de sa maison l’avaient reçue. « Les bouviers, répondit-elle, et les bergers me regardaient de travers. — Eh bien ! femme, reprit-il, si tu étais mal vue de ceux qui sortent les troupeaux au point du jour et ne rentrent que le soir, que devait-ce être de ceux avec qui tu passais tout le jour ? »

C’est ainsi que souvent les petites choses font connaître les grandes, et les choses visibles, les choses cachées.

Chambry 49.2

Aliter — Autre version §

[P95]

Ἔχων τις γυναῖκα πρὸς τοὺς κατ’ οἶκον ἅπαντας ἀπεχθῶς ἔχουσαν, ἠϐουλήθη γνῶναι εἰ καὶ πρὸς τοὺς πατρῴους οἰκέτας οὕτω διάκειται. Διὸ δὴ καὶ μετ’ εὐλόγου προφάσεως πρὸς τὸν αὐτῆς αὐτὴν ἀποστέλλει πατέρα. Μετὰ δ’ ὀλίγας ἡμέρας ἐπανελθούσης αὐτῆς, ἐπυνθάνετο πῶς πρὸς τοὺς ἐκεῖ διεγένετο. Τῆς δὲ φαμένης ὡς οἱ βουκόλοι καὶ οἱ ποιμένες με ὑπεϐλέποντο, πρὸς αὐτὴν ἔφη· « Ἀλλ’, ὦ γύναι, εἰ τούτοις ἀπεχθάνῃ οἳ ὄρθρου μὲν τὰς ποίμνας ἐξελαύνουσιν, ὄψε δὲ εἰσίασι, τί χρὴ προσδοκᾶν περὶ τούτων οἷς πᾶσαν συνδιέτριϐες τὴν ἡμέραν ; »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω πολλάκις ἐκ τῶν μικρῶν τὰ μεγάλα κἀκ τῶν προδήλων τὰ ἄδηλα γνωρίζεται.

Codd. La 97 Lb 52 Le 52 Lf 97 Me 59 Mf 53 Mg 75 Mj 62 Ml 63.

Chambry 50 §

Chambry 50.1

Ἀνὴρ κακοπράγμων — Le fourbe. §

[P36]

Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα ψευδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ προθεσμία, λαϐὼν στρουθίον εἰς τὴν χεῖρα καὶ τοῦτο τῷ ἱματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ἱερὸν καὶ στὰς ἀντικρὺς ἐπηρώτα πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ ἄψυχον, βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζωὸν τὸ στρουθίον ἐπιδείξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακότεχνον γνώμην εἶπεν· « Ἀλλ’ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γάρ ἐστι τοῦτο ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον. »

Ὁ λόγος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.

Codd. Pa 37 Pb 36 Pe 4 Pf 19 Me 19 Mf 19.

Un fourbe s’était engagé envers quelqu’un à prouver que l’oracle de Delphes était menteur. Au jour fixé, il prit dans sa main un petit moineau, et, le cachant sous son manteau, se rendit au temple. Là, se plaçant en face de l’oracle, il demanda si l’objet qu’il tenait dans sa main était vivant ou inanimé. Il voulait, si le dieu répondait « inanimé », faire voir le moineau vivant ; s’il disait « vivant », présenter le moineau, après l’avoir étranglé. Mais le dieu, reconnaissant son artificieuse intention, répondit : « Assez, l’homme ; car il dépend de toi que ce que tu tiens soit mort ou vivant. »

Cette fable montre que la divinité défie toute surprise.

Chambry 50.2

Aliter — Autre version §

[P36]

Ἀνὴρ κακοπράγμων πρὸς τὴν γνῶσιν τοῦ ἐν Δελφοῖς μαντείου ἧκε, βουλόμενος τὸν θεὸν ἐκπειρᾶσαι. Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο σκεπάσας τῷ ἱματίῳ αὐτοῦ καὶ ἀντικρὺ αὐτοῦ στὰς ἐν τῷ ἱερῷ, ἐπηρώτησεν αὐτόν· « Τί ἔχω εἰς τὰς χεῖράς μου ἔμπνουν ἢ ἄπνουν ; » βουλόμενος [ὅτι], ἐὰν ἄπνουν εἴπῃ, ζῶν τὸ στρουθίον ὑποδεῖξαι· εἰ δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. Γνοὺς δὲ ὁ θεὸς τὴν κακότεχνον αὐτοῦ γνώμην, εἶπεν· « Ὡς θέλεις ποίησον, ὦ οὗτος· ἐν σοὶ γὰρ ἐστι τὸ πρᾶξαι· θέλεις νεκρόν, θέλεις ζῶν, ἀπόδειξον τοῦτο. »

Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαρεγχείρητον καὶ ἀλάθητόν ἐστιν.

Codd. Ca 32 Cc 23 Ce 21 Cf 24 Ch 24 Mh 26.

Chambry 50.3

Aliter — Autre version §

[P36]

Ἀνὴρ κακοπράγμων εἰς τὸν ἐν Δελφοῖς ἧκεν Ἀπόλλωνα, πειρᾶσαι τοῦτον βουλόμενος. Καὶ δὴ λαϐὼν στρουθίον ἐν τῇ χειρὶ καὶ τοῦτο τῇ ἔσθητι σκεπάσας, ἔστη τε τοῦ τρίποδος ἔγγιστα καὶ ἤρετο τὸν θεὸν λέγων· « Ἄπολλον, ὅ μετὰ χεῖρας φέρω, πότερον ἔμπνουν ἐστὶν ἢ ἄπνουν ; » βουλόμενος [ὡς], εἰ μὲν ἄπνουν εἴποι, ζῶν ἀναδεῖξαι τὸ στρουθίον· εἰ δ’ ἔμπνουν, εὐθὺς ἀποπνίξας νεκρὸν ἐκεῖνο προενεγκεῖν. Ὁ δέ γε θεὸς τὴν κακότεχνον αὐτοῦ γνοὺς ἐπίνοιαν, εἶπεν. « Ὁπότερον, ὦ οὗτος, βούλει ποιῆσαι, ποίησον· παρὰ σοὶ γὰρ κεῖται τοῦτο πρᾶξαι ἤτοι ζῶν ὃ κατέχεις ἢ νεκρὸν ὑποδεῖξαι. »

Ὁ μῦθος δηλοῖ ὅτι τὸ θεῖον ἀπαραλόγιστον καὶ ἀλάθητον.

Codd. La 16 Lb 15 Lc 8 Ld 7 Le 15 Lf 16 Lg 8 Ma 148 Mc 14 Md 15 Mi 50 Mj 18 Mk 15 Mm 15 Mn 7.

Chambry 51 §

Chambry 51.1

Ἀνὴρ κομπαστής — Le vantard. §

[P33]

Ἀνὴρ πένταθλος ἐπὶ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθών, ἀλαζονευόμενος ἔλεγεν ὡς πολλὰ καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας, ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφασκε παρέξεσθαι τοὺς παρατετυχηκότας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστι, οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ καὶ Ῥόδος καὶ πήδημα. »

Ὁ λόγος δηλοῖ ὅτι ὧν πρόχειρος ἡ δι’ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.

Codd. Pa 34 Pb 33 Pe 1 Ma 25.

Un pentathle, à qui ses concitoyens reprochaient en toute occasion son manque de vigueur, s’en fut un jour à l’étranger. Au bout d’un certain temps il revint, et il allait se vantant d’avoir accompli mainte prouesse en différents pays, mais surtout d’avoir fait à Rhodes un saut tel qu’aucun athlète couronné aux jeux olympiques n’était capable d’en faire un pareil ; et il ajoutait qu’il produirait comme témoins de son exploit ceux qui s’étaient trouvés là, s’ils venaient jamais en son pays. Alors un des assistants prenant la parole lui dit : « Mais, mon ami, si c’est vrai, tu n’as pas besoin de témoins ; voici Rhodes ici même : fais le saut. »

Cette fable montre que lorsqu’on peut prouver une chose par des faits, tout ce qu’on en peut dire est superflu.

Chambry 51.2

Aliter — Autre version. §

[P33]

Ἄνθρωπός τις ἀποδημήσας ἧκε πάλιν εἰς τὴν ἰδίαν χώραν. Φρυαττόμενος δὲ ἐκαυχᾶτο μεγάλως, ὡς ἀνδραγαθήσας εἰς διαφόρους τόπους· ἐν δὲ τῇ Ῥόδῳ ἔφασκε πήδημα μέγα πηδῆσαι, ὅπερ οὐδεὶς τῶν ἀνθρώπων δύναται πηδῆσαι, καὶ μάρτυρας ἔφασκεν ἔχειν εἰς τοῦτο. Τῶ δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ τοῦτο ἀληθές ἐστιν, ἰδοῦ Ῥόδος, καὶ ἀποπήδησον. »

Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ πεῖρα τοῦ πράγματος, πᾶς λόγος ἀργός ἐστι.

Codd. Ca 30 Cc 21 Ce 19 Cf 22 Ch 21 Mh 24.

Chambry 51.3

Aliter — Autre version. §

[P33]

Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἂν τῇ Ῥόδῳ πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ’ αὐτοῦ δυνατὸς ἄν εἴη πηδῆσαι. Πρὸς τοῦτο δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. Τῶν δὲ παρόντων τις ὑπολαϐών ἔφη· « Ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ’ ἔστιν, οὐδὲν δεῖ σοι μαρτύρων· ἰδοῦ Ῥόδος, ἰδοῦ καὶ πήδημα. »

Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ἡ τοῦ πράγματος ἀπόδειξις ᾖ, πᾶς λόγος περιττός ἐστι.

Chambry 52 §

Chambry 52.1

Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι — Le grison et ses maîtresses. §

[P31]

Ἀνὴρ μεσοπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα ὑπῆρχεν, ἡ δὲ πρεσϐῦτις. Καὶ ἡ μὲν προϐεϐηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. Ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Οὕτω τε συνέϐη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι.

Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιϐλαϐές ἐστι.

Codd. Pa 33 Pb 31 Ma 24.

Un grison avait deux maîtresses, l’une jeune et l’autre vieille. Or celle qui était avancée en âge ayant honte d’avoir commerce avec un amant plus jeune qu’elle, ne manquait pas, chaque fois qu’il venait chez elle, de lui arracher ses poils noirs. La jeune, de son côté, reculant à l’idée d’avoir un vieux pour amant, lui enlevait ses poils blancs. Il arriva ainsi qu’épilé tour à tour par l’une et l’autre, il devint chauve.

C’est ainsi que ce qui est mal assorti occasionne toujours des désagréments.

Chambry 52.2

Aliter — Autre version §

[P31]

Ἀνήρ τις μέσην ἔχων ἥϐην δύο ἔσχεν ἑταίρας, μίαν μὲν γραῦν, τὴν δὲ ἑτέραν νέαν. Τούτου ἡ μὲν γραῦς τὰς μελαίνας τρίχας ἔτιλλεν, ὡς γέροντα τοῦτον θέλουσα, ἡ δὲ νέα τὰς πολιάς, ἕως [ἂν] αὐτὸν φαλακρὸν ἐποίησαν καὶ ὄνειδος ἁπάντων.

Ὅτι ἐλεεινός ἐστιν ὃς εἰς γυναῖκας ἐμπίπτει· ἡ γὰρ γυνὴ θαλάσσῃ ὁμοιοῦται, ποτὲ μὲν γαληνιῶσα καὶ προσμειδιῶσα, ποτὲ δὲ ἀποπνίγουσα.

Codd. Ba 15 Bb 10 Mg 26.

Chambry 52.3

Aliter — Autre version §

[P31]

Ἀνήρ τις μεσῆλιξ δύο ἔσχεν ἑταίρας. Ἡ μὲν οὖν αὐτῶν τῷ χρόνῳ προέκοπτεν, ἡ δὲ τῇ νεότητι ἤκμαζεν. Ἔτιλλεν οὖν ἡ μὲν γραῦς τὸ μελάγχρουν τῶν τριχῶν ἐκείνου τῆς κεφαλῆς καὶ τοῦ πώγωνος· ἡ τρυφερὰ δὲ πάλιν ἐθέριζε τὰς λευκάς. Οὕτω τοίνυν ποιοῦσαι ἀμφότεραι φαλακρὸν τὸν τρισάθλιον καὶ βρεφύλλιον ἀπειργάσαντο, οἷος δὴ καὶ ἦν ταῖς φρεσίν.

Ὅτι ὀλέθριον τὸ γυναιξὶ δουλοῦν ἑαυτόν.

Cod. Bc 13.

Chambry 52.4

Aliter — Autre version §

[P31]
Ἦν τις ἀμέριμνος καὶ τρυφαῖς σχολάζων.
Οὐκ ἦν πρεσϐύτης, ἀλλ’ οὐδὲ νέος πάλιν,
λευκὰς δὲ εἶχε καὶ μελαίνας τὰς τρίχας
ὁμοῦ μιγείσας. Ὡς δὲ ἀνὴρ μεσῆλιξ
ἐτύγχανεν, ἤρατο θηλεῖων δύο,
μιᾶς μὲν πρέσϐεως, ἑτέρας δὲ νέας.
Ὡς οὖν εἰσήρχετο πρὸς τὴν γραῦν, ἀπέσπα
καὶ ἔτιλλε τὰς μελαίνας αὐτοῦ τρίχας
συγγέροντα θέλουσα τοῦτον ὁρᾶσθαι.
Ὡς δὲ εἰσήρχετο πάλιν πρὸς τὴν νέαν,
ἐξέλεγε καὶ αὐτὴ τὰς λευκὰς τρίχας,
ἕως φαλακρὸν ἀπέδωκαν ἀλλήλαις.

Οὕτως ἀνόητός ἐστιν ὁ ἀνὴρ ὁ γυναιξὶν ἑαυτὸν ἐκδοῦναι θέλων.

Codd. Pd 41 Pg 152 Ma 144.

Chambry 52.5

Aliter — Autre version §

[P31]
ρατιο ὄνομα ἐν ταῖς τρυφαῖς σχολάζων
οὐκ ἦν πρέσϐυς, ἀλλ’ οὐδὲ παλινέος·
λευκὰς γὰρ εἶχε καὶ μελένας τὰς τρίχας,
ὅμως μελισὸς καὶ μὴ σηλινὸς τυγχάνων.
Δύο γυναῖκας ἔσχεν ἐπὶ τοῦ οἴκου,
τὴν μὲν μίαν γραῦ, τὴν δὲ ἑτέραν νέαν.
Ταύτην οὖν ἡ γραῦ πηθοῦσα καὶ θέλουσα
ἔτειλεν αὐτοῦ τὰς μελαίνας τρίχας,
αὐτὸν θέλοντα γερώει ὅλως εἶναι,
μή πως ὡς γραῦ αὐτὴν κατονιδήσει.
Τὰς δὲ πολιὰς ἐξέτειλεν ἡ κόρη,
ὡς μὴ θέλωντα τοῦτον γέροντα εἶναι,
ἕως φαλακρῶν ἐποίησαν οἱ δύο,
γέλιον ὅμου καὶ ὄνειδος ἁπάντων.

Ὅτι κρείττων ἐστὶν τοὺς γεγηρακότας ἀπέχεσθαι τῶν νετέρων, ὅμως φεύγειν πάντας τὰς γυναῖκας· τὸ γὰρ γυναικῖον γένος θαλασσιωνιοῦνται, ποτὲ γαλὺν ἢ ἀμειδιῶσα, ποτὲ δὲ ἀπατοῦσα ἀπεπνήγει.

Codd. Cb 108 Ca 199.

Chambry 53

Ἀνὴρ ναυαγός — Le naufragé. §

[P30]

Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ’ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ’ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· « Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ. »

Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.

Ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισῴζεσθαι.

Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν καὶ οὕτω τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.

Codd. Pa 32 Pb 30 Pc 11 Pf 17 Ph 18 Ma 23 Me 17 Mf 17.

Un riche Athénien naviguait avec d’autres passagers. Une tempête violente étant survenue, le vaisseau chavira. Or, tandis que les autres passagers cherchaient à se sauver à la nage, l’Athénien, invoquant à chaque instant Athéna, lui promettait offrandes sur offrandes, s’il parvenait à se sauver. Un des naufragés, qui nageait à côté de lui, lui dit : « Fais appel à Athéna, mais aussi à tes bras »

Nous aussi invoquons les dieux ; mais n’oublions pas de travailler de notre côté pour nous sauver.

Estimons-nous heureux, si en faisant effort nous-mêmes, nous obtenons la protection des dieux ; si nous nous abandonnons, les démons seuls peuvent nous sauver.

Si l’on tombe dans le malheur, il faut prendre soi-même de la peine pour s’en tirer, et seulement alors implorer le secours de la divinité.

Chambry 54

Ἀνὴρ πηρός — L’aveugle. §

[P37]

Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς αὐτοῦ χεῖρας ζῷον ἐφαπτόμενος λέγειν ὁποῖόν τί ἐστι. Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· « Οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προϐάτων ποίμνῃ συνιέναι. »

Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.

Codd. Pa 38 Pb 37 Pd 23 Pe 5 Pg 19 Ma 28 Ca 17.

Un aveugle avait l’habitude de reconnaître au toucher toute bête qu’on lui mettait entre les mains, et de dire de quelle espèce elle était. Or un jour on lui présenta un louveteau ; il le palpa et resta indécis. « Je ne sais pas, dit-il, si c’est le petit d’un loup, d’un renard ou d’un autre animal du même genre ; mais ce que je sais bien, c’est qu’il n’est pas fait pour aller avec un troupeau de moutons. »

C’est ainsi que le naturel des méchants se reconnaît souvent à leur extérieur.

Chambry 55 §

Chambry 55.1

Ἀνὴρ φέναξ — Le trompeur. §

[P28]

Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατὸν βόας τελέσειν, εἰ περισώσειαν αὐτόν. Οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· « Ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. » Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιϐουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ αὐτὸν εὑρήσειν ἀττικὰς χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. Ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη, καὶ ὑπ’ αὐτῶν πωλούμενος εὗρε δράχμας χιλίας.

Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.

Codd. Pa 30 Pb 28.

Un homme pauvre, étant malade et mal en point, promit aux dieux de leur sacrifier cent bœufs, s’ils le sauvaient de la mort. Les dieux, voulant le mettre à l’épreuve, lui firent très vite recouvrer la santé, et il se leva de son lit. Mais, comme il n’avait pas de vrais bœufs, il en modela cent avec du suif, et les consuma sur un autel, en disant : « Recevez mon vœu, Ô dieux. » Mais les dieux, voulant le mystifier à leur tour, lui envoyèrent un songe, et l’engagèrent à se rendre sur le rivage : il y trouverait mille drachmes attiques. Ne se tenant plus de joie, il courut à la grève, où il tomba sur des pirates, qui l’emmenèrent, et, vendu par eux, il trouva ainsi mille drachmes.

Cette fable s’applique bien au menteur.

Chambry 55.2

Aliter — Autre version. §

[P28]

Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς λέγων ὅτι « ἐὰν ὑγιάνω, ἑκατὸν βόας προσάξω ὑμῖν εἰς θυσίαν. » Οἱ δὲ πειράζειν αὐτὸν βουλόμενοι ῥᾴδιον ὑγιῆ αὐτὸν ἀποκατέστησαν. Ἐξαναστὰς οὖν ὁ ἄνθρωπος, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους ἑκατὸν ποιήσας βόας ἐπὶ τοῦ βωμοῦ κατέκαυσεν εἰπών· « Ὦ δαίμονες, ἰδοῦ τὴν εὐχὴν ἀπετέλεσα. » Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀνταμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· « Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις ἐκεῖσε χρυσίου τάλαντα ἑκατόν. » Ὁ δὲ, ἔξυπνος γενόμενος, μετὰ πολλῆς χαρᾶς κατῆλθεν εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον δρομαῖος ψηλαφῶν τὸ χρυσίον. Περιπεσὼν δὲ ἐκεῖσε λῃσταῖς συνελήφθη ὑπ’ αὐτῶν. Ὁ δὲ παρεκάλει αὐτοὺς λέγων· « Ἄφετέ με, καὶ ἐπιδώσω ὑμῖν χρυσίου χίλια τάλαντα. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ ψευδεῖς τῶν ἀνθρώπων ἐχθραίνουσι τὸ θεῖον.

Codd. Ca 36 Cb 23 Cc 27 Cd 23 Cf 28 Ch 30 Mc 27 Mh 30 Mk 28.

Chambry 55.3

Aliter — Autre version. §

[P28]

Ἀνὴρ πένης νοσῶν ηὔξατο τοῖς θεοῖς, εἰ διασωθείη, βοῦς ἑκατὸν εἰς θυσίαν προσοίσειν. Οἱ δὲ θεοὶ πειρᾶσαι τοῦτον βουλόμενοι τοῦ πάθους ἀπήλλαξαν. Ὁ δ’ ἀναστάς, ἐπειδὴ βοῶν ἠπόρει, στεατίνους βοῦς ἑκατὸν πλάσας, ἐπὶ τοῦ βωμοῦ θεὶς ὡλοκαύτωσεν. Οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἀμύνασθαι, ὄναρ ἐπιστάντες αὐτῷ εἶπον· « Ἄπελθε εἰς τὸν αἰγιαλόν, εἰς τόνδε τὸν τόπον· ἐκεῖ δὲ ἀττικὰς χιλίας εὑρήσεις. » Ἐκεῖνος δὲ διυπνισθεὶς σὺν ἡδονῇ καὶ σπουδῇ πρὸς τὸν ὑποδειχθέντα τόπον ἀφίκετο τὸ χρυσίον διερευνῶν. Ἐκεῖ δὲ δὴ πειραταῖς περιτυχὼν ὑπ’ αὐτῶν συνελήφθη. Ἁλοὺς δὲ ἤδη ἀφεθῆναι τῶν πειρατῶν ἐδεῖτο, χιλία χρυσίου τάλαντα δώσειν αὐτοῖς ὑπισχνούμενος. Ὡς δ’ οὐκ ἐπιστεύετο, ἀπαχθεὶς ὑπ’ αὐτῶν ἀπημπολήθη χιλίων δραχμῶν.

Ὁ μῦθος δηλοῖ ὅτι τοῖς ψευδέσι τῶν ἀνθρώπων ἐχθραίνει τὸ θεῖον.

Codd. La 18 Lb 17 Lc 54 Le 17 Lf 18 Lg 54 Ma 149 Md 17 Me 24 Mf 24 Mg 9 Mi 52 Mj 20 Ml 14 Mm 17.

Chambry 56 §

Chambry 56.1

Ἀνθρακεὺς καὶ γναφεύς — Le charbonnier et le foulon. §

[P29]

Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ασϐολώσεις. »

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.

Codd. Pa 31 Pb 29 Pc 10 Pd 22 Ph 17 Ma 22 Mb 10.

Un charbonnier qui exerçait son métier dans une certaine maison, ayant vu un foulon établi près de lui, alla le trouver et l’engagea à venir habiter avec lui, lui remontrant qu’ils en seraient plus intimes et qu’ils vivraient à moins de frais, n’ayant qu’une seule demeure. Mais le foulon lui répondit : « C’est pour moi totalement impossible : car ce que je blanchirais, tu le noircirais de suie. »

La fable montre qu’on ne peut associer des natures dissemblables.

Chambry 56.2

Aliter — Autre version. §

[P29]

Ἀνθρακεὺς ἐπί τινος οἰκίας κατοικῶν, ὡς ἐθεάσατο γναφέα, παρεκάλει αὐτὸν ἐν τῷ ἅμα κατοικῆσαι ἀμφοτέρους. Καὶ ὁ γναφεὺς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ ἔγωγε παντελῶς πρᾶξαι τοῦτο οὐ δύναμαι. » Τοῦ δὲ πυνθανομένου δι’ ἣν αἰτίαν, ἔφη· « Φοϐοῦμαι μήπως ἃ ἐγὼ λευκαίνω, σὺ ἀποτεφροῖς. »

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

Codd. Ca 27 Cb 19 Cd 19 Ce 55 Cf 59 Ch 26 Mh 19.

Chambry 56.3

Aliter — Autre version. §

[P29]

Ἀνθρακεὺς ἐπί τινος οἰκῶν οἰκίας ἠξίου καὶ κναφέα παραγενόμενον αὐτῷ συνοικῆσαι. Ὁ δὲ κναφεὺς ὑπολαϐὼν ἔφη· « Ἀλλ’ οὐκ ἂν τοῦτο δυναίμην ἔγωγε πρᾶξαι· δέδια γὰρ μή πως ἅπερ ἐγὼ λευκαίνω, αὐτὸς ἀσϐόλης πληροῖς. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητον.

Codd. La 12 Lb 11 Lc 7 Ld 5 Le 11 Lf 12 Lg 7 Mc 13 Md 11 Me 22 Mf 22 Mi 46 Mk 14 Ml 11 Mm 11 Mn 5.

Chambry 57

Ἄνθρωποι καὶ Ζεὺς — Les hommes et Zeus. §

[P311]

Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαϐών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.

Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων, ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.

Cod. Ba 87.

On dit que les animaux furent façonnés d’abord, et que Dieu leur accorda, à l’un la force, à l’autre la vitesse, à l’autre des ailes ; mais que l’homme resta nu et dit : « Moi seul, tu m’as laissé sans faveur. » Zeus répondit : « Tu ne prends pas garde au présent que je t’ai fait, et pourtant tu as obtenu le plus grand ; car tu as reçu la raison, puissante chez les dieux et chez les hommes, plus puissante que les puissants, plus rapide que les plus rapides. » Et alors reconnaissant le présent de Dieu, l’homme s’en alla, adorant et rendant grâce.

Tous les hommes ont été favorisés de Dieu qui leur a donné la raison ; mais certains sont insensibles à une telle faveur et préfèrent envier les animaux privés de sentiment et de raison.

Chambry 58 §

Chambry 58.1

Ἄνθρωπος καὶ ἀλώπηξ — L’homme et le renard. §

[P283]

Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεϐρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἦν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.

Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάϐη γίνεται μεγάλη τοῖς δυσοργήτοις.

Codd. Ba 9 Bb 6 Mg 23.

Un homme avait de la rancune contre un renard qui lui causait des dommages. Il s’en empara, et pour en tirer une ample vengeance, il lui attacha à la queue de l’étoupe imbibée d’huile, et y mit le feu. Mais un dieu fit aller le renard dans les champs de celui qui l’avait lancé. Or c’était le temps de la moisson, et l’homme suivait, en déplorant sa récolte perdue.

Il faut être indulgent, et ne pas s’emporter sans mesure ; car il arrive souvent que la colère cause de grands dommages aux gens irascibles.

Chambry 58.2

Aliter — Autre version. §

[P283]

Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.

Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάϐη τοῖς δυσοργίστοις ἐγγίνεται.

Cod. Bc 8.

Chambry 59 §

Chambry 59.1

Ἄνθρωπος καὶ λέων <συνοδεύοντες> – L’homme et le lion voyageant de compagnie. §

[P284]
Ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ.
Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις.
Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην
ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν.
Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτ’ ἔφη·
« Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων
καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον. »
Ὑπολαϐὼν δὲ ὁ λέων οὕτως ἔφη·
« Ἐφ’ ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν·
εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους,
πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.

Codd. Cg 32 Ch 107 Ca 169 Cb 87 Cd 101.

Chambry 59.2

Aliter — Autre version. §

[P284]
Λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου,
ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις.
Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη
ἀνθρώπου ὃς λέοντα πατῶν εἱστήκει.
Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει·
« Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση <πέλει>. »
Ἔφη δ’ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε·
« Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν,
†πολλοὺς ἂν εἶδες ὄντας ἀνθρώπων λίθους.† »

Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.

Cod. Mb 101.

Chambry 59.3

Aliter — Autre version. §

[P284]

Λέων σὺν ἀνθρώπῳ ὥδευον ὁμοῦ ἐν ὁδῷ. Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· « Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα. » Ὁ δὲ λέων· « Δυνατώτερον ζῷον ὁ λέων. » Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων. Ὁ δὲ λέων ἔφη· « Εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους <ἂν> εἶδες ὑποκάτω λέοντων. »

Ὅτι εἰσί τινες <οἳ> ἐν οἷς οὐ δύνανται καυχῶνται [μηδὲ δυναμένους].

Cod. Ma 178.

Chambry 59.4

Aliter — Autre version. §

[P284]

Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· « Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. » Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· « Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. »

Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.

Codd. Ba 148 Bb 91.

Un lion voyageait un jour avec un homme. Ils se vantaient à qui mieux mieux, lorsque sur le chemin ils rencontrèrent une stèle de pierre qui représentait un homme étranglant un lion. Et l’homme la montrant au lion dit : « Tu vois comme nous sommes plus forts que vous. » Le lion répondit en souriant : « Si les lions savaient sculpter, tu verrais beaucoup d’hommes sous la patte du lion. »

Bien des gens se vantent en paroles d’être braves et hardis ; mais l’expérience les démasque et les confond.

Chambry 60 §

Chambry 60.1

Ἄνθρωπος καὶ σάτυρος — L’homme et le satyre. §

[P35]

Ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι’ ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προσέφερε καὶ ἐφύσα. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλ’ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς. »

Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

Codd. Pb 35 Pa 36 Ma 27.

Jadis un homme avait fait, dit-on, un pacte d’amitié avec un satyre. L’hiver étant venu et avec lui le froid, l’homme portait ses mains à sa bouche et soufflait dessus. Le satyre lui demanda pourquoi il en usait ainsi. Il répondit qu’il se chauffait les mains à cause du froid. Après, on leur servit à manger. Comme le mets était très chaud, l’homme le prenant par petits morceaux, les approchait de sa bouche et soufflait dessus. Le satyre lui demanda de nouveau pourquoi il agissait ainsi. Il répondit qu’il refroidissait son manger, parce qu’il était trop chaud. « Eh bien ! camarade, dit le satyre, je renonce à ton amitié, parce que tu souffles de la même bouche le chaud et le froid. »

Concluons que nous aussi nous devons fuir l’amitié de ceux dont le caractère est ambigu.

Chambry 60.2

Aliter — Autre version. §

[P35]

Ἀνήρ τις πρὸς σάτυρον φιλίαν ποιήσασθαι λέγεται. Καὶ δὴ χειμῶνος καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας προσφέρων τῷ στόματι ἐπέπνει θερμαίνων. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι’ ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τοῦ κρύους. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ ὄντος σφόδρα, πάλιν ὁ αὐτὸς αἰρόμενος τὰς χεῖρας ἐν τῷ στόματι κατὰ μικρὸν προσφέρων ἐφύσα. Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· « Τί τοῦτο ποιεῖς ; » Λέγει αὐτῷ· « Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν. » Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν. »

Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

Cod. Pe 3.

Chambry 60.3

Aliter — Autre version. §

[P35]

Ἄνθρωπός τις καὶ σάτυρος φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. Χειμῶνος δὲ καταλαϐόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος· « Δι’ ἣν αἰτίαν πράττεις τοῦτο, φίλε ; » ἔφη· « Τὰς χεῖρας θερμαίνω ἐκ τοῦ κρύους. » Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα, ἐφύσα τοῦτο. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου· « Δι’ ἣν αἰτίαν τοῦτο πάλιν πράττεις ; » ἔφη· « Τὸ ἔδεσμα καταψύχω. » Ὑπολαϐὼν δὲ ἐκεῖνος ἔφη· « Ἀλλ’ ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

Codd. Ca 26 Cc 17 Ch 23 Ml 24.

Chambry 60.4

Aliter — Autre version. §

[P35]

Ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. Χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος δι’ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· « Τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους. » Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου δι’ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· « Τὸ ἔδεσμα καταψύχω. » Ὑπολαϐὼν δὲ ὁ σάτυρος· « Ἀλλ’ ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις. »

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας ὧν ἀμφίϐολός ἐστιν ἡ διάθεσις.

Codd. La 130 Ld 10 Lf 130 Mc 17 Md 25 Me 28 Mg 17 Mh 18 Mi 60 Mk 18 Mm 25 Mn 10.

Chambry 60.5

Aliter — Autre version. §

[P35]

Χειμὼν ἄνθρωπόν τινα ἐν ὄρει κατέλαϐεν. Ὁ δὲ καπνὸν ἐν τῇ ἄκρᾳ τοῦ ὄρους ἐκ πέτρας τινὸς ἀνιόντα ἰδὼν ἔνθα σάτυρος, οὓς λέγουσι παίκτας, κατῴκει, ἀνῆλθεν· αὐτὸς δὲ τὸν ξένον οἰκτείρας ἔσω εἰσήγαγεν. Ὁ δὲ πολλὰ ῥιγῶν τῇ πνοῇ τοῦ στόματος τὰς χεῖρας ἐθέρμαινε. Κἀκεῖνος αὐτῷ θερμὰ μὲν φαγεῖν δέδωκε καὶ θερμὰ πιεῖν καὶ πυρὶ κατέθαλπεν. Ὡς δὲ ἵδρωσε, τῇ πνοῇ πάλιν τὰς χεῖρας κατέψυχεν. Ὁ δὲ σάτυρος τοῦτον ἐξῆγεν « κακοῦ, λέγων, ξένου χρείαν οὐκ ἔχω, ὃς ποτὲ μὲν θερμόν, ποτὲ δὲ ψυχρὸν ἐκ τοῦ στόματος ἀσθμαίνει. »

[Ὅτι] διγνώμους ἄνδρας τοὺς ποτὲ μὲν ἐπαινοῦντας, ποτὲ δὲ ψέγοντας ὁ μῦθος διαϐάλλει.

Codd. Ba 145 Bb 89.

Chambry 61 §

Chambry 61.1

Ἄνθρωπος καταθραύσας ἄγαλμα — L’homme qui a brisé une statue. §

[P285]
Ἄνθρωπος δέ τις ξύλινον θεὸν ἔχων
καθικέτευεν τοῦ ἀγαθοποιῆσαι.
Ὡς οὖν ταῦτα ἔπραττε καὶ πλείω τούτων,
μᾶλλον ὁ αὐτὸς διῆγεν ἐν πενίᾳ.
Καὶ δὴ θυμωθείς, ἄρας αὐτοῦ τοῦ σκέλους,
ἔρριψεν αὐτὸν ἐν τῷ τοίχῳ προσκρούσας.
Τῆς δὲ κεφαλῆς παραυτίκα κλασθείσης,
ἔρρευσε χρυσὸς πολλοστὸς παραχρῆμα,
ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα·
« Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ ἀγνώμων·
τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με,
τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὡφεληθήσῃ τιμῶν πονηρὸν ἄνδρα, αὐτὸν δὲ τύπτων πλεῖον ὠφεληθήσῃ.

Codd. Ca 21 Cb 15 Cc 12 Cd 15 Ce 15 Cf 16 Ch 15 Mc 20 Ml 23.

Chambry 61.2

Aliter — Autre version. §

[P285]

Ἄνθρωπός τις ξύλινον ἔχων θεὸν καθικέτευε τοῦ ἀγαθοποιῆσαι αὐτόν. Ὡς οὖν ταῦτα ἔπραττε, καὶ οὐδὲν ἧττον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἄρας αὐτὸν τῶν σκελῶν, ἔρριψεν εἰς τὸ ἔδαφος. Προσκρουσάσης οὖν τῆς κεφαλῆς καὶ αὐτίκα κλασθείσης, χρυσὸς ἔρρευσεν ὅτι πλεῖστος, ὄνπερ δὴ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὥς γε οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ ἥκιστά με ὠφέλησας, τυπτήσαντα δέ σε πολλοῖς καλοῖς ἀμείϐῃ. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφελήσῃ τιμῶν πονηρὸν ἄνθρωπον, τύπτων δὲ αὐτὸν μᾶλλον ὠφέλήσῃ.

Codd. La 132 Lf 132.

Chambry 61.3

Aliter — Autre version. §

[P285]

Ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ’ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθεὶς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.

Codd. Lc 55 Lg 55 Ma 150 Md 20 Mh 13 Mi 55 Mm 20.

Un homme avait un dieu de bois, et, comme il était pauvre, il le suppliait de lui faire du bien. Comme il en usait ainsi et que sa misère ne faisait qu’augmenter, il se fâcha, et prenant le dieu par la jambe, il le cogna contre la muraille. La tête du dieu s’étant soudain cassée, il en coula de l’or. L’homme le ramassa et s’écria : « Tu as l’esprit à rebours, à ce que je vois, et tu es un ingrat ; car, quand je t’honorais, tu ne m’as point aidé, et maintenant que je viens de te frapper, tu me réponds en me comblant de bienfaits. »

Cette fable montre qu’on ne gagne rien à honorer un méchant homme, et qu’on en tire davantage en le frappant.

Chambry 61.4

Aliter — Autre version. §

[P285]

Ἄνθρωπος ξύλινον θεὸν ἔχων καθικέτευεν ἀγαθοποιῆσαι αὐτόν. Ὡς οὖν αὐτὸν ἐν τούτῳ ἐθεράπευε καὶ πλέον ἐν πενίᾳ διῆγε, ἐθυμώθη, καὶ ἄρας αὐτὸν ἐκ τῶν σκελῶν ἔρριψεν αὐτὸν ἐν τῷ ἐδάφει καὶ προσέκρουε τὴν αὐτοῦ κεφαλὴν τοῖς λίθοις. Θλασθείσης δὲ αὐτῆς, παραύτικα ἔρρευσεν ἐξ αὐτῆς πολὺς χρύσος, ὅνπερ συνάγων ὁ ἄνθρωπος ἐϐόα· « Στρεϐλὸς ὑπάρχεις, ὡς οἶμαι, καὶ κακογνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ καὶ συνθλάσαντα πολλοῖς καλοῖς ἀμείϐῃ. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ὠφεληθήσῃ τιμῶν πονηρόν ἄνθρωπον, ἀτιμάζων δὲ αὐτὸν καὶ τύπτων μᾶλλον ὠφεληθήσῃ.

Cod. Mk 21.

Chambry 61.5

Aliter — Autre version. §

[P285]

Ξύλινόν τις εἶχε θεόν. Τούτῳ καθ’ ἑκάστην ἔθυε καὶ ηὔχετο ἀγαθοποιῆσαι αὐτόν. Ὡς δὲ χρόνῳ πολλῷ τοῦτο ποιῶν μᾶλλον ἐπένετο, θυμωθεὶς καὶ τοῦ σκέλους ἄρας χαμαὶ ἀπέκρουσεν. Χρυσὸς δέ, τῆς κεφαλῆς κλασθείσης, ἔρρευσεν, ὃν συναγαγὼν ὁ ἄνθρωπος εἶπεν· « Στρεϐλός τις <εἶ> καὶ ἀγνώμων, ὅς με θύοντα καὶ προσκυνοῦντά σε οὐδὲν ὠφέλεις, ὑϐρίσαντα δέ σε ἀγαθοῖς πολλοῖς ἠμείψω. »

Ὅτι οὐδὲν πλέον ὠφελήσῃ πονηρὸν ἄνδρα τιμῶν, ἀτιμάζων δὲ μᾶλλον ὠφεληθήσῃ.

Cod. Ba 97.

Chambry 62

Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών — L’homme qui a trouvé un lion d’or. §

[P71]

Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· « Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκϐέϐλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα ; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὢ τύχης διδούσης καὶ μὴ λαμϐάνεσθαι συγχωρούσης· ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὢ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν ; ποίῳ τρόπῳ χρήσωμαι ; ἐπὶ ποίαν ἔλθω μηχανήν ; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαϐεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. »

Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.

Codd. Pb 71 Ma 50.

Un avare, qui était peureux, ayant trouvé un lion d’or, disait : « Je ne sais que devenir en cette aventure. L’effroi m’ôte l’esprit, et je ne sais que faire : je suis partagé entre mon amour des richesses et ma couardise naturelle. Car quel est le hasard ou le dieu qui a fait un lion d’or ? Ce qui m’arrive là jette la discorde dans mon âme : elle aime l’or, mais elle craint l’œuvre qu’on a tirée de l’or ; le désir me pousse à la saisir, mon caractère à m’abstenir. Ô fortune qui offre et qui ne permet pas de prendre ! Ô trésor qui ne donne pas de plaisir ! Ô faveur d’un dieu qui devient une défaveur ! Quoi donc ! Comment en userai-je ? À quel expédient recourir ? Je m’en vais et j’amènerai ici mes serviteurs pour prendre le lion avec cette troupe d’alliés, et moi, de loin, je les regarderai faire. »

Cette fable s’applique à un riche qui n’ose ni toucher à ses trésors, ni les mettre en usage.

Chambry 63 §

Chambry 63.1

Ἄρκτος καὶ ἀλώπηξ — L’ours et le renard. §

[P288]
Ἄρκτος δέ ποτε μεγάλως ἐκαυχᾶτο
ὡς φιλανθρωπότατόν ἐστι τῶν ζῴων·
φασὶ γὰρ τὴν ἄρκτον νεκρὸν μὴ θοινεῖσθαι.
Ἡ δὲ ἀλώπηξ ἀκηκουῖα ταῦτα
ἐμειδίασε καὶ πρὸς αὐτὴν ἐλάλει·
« Εἴθε τοὺς νεκροὺς ἤσθιες καὶ μὴ ζῶντας. »

Ὁ μῦθος οὗτος ἐλέγχει τοὺς πλεονέκτας καὶ ἐν ὑποκρίσει βιοῦντας.

Codd. Ca 25 Cc 16 Ch 19 Ma 154 Mb 14 Md 24 Mh 17 Mi 59 Mm 24.

Chambry 63.2

Aliter — Autre version. §

[P288]

Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺ ζῶντας. »

Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει.

Codd. Ba 13 Bb 8 Bc 11.

Un ours se vantait hautement d’aimer les hommes, par la raison qu’il ne mangeait pas de cadavre. Le renard lui répondit : « Plût aux dieux que tu déchirasses les morts, et non les vivants ! »

Cette fable démasque les convoiteux qui vivent dans l’hypocrisie et la vaine gloire.

Chambry 63.3

Aliter — Autre version. §

[P288]

Ἄρκος ἐπὶ φιλανθρωπίᾳ ἐκόμπαζε, προϐαλλομένη τὸ μὴ νεκρὸν σῶμα ἐσθίειν· πρὸς ἣν ἀλώπηξ εἶπε· « Εἴθε νεκροὺς τοὺς ἀνθρώπους εἷλκες, καὶ μὴ ζῶντας. »

Cod. Bd 3.

Chambry 64

Ἀρότης καὶ λύκος — Le laboureur et le loup. §

[P38]

Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· « Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. »

Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.

Codd. Pa 39 Pb 38 Pd 24 Pe 6.

Un laboureur ayant dételé son attelage, le menait à l’abreuvoir. Or un loup affamé, qui cherchait pâture, ayant rencontré la charrue, se mit tout d’abord à lécher les côtés intérieurs du joug, puis peu à peu, sans s’en apercevoir, il descendit son cou dedans, et, ne pouvant l’en dégager, il traîna la charrue dans le sillon. Le laboureur revenant l’aperçut et dit : « Ah ! tête scélérate ! si seulement tu renonçais aux rapines et au brigandage pour te mettre au travail de la terre ! »

Ainsi les méchants ont beau faire profession de vertu : leur caractère empêche de les croire.

Chambry 65

Ἀστρολόγος — L’astronome. §

[P40]

Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμϐεϐηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς ; »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.

Codd. Pa 41 Pb 40 Pf 20 Ph 21 — Ca 19 Me 20 Mf 20 Mj 16.

Un astronome avait l’habitude de sortir tous les soirs pour examiner les astres. Or un jour qu’il errait dans la banlieue, absorbé dans la contemplation du ciel, il tomba par mégarde dans un puits. Comme il se lamentait et criait, un passant entendit ses gémissements, s’approcha, et apprenant ce qui était arrivé, lui dit : « Hé ! l’ami, tu veux voir ce qu’il y a dans le ciel, et tu ne vois pas ce qui est sur la terre ! »

On pourrait appliquer cette fable aux hommes qui se vantent de faire des merveilles, et qui sont incapables de se conduire dans les circonstances ordinaires de la vie.

Chambry 66 §

Chambry 66.1

Βάτραχοι <αἰτοῦντες βασιλέα> – Les grenouilles qui demandent un roi. §

[P44]

Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσϐεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιϐαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ’ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ’ οὗ συλλαμϐανόμενοι κατησθίοντο.

Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους.

Codd. Pa 44 Pb 44 Pc 16 Pe 18 Pf 22 Pg 22 Ph 23 Ma 30 Me 31 Mf 29.

Les grenouilles, fâchées de l’anarchie où elles vivaient, envoyèrent des députés à Zeus, pour le prier de leur donner un roi. Zeus, voyant leur simplicité, lança un morceau de bois dans le marais. Tout d’abord les grenouilles effrayées par le bruit se plongèrent dans les profondeurs du marais ; puis, comme le bois ne bougeait pas, elles remontèrent et en vinrent à un tel mépris pour le roi qu’elles sautaient sur son dos et s’y accroupissaient. Mortifiées d’avoir un tel roi, elles se tendirent une seconde fois près de Zeus, et lui demandèrent de leur changer le monarque ; car le premier était trop nonchalant. Zeus impatienté leur envoya une hydre qui les prit et les dévora.

Cette fable montre qu’il vaut mieux être commandé par des hommes nonchalants, mais sans méchanceté, que par des brouillons et des méchants.

Chambry 66.2

Aliter — Autre version. §

[P44]
Codd. Ca 37 Cb 26 Cc 28 Cd 26 Ce 25 Cf 29 Ch 33 Mc 29 Md 33 Mi 68 Mk 30 Ml 30 Mm 36.

Chambry 66.3

Aliter — Autre version. §

[P44]

Πολέμῳ ἐμφυλίῳ βάτραχοι πολεμοῦντες ἀλλήλοις ᾐτήσαντο τὸν Δία βασιλέα δοθῆναι αὐτοῖς τοῦ δι’ ἐκείνου τὰ αὐτῶν διοικεῖσθαι. Καὶ ξύλου δοκὸν μέσον τῆς λίμνης ῥίψας διετάραξε τὸ ὕδωρ, πάντας δὲ βατράχους σιγὴ κατέσχεν ἐκπλαγέντας. Χρόνῳ δέ τινι τοῦ ξύλου ἀκινήτως ὄντος κατεφρόνησαν ὥστε καὶ ἐπιϐάντες ἐπάνωθεν πολεμεῖν ἀλλήλοις. Καὶ πάλιν ἐδέοντο τοῦ Διὸς τύραννον ἢ στρατηγὸν λαϐεῖν. Ὁ δὲ βδελυχθεὶς αὐτοὺς ὕδρον ἔδωκε διαφθείροντα τοὺς βατράχους.

Ὅτι πολλοὶ φεύγοντες δουλεύειν εἰρηνικοῖς δεσπόταις καὶ ἄκοντες εἰς πονηροὺς ἐνέπεσον.

Cod. Ba 126.

Chambry 66.4

Aliter — Πόλεμος βατράχων. §

[P44]
Οἱ βάτραχοι δέ ποτε πολεμούμενοι
ἐξῃτήσαντο τὸν Δία ἐκδιδόναι
αὐτοῖς ἄνακτα καὶ ἄρχοντα κατέχειν.
Ὁ δὲ ἔρριψε μέσον τῆς λίμνης ξύλον
ὃ κατιδόντες σιγὴν βάτραχοι ἔσχον,
ὡς ἐλπίζοντες αὐτὸ ἄνακτα εἶναι.
Χρόνου δὲ πολλοῦ προϐεϐηκότος ἤδη,
κατεφρόνησαν οἱ βάτραχοι τοῦ ξύλου
διὰ τὸ ἀκίνητον αὐτὸ ὑπάρχειν.
Μετὰ δὲ ταῦτα ἐξῃτοῦντο τὸν Δία
ἵνα αὐτοῖς ἕτερον ἄνακτα δώσῃ.
Ὁ δὲ ἐμμανὴς γενόμενος αὐτίκα
ἐπιδέδωκε τὴν ὕδραν τοῖς βατράχοις.
Cod. Pd 27.

Chambry 67 §

Chambry 67.1

Βάτραχοι <γείτονες> – Les grenouilles voisines. §

[P69]

Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταϐῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάϐῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέϐη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδέυμασιν ἐνδιατρίϐοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τρέπεσθαι.

Codd. Pa 68 Pb 69 Pc 35 Pf 33 Pg 45 Ph 35 Ma 49 Me 47 Mf 42 — La 88 Lb 40 Le 40 Lf 88 Md 141 Mg 55 Mi 115 Mj 46 Ml 51 Mm 60.

Deux grenouilles voisinaient. Elles habitaient, l’une un étang profond, éloigné de la route, l’autre une petite mare sur la route. Celle de l’étang conseillait à l’autre de venir habiter près d’elle : elle y jouirait d’une vie meilleure et plus sûre. Mais celle-ci ne se laissa point persuader ; il lui serait pénible, disait-elle, de s’arracher à un séjour où elle avait ses habitudes ; si bien qu’un jour un chariot qui passait par là l’écrasa.

Il en est ainsi des hommes : ceux qui pratiquent de vils métiers meurent avant de se tourner vers des emplois plus honorables.

Chambry 67.2

Aliter — Autre version. §

[P69]

Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων καὶ ἐνέμοντο ὁ μὲν εἰς βαθείᾳ λίμνῃ καὶ τῆς ὁδοῦ πόρρω, ὁ δὲ ἕτερος μικρὸν ἔχων ὕδωρ καὶ πλησίον ὁδοῦ. Ὁ μὲν οὖν ἐν τῇ βαθείᾳ λίμνῃ οἰκῶν βάτραχος παρῄνει τὸν ἕτερον μεταϐῆναι πρὸς αὐτόν, ἵνα μετ’ αὐτοῦ διάγῃ καὶ ἀσφαλεστέρας διαίτης μεταλαμϐάνῃ. Ὁ δὲ οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας ἕως [ἄν] <συνέϐη> ἅμαξαν παριοῦσαν συνθλᾶσαι αὐτόν.

Οὕτως καὶ οἱ ἐν τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίϐοντες φθάνουσιν ἀπολλύμενοι.

Cod. Pe 36.

Chambry 68 §

Chambry 68.1

Βάτραχοι <ἐν λίμνῃ> – Les grenouilles à l’étang desséché. §

[P43]

Βάτραχοι δύο, ξηρανθείσης αὐτῶν τῆς λίμνης, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Ὡς δὲ ἐγένοντο κατά τι φρέαρ, ὁ ἕτερος συνεϐούλευεν ἀμελητὶ ἅλλεσθαι. Ὁ δὲ ἕτερος ἔλεγεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; »

Ὁ λόγος ἡμᾶς διδάσκει μὴ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασιν.

Codd. Pa 43 Pb 43 Pc 15 Pd 26 Pe 17 Pf 21 Pg 21 Ph 22 Ma 29 Me 30 Mf 28.

Chambry 68.2

Aliter — Autre version. §

[P43]

Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. Ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη καὶ καταλείψαντες ἐκείνην, ἄλλην ἐπεζήτουν. Παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. Εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ· « Συγκατέλθωμεν ἐνταῦθα, ὦ φίλε. » Ὑπολαϐὼν δὲ ὁ ἕτερος ἀντεῖπεν· « Ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς δυνησόμεθα ἀνελθεῖν ; »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσέρχεσθαι τοῖς πράγμασι.

Codd. Ca 38 Cb 27 Cd 27 Ce 26 Cf 30 Ch 34 Mc 30 Mk 31.

Chambry 68.3

Aliter — Autre version. §

[P43]

Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· « Συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. » Ὁ δὲ ὑπολαϐὼν εἶπεν· « Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναϐησόμεθα ; »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.

Codd. La 19 Lb 23 Lc 10 Le 23 Lf 19 Lg 10 Mg 27 Mj 26 Ml 29.

Deux grenouilles habitaient un étang ; mais l’été l’ayant desséché, elles le quittèrent pour en chercher un autre. Elles rencontrèrent alors un puits profond. En le voyant, l’une dit à l’autre : « Amie, descendons ensemble dans ce puits. — Mais, répondit l’autre, si l’eau de ce puits vient à se dessécher aussi, comment remonterons-nous ? »

Cette fable montre qu’il ne faut pas s’engager à la légère dans les affaires.

Chambry 68.4

Aliter — Autre version. §

[P43]

Βάτραχοι δύο, ξηρανθείσης τῆς λίμνης ἐν ᾗ κατῴκουν, περιῄεσαν ζητοῦντες ποῦ καταμεῖναι. Καὶ ἐλθόντες εἰς φρέαρ βαθὺ καὶ κύψαντες κάτω καὶ ἰδόντες τὸ ὕδωρ, ὁ μὲν εἷς συνεϐούλευεν ἵνα πηδήσωσι παρευθὺς κάτω. Ὁ δὲ ἕτερος εἶπεν· « Εἰ δὲ καὶ τοῦτο ξηρανθῇ, πῶς δυνησόμεθα ἀναϐῆναι ; »

Ὁ μῦθος δηλοῖ ἄνευ συμϐουλῆς μὴ ποιεῖν τι.

Cod. T 3.

Chambry 69 §

Chambry 69.1

Βάτραχος <ἰατρός> καὶ ἀλώπηξ — La grenouille médecin et le renard. §

[P289]

Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναϐοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων ; »

Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται ;

Cod. Ca 154.

Un jour une grenouille dans un marais criait à tous les animaux : « Je suis médecin et je connais les remèdes. » Un renard l’ayant entendue s’écria : « Comment sauveras-tu les autres, toi qui boites et ne te guéris pas toi-même ! »

Cette fable montre que, si l’on n’a pas été initié à la science, on ne saurait instruire les autres.

Chambry 69.2

Aliter — Autre version. §

[P289]
Ὄντος δέ ποτε βατράχου ἐν τῇ λίμνῃ,
ἀνεϐόησε πᾶσι τοῖς ζῴοις λέγων·
« Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων. »
« Καὶ πῶς δέ, φησὶν ἀλώπηξ, ἄλλους σῴζεις,
σαυτὸν δὲ χωλὸν ὄντα οὐ θεραπεύεις ; »

Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους ἀνθρώπους παιδεύσει ;

Codd. Ch 103 Cb 83 Cf 97 Cg 28 Mb 21 Mc 82.

Chambry 69.3

Aliter — Autre version. §

[P289]

 

Ὁ τῷ πηλῷ συζῶν βάτραχος εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷος οὐδὲ ὁ τῶν θεῶν ἰατρὸς Παιών. – Καὶ πῶς, <εἶπεν> ἀλώπηξ, ἄλλους ἰάσῃ, ὃς ἑαυτὸν χλωρὸν ὄντα οὐκ ἰατρεύεις ; »

[Ὅτι] ὁ παιδείας ἀμύητος ὑπάρχων πῶς ἑτέρους παιδεύσει καὶ διορθώσεται ;

Cod. Ba 113.

Chambry 69.4

Aliter — Σκώληξ καὶ ἀλώπηξ. §

[P289]

Ὁ τῷ πηλῷ κρυπτόμενος σκώληξ εἰς γῆν ἐξελθὼν ἔλεγε πᾶσι τοῖς ζῴοις· « Ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, οἷός ἐστιν ὁ τῶν θεῶν ἰατρός Παιών. – Καὶ πῶς, εἶπεν ἀλώπηξ, ἄλλους ἰώμενος σαυτὸν χωλὸν ὄντα οὐκ ἰάσω ; »

Ὁ μῦθος δηλοῖ ὅτι, ἐὰν μὴ πρόχειρος ᾖ ἡ πεῖρα, πᾶς λόγος ἀργὸς ὑπάρχει.

Codd. La 139 Lc 43 Lg 43 Md 92 Mg 133 Mh 83 Mi 8 Mm 110.

Chambry 70 §

Chambry 70.1

Βόες καὶ ἄξων — Les bœufs et l’essieu. §

[P45]

Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας ; »

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

Codd. Pa 45 Pb 45 Pc 17 Pe 19 Pg 23 Ma 31 Mb 17 — Ca 39 Cb 28 Cd 28 Ce 29 Cf 33 Ch 35 Mc 31 Mj 28 Mk 32.

Des bœufs traînaient un chariot. Comme l’essieu grinçait, ils se retournèrent et lui dirent : « Hé ! l’ami, c’est nous qui portons toute la charge, et c’est toi qui cries ! »

Ainsi l’on voit des gens qui affectent d’être fatigués, quand ce sont d’autres qui ont la peine.

Chambry 70.2

Aliter — Βοηλάτης καὶ ἅμαξα. §

[P45]

 

Ἐν πόλει μεγίστην ταῦροι ἅμαξαν εἷλκον· ἡ δὲ ἔτριζεν ἰσχυρῶς. Θυμωθεὶς οὖν ὁ βοηλάτης εἶπεν αὐτῇ· « Ὦ κακὸν κτῆμα, τί κράζεις, βίᾳ τῶν ἑλκόντων σε βοῶν σιωπώντων ; »

Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καὶ πλούτῳ καυχώμενοι μέγα φρονοῦσιν ὡς αὐτοὶ χειμασθέντες ἐν αὐτοῖς.

Codd. Ba 32 Bb 21.

Chambry 70.3

Aliter — Autre version. §

[P45]

Ταῦροι δύο ἅμαξαν ἕλκοντες ἐπὶ πόλιν τινὰ φόρτον ἔφερον. Τῆς οὖν ἁμάξης τρυζούσης ἀεὶ φερομένης, θυμωθεὶς ὁ τὰς βοῦς ἐλαύνων ἔφη· « Ὦ κακὸν κτῆμα, τί κράζεις, τῶν βίᾳ σε ἑλκόντων βοῶν σιωπώντων ; »

Cod. Bd 14.

Chambry 70.4

Aliter — Autre version. §

[P45]
Ταῦροι δύο ἅμαξαν εἷλκον ἐν πόλει.
Ἡ δ’ ἐπεϐόα, κράζουσα δὴ μεγάλως.
Ὁ δὲ βοηλάτης αὐτῇ ταῦτα λέγει·
« Ὦ θρασύτατον κτῆμα κακῶν πραγμάτων,
ἵνα τί οὕτω σὺ κατακράζεις, βίᾳ
τῶν καθελκόντων σε βοῶν σιωπώντων ; »

Ὅτι τινὲς ἐπ’ ἀλλοτρίοις πόνοις καυχώμενοι δοκοῦσι μέγα φρονεῖν ἐπ’ αὐτοῖς.

Codd. Mb 203 Pd 28.

Chambry 71 §

Chambry 71.1

Βόες <τρεῖς> καὶ λέων — Les trois bœufs et le lion. §

[P372]

Ἐνέμοντο μετ’ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαϐαλὼν ἐχώρισεν ἀπ’ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.

[Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.

Codd. Ba 36 Bb 24 Mg 62.

Trois bœufs paissaient toujours ensemble. Un lion voulait les dévorer ; mais leur union l’en empêchait. Alors il les brouilla par des discours perfides et les sépara les uns des autres ; dès lors, les trouvant isolés, il les dévora l’un après l’autre.

Si tu désires vraiment vivre en sûreté, défie-toi de tes ennemis, mais aie confiance en tes amis, et conserve-les.

Chambry 71.2

Aliter — Autre version. §

[P372]

Ἐνέμοντο τρεῖς μετ’ ἀλλήλων βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἰμύλοις δὲ λόγοις τούτους διαχωρίσας μεμονωμένους τούτων ἕνα καθ’ ἕνα εὑρὼν ἀδεῶς ἤσθιεν.

Cod. Bc 28.

Chambry 71.3

Aliter — Autre version. §

[P372]
Τρεῖς ὁμοιότροποι ἐνέμοντο βόες.
Λέων δὲ τούτοις τοῦ φαγεῖν προσορμήσας
δι’ ὁμόνοιαν οὐκ ἴσχυσεν οὐδ’ ὅλως.
Τοῦ δὲ ὑπούλοις διαϐάλλοντος λόγοις,
ἀπεχώρισεν αὐτοὺς ἐξ ἀμφοτέρων,
καὶ τότ’ ἕκαστον εὑρὼν μεμονωμένον
κατεσπάραξεν οἷς τρόποις ἠϐουλήθη.

[Ὅτι] ὁ θέλων ζῆν ἀκινδύνως τοῖς μὲν ἐχθροῖς ἀπιστείτω, πιστευέτω δὲ τοῖς φίλοις.

Cod. Mb 20.

Chambry 72

Βοηλάτης καὶ Ἡρακλῆς — Le bouvier et Héraklès. §

[P291]
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.
Τῆς δ’ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,
τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ
ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Αὐτὸς δ’ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου
καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ’ εὔχου,
ὅταν τι ποιῇς καὐτὸς, ἢ μάτην εὔξῃ. »
Cod. Mb 19.

Un bouvier menait un chariot vers un village. Le chariot étant tombé dans un ravin profond, au lieu d’aider à l’en sortir, le bouvier restait là sans rien faire, invoquant parmi tous les dieux le seul Héraclès, qu’il honorait particulièrement. Héraclès lui apparut et lui dit : « Mets la main aux roues, aiguillonne tes bœufs et n’invoque les dieux qu’en faisant toi-même un effort ; autrement tu les invoqueras en vain. »

Chambry 73 §

Chambry 73.1

Βορέας καὶ Ἥλιος — Borée et le Soleil. §

[P46]

Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον. Ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἀποδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος, μᾶλλον ἐπέκειτο. Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον, καὶ περιττοτέραν ἐσθῆτα προσελάμϐανεν, ἕως ἀποκαμὼν <ὁ Βορέας> τῷ Ἡλίῳ αὐτὸν παρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραρρέοντος ἐπὶ λουτρὸν ἀπῄει.

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι.

Codd. Pa 46 Pb 46 Pc 18 Pe 20 Pg 24.

Borée et le Soleil contestaient de leur force. Ils décidèrent d’attribuer la palme à celui d’entre eux qui dépouillerait un voyageur de ses vêtements. Borée commença ; il souffla avec violence. Comme l’homme serrait sur lui son vêtement, il l’assaillit avec plus de force. Mais l’homme incommodé encore davantage par le froid, prit un vêtement de plus, si bien que, rebuté, Borée le livra au Soleil. Celui-ci tout d’abord luisit modérément ; puis, l’homme ayant ôté son vêtement supplémentaire, le Soleil darda des rayons plus ardents, jusqu’à ce que l’homme, ne pouvant plus résister à la chaleur, ôta ses habits et s’en alla prendre un bain dans la rivière voisine.

Cette fable montre que souvent la persuasion est plus efficace que la violence.

Chambry 73.2

Aliter — Autre version. §

[P46]

Βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. Βορρᾶς δὲ πρῶτος βίᾳ τὸ ἱμάτιον φυσῶν ἤλπιζε συλήσειν. Ὁ δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔϐαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. Ὁ δὲ Ἥλιος τὸ μὲν πρῶτον χλιάνας αὐτὸν τοῦ ψύχους, ἔπειτα τὴν φλόγα προσαγαγὼν ἔπεισεν ἱδρώσαντα τὸ ἱμάτιον ἀποδύσασθαι· οὗτως οὖν ἡττήθη ὁ Βορρᾶς.

Ὅτι πραοτέρως ἐπιχειρῶν τινι πράγματι μᾶλλον ἀνύσεις πείθων ἢ βιαζόμενος.

Codd. Ba 17 Mg 28.

Chambry 73.3

Aliter — Autre version. §

[P46]

Ἐν χειμῶνι Βορρᾶς πρὸς τὸν Ἥλιον ἰσχύος ἕνεκα ἔριν ἐποιεῖτο. Καὶ σῆμα ὂν τῆς ἰσχύος τινὸς ὁδοιποροῦντος τὴν τοῦ ἱματίου ἀφαίρεσιν ἐποιήσαντο. Βορρᾶς μὲν οὖν πρῶτος ἐναντίον τοῦ ἀνέμου μέγα φυσῶν ἐπειρᾶτο ἐκ τοῦ ἀνθρώπου βίᾳ τὸ ἱμάτιον ἀπορρίψας γυμνὸν ἐκεῖνον καταλιπεῖν. Ὁ δὲ ὑπὸ τοῦ κρύους πανταχόθεν περισυνάγων αὐτὸ καὶ ἰσχυρῶς περιστέλλων ἔκρυψεν, εἰσελθὼν ἔν τινι πέτρας ὀπῇ, τὴν ἑαυτοῦ κεφαλήν, τὴν τοῦ ἀνέμου φεύγων σφοδρότητα· τὸ <δὲ> λοιπὸν σῶμα ἔξω ἀφείς, ἐκκρύψαι αὐτὸ οὐκ ἠδύνατο. Οὕτω δὲ κείμενον ὁ Ἥλιος πρῶτον ὑπὸ τοῦ ψύχους νεκρωθέντα ἀπέθαλπε· ἔπειτα κατὰ μικρὸν τοῦτον περιθερμάνας ἱδρῶσαι πεποίηκε· οὗ γεγονότος, τὸ ἱμάτιον ἀπεκδυσάμενος νικήτην τὸν Ἥλιον ἔδειξεν.

Cod. Bd 5.

Chambry 73.4

Aliter — Autre version. §

[P46]
Βορρᾶς κἤλιος ἤριζον πρὸς ἀλλήλους
ὅστις ἐξ αὐτῶν τινα τῶν ὀδευόντων
πρῶτος ἐκδύσει αὐτοῦ τὸν χιτωνίσκον.
Τοῦ δὲ Βορρᾶ πνέοντος ἰσχυρωτάτως,
ἄνθρωποι μᾶλλον ψυχρωθέντες εὐθέως
μᾶλλον ἠμφίεννυντο περιϐολαίοις.
Ὁ δὲ χλιάνας Ἥλιος μετὰ ταῦτα
καὶ τοῖς ἀνθρώποις ἱδρώτας προξενώσας
πέπεικεν εὐθὺς ἐκδῦσαι τοὺς χιτῶνας.
Τότε ὁ Βορρᾶς αἰσχυνθεὶς ἀπεστράφη.

Ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυτικώτερόν ἐστι.

Cod. Pd 29.

Chambry 74 §

Chambry 74.1

Βουκόλος καὶ λέων — Le bouvier et le lion. §

[P49]

Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοϐος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· « Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω. »

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Codd. Pa 49 Pb 49 Pc 20 Pe 23 Pg 27 Ma 34.

Un bouvier, qui paissait un troupeau de bœufs, perdit un veau. Il fit le tour du voisinage, sans le retrouver. Alors il promit à Zeus, s’il découvrait le voleur, de lui sacrifier un chevreau. Or, étant entré dans un bois, il vit un lion qui dévorait le veau ; épouvanté, il leva les mains au ciel en s’écriant : « Ô souverain Zeus, naguère j’ai fait vœu de t’immoler un chevreau, si je trouvais le voleur ; à présent je t’immolerai un taureau, si j’échappe aux griffes du voleur. »

On pourrait appliquer cette fable à ceux qui sont en butte à quelque disgrâce : dans leur embarras, ils souhaitent d’en trouver le remède, et, quand ils l’ont trouvé, ils cherchent à s’y soustraire.

Chambry 74.2

Aliter — Autre version. §

[P49]

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριϐεν ἐρευνῶν. Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διὶ οὕτως, ὅτι, « ἐὰν τὸν κλέπτην τὸν λαϐόντα τὸν μόσχον ὑποδείξῃς μοι, ἔριφόν σοι εἰς θυσίαν προσάξω. » Καὶ δὴ διερχομένου αὐτοῦ εἴς τινα δρυμόν, εὑρίσκει λέοντα κατεσθίοντα τοῦτον τὸν μόσχον. Ἔμφοϐος οὖν γενόμενος καὶ μεγάλως δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δοῦναι, ἐὰν τὸν κλέπτην εὕρω, νυνὶ δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς χεῖρας τοῦ κλέπτου ἐκφύγω.

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Codd. Ca 41 Cb 30 Cc 30 Cd 30 Ce 28 Cf 32 Mc 33 Md 35 Mh 31 Mi 70 Mk 34 Ml 32 Mm 38 Lf 135.

Chambry 74.3

Aliter — Autre version. §

[P49]

Βουκόλος ἀγέλην ταύρων βόσκων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ πᾶσαν τὴν ἔρημον διέτριϐεν ἐρευνῶν. Ὡς δὲ οὐδὲν εὑρεῖν ἠδυνήθη, ηὔξατο τῷ Διί, ἂν τὸν λαϐόντα μόσχον κλέπτην ὑποδείξῃ, ἔριφον εἰς θυσίαν προσάξειν. Καὶ δὴ ἐρχόμενος εἴς τινα δρυμῶνα εὑρίσκει λέοντα κατεσθίοντα τὸν μόσχον. Ἔμφοϐος οὖν γενόμενος καὶ μέγα δειλιάσας, ἐπάρας τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπεν· « Ὦ δέσποτα Ζεῦ, ἐπηγγειλάμην σοι ἔριφον δώσειν, ἒν τὸν κλέπτην εὕρω· νῦν <δὲ> ταῦρον σοι θύσειν ὑπισχνοῦμαι, ἐὰν τούτου τὰς χεῖρας ἐκφύγω. »

Ὁ μῦθος πρὸς ἄνδρας δυστυχεῖς οἵτινες ἀποροῦντες μὲν εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.

Cod. La 135.

Chambry 74.4

Aliter — Βοηλάτης καὶ λέων. §

[P49]

Βοηλάτης ταῦρον ἀπώλεσεν· ηὔξατο δὲ τῷ θεῷ, εἰ τὸν κλέπτην εὕροι, ταῦρον ἐπιθύσειν. Εὗρε δὲ ἐξαίφνης τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον· εἶπεν δὲ τῷ θεῷ ὅτι « καὶ ἕτερον βοῦν σοι ἐπιθύσω, εἰ τὸν κλέπτην ἐκφύγω. »

Ὅτι ἀϐούλως οὐ δεῖ εὐχὴν τῷ θεῷ συντάσσεσθαι διὰ τὴν πρὸς ὥραν συμϐαίνουσαν λύπην.

Codd. Ba 16 Bb 11.

Chambry 74.5

Aliter — Βουθρέμμων καὶ λέων. §

[P49]

Βουθρέμμων τις ἐν ὄρει ταῦρον ἀπώλεσεν. Ταῦρον οὖν ἐπιθύσειν ηὔχετο τῷ θεῷ, εἰ τῷ κλέπτῃ ἐντύχοι. Ἐξαίφνης οὖν εὗρε τοῦτον ὑπὸ λέοντος ἐσθιόμενον. Στενάξας οὖν ἔφη· « Βοῦν σοι καὶ ταῦρον, θεέ, προσενέγκω, εἰ τὰς χεῖρας τοῦ κλέπτου βοηθήσεις μοι ἐκφυγεῖν. »

Ὅτι ἀϐούλως οὐδὲ εὐχὴν ποιεῖσθαι χρή· ἄδηλον γὰρ τὸ συμϐησόμενον.

Cod. Bc 14.

Chambry 74.6

Aliter — Βουκόλος καὶ λέων. §

[P49]

Βουκόλος ταῦρον ἀπολέσας ηὔξατο τῷ Ἑρμῇ, εἰ τὸν κλέψαντα εὕροι, ἕτερον ταῦρον αὐτῷ θύσειν. Αἴφνης δὲ ἰδὼν λέοντα τοῦτον ἐσθίοντα εἶπεν· « Καὶ ἕτερόν σοι, ὦ Ἑρμῆ, βοῦν θύσω, εἰ τὸν κλέπτην ἐκφυγεῖν δυνηθείην. »

Cod. Bd 4.

Chambry 75 §

Chambry 75.1

Βωταλὶς καὶ νυκτερίς — Le serin et la chauve-souris. §

[P48]

Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ’ αὐτῆς τὴν αἰτίαν δι’ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. »

Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.

Codd. Pa 48 Pb 48 Pe 22 Pf 23 Pg 26 Ma 33 Me 32 Mf 30.

Un serin, qui était dans une cage accrochée à une fenêtre, chantait pendant la nuit. Une chauve-souris entendit de loin sa voix, et, s’approchant de lui, lui demanda pour quelle raison il se taisait le jour et chantait la nuit. « Ce n’est pas sans motif, dit-il, que j’en use ainsi ; car c’est de jour que je chantais, lorsque j’ai été pris ; aussi depuis ce temps, je suis devenu prudent. » La chauve-souris reprit : « Mais ce n’est pas à présent qu’il faut te mettre sur tes gardes, alors que c’est inutile : c’est avant d’être pris que tu devais le faire. »

Cette fable montre que, quand le malheur est venu, le regret ne sert à rien.

Chambry 75.2

Aliter — Autre version. §

[P48]

Βουταλὶς ἀπό τινος θυρίδος ἐκρέματο. Νυκτερὶς δὲ προσελθοῦσα ἐπυνθάνετο τὴν αἰτίαν δι’ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ μὴ μάτην τοῦτο ποιεῖν λεγούσης· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, καὶ διὰ τοῦτο ἀπ’ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ’ οὐ νῦν σε φυλάττεσθαι δεῖ, ὅτε μηδὲν ὄφελος, ἀλλὰ πρὶν ἢ συλληφθῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασιν ἀνόνητος ἡ μετάνοια.

Codd. La 81 Lb 24 Le 24 Lf 81 Md 134 Mg 29 Mi 108 Mj 27 Mm 39.

Chambry 76 §

Chambry 76.1

Γαλῆ καὶ Ἀφροδίτη — La chatte et Aphrodite. §

[P50]

Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταϐάλλονται.

Codd. Pa 50 Pb 50 Pc 21 Pe 24 Pg 28 Ma 35 Mb 22.

Une chatte, s’étant éprise d’un beau jeune homme, pria Aphrodite de la métamorphoser en femme. La déesse prenant en pitié sa passion, la changea en une gracieuse jeune fille ; et alors le jeune homme l’ayant vue s’en amouracha et l’emmena dans sa maison. Comme ils reposaient dans la chambre nuptiale, Aphrodite, voulant savoir si, en changeant de corps, la chatte avait aussi changé de caractère, lâcha une souris au milieu de la chambre. La chatte, oubliant sa condition présente, se leva du lit et poursuivit la souris pour la croquer. Alors la déesse indignée contre elle la remit dans son premier état.

Pareillement les hommes naturellement méchants ont beau changer d’état, ils ne changent point de caractère.

Chambry 76.2

Aliter — Autre version. §

[P50]

Γαλῆ ἐρασθεῖσα νεανίσκου τινὸς εὐπρεποῦς ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ δὴ ἐλεήσασα αὐτὴν ἡ θεὸς μετεποιήσατο αὐτὴν εἰς κόρην εὐειδῆ. Ἐρασθεὶς οὖν ὁ νεανίσκος τοῦ κάλλους αὐτῆς ἀπήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ. Καθεζομένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταϐαλοῦσα τὸ σῶμα καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων, ἀναστᾶσα ἀπὸ τῆς κοίτης, τὸν μῦν κατεδίωκε, καταφαγεῖν ἐθέλουσα. Ἀγανακτήσασα δὲ ἡ θεὸς πάλιν αὐτὴν εἰς τὴν ἰδίαν φύσιν ἀποκατέστησεν.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐκ ἀλλάσσουσι.

Codd. Ca 48 Cb 31 Cd 31 Ce 30 Cf 34 Ch 38 Mc 34 Md 36 Mh 32 Mi 71 Mk 35 Ml 40 Mm 41 Mn 12 Ld 12.

Chambry 76.3

Aliter — Autre version. §

[P50]

Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ ἐρασθῆναι αὐτῆς καὶ τὸν ἄνδρα ἐκεῖνον· ὃ δὴ καὶ ἔπραξεν ἡ θεά. Ἔτι δὲ τοῦ γάμου ὄντος, μῦς διέδραμεν ἐν τῷ μέσῳ. Ἡ δὲ τὰ νυμφικὰ ῥίψασα καὶ τῇ φύσει ἀκολουθήσασα τὸν μῦν κατεδίωκεν.

Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποκρίσει μορφῶται καὶ κρύπτηται, ἡ φύσις τοῦτον διὰ τῶν ἐργων ἐξελέγχει.

Codd. Ba 19 Mg 36.

Chambry 76.4

Aliter — Autre version. §

[P50]

Γαλῆ ἠράσθη ποτὲ ἀνδρὸς εὐπρεποῦς καὶ τὴν Ἀθηνᾶν ἐδυσώπει ταύτην μεταμεῖψαι εἰς γυναῖκα καὶ τὸν ἐρώμενον καὶ ἄκοντα ταύτης ἐπιθυμῆσαι. Καὶ ἐγένετο οὕτως, τῆς θεᾶς ἰλασθείσης, ὡς ὁ μῦθος ληρεῖ. Τοῦ δὲ γάμου ἔτι ἐμμένοντος, μῦν ἡ νύμφη ἐμϐλέψασα τῆς ὀπῆς διακύψαντα, τῶν νυμφικῶν στολῶν ἐπελάθετο καὶ τῶν οἰκείων ἐθῶν ἐπεδράττετο, καὶ γαλῆ ἦν ἡ γαλῆ, τὸν μῦν μὲν κατατρέχουσα, τῶν δὲ ὑμεναίων ἐπιλελησμένη.

Ὅτι, κἂν πρὸς βραχύ τις ἐν ὑποχρίσει μορφῶται καὶ ἀμείϐῃ τὴν φύσιν, τοῦτον τὰ ἔργα ἐλέγχουσιν.

Cod. Bc 16.

Chambry 76.5

Aliter — Autre version. §

[P50]
Γαλῆ δέ τις εὐπρεποῦς ἀνδρὸς ἠράσθη
καὶ τὴν Ἀθηνᾶν τὴν θεὰν ἐδυσώπει
τοῦ μεταϐαλεῖν εἰς γυναικείαν θέσιν,
ὅπως κάλλους τύχοι τοῦ τε ἐρωμένου.
Καὶ δὴ τῆς θεᾶς αὐτῆς εἰσακουσάσης,
μετεϐλήθη γε εἰς γυναικεῖον σχῆμα.
Ταύτης ἀνὴρ δὲ προθύμως κατεσχέθη.
Καὶ δὴ τοῦ γάμου ἄρτι ἀπαρτισθέντος,
μῦς ἐπέδραμεν ὑποκάτω τραπέζης.
Τῆς δὲ εὐθέως τῆν νυμφικὴν ῥιψάσης,
τὸν μῦν διώκει ὑποκάτω κραϐϐάτου.

Ὅτι, κἂν βραχύ τις ἐν ὑποχρίσει μορφῶται, ἡ φύσις αὐτοῦ δι’ ἔρωτος ἐλέγχεται.

 

Cod. Pd 30.

Chambry 77 §

Chambry 77.1

Γαλῆ καὶ ῥίνη — La belette et la lime. §

[P59]

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέϐη δὲ, ἐκτριϐομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέϐαλε τὴν γλῶσσαν.

Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταϐλάπτοντας.

Codd. Ca 49 Pb 59 Pe 27 Pg 36 Ma 41 Mb 32.

Une belette, s’étant glissée dans l’atelier d’un forgeron, se mit à lécher la lime qui s’y trouvait. Or il arriva que, sa langue s’usant, il en coula beaucoup de sang ; et elle s’en réjouissait, s’imaginant qu’elle enlevait quelque chose au fer, tant qu’enfin elle perdit la langue.

Cette fable vise les gens qui, en querellant les autres, se font tort à eux-mêmes.

Chambry 77.2

Aliter — Autre version. §

[P59]

Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον καὶ εὑροῦσα τὴν ῥίνην εἰς τὸ μέσον κειμένην, ταύτην κατεμασᾶτο καὶ ἀνέλειχε. Ἐκτριϐομένης δὲ τῆς γλώσσης αὐτῇ, ὥστε καὶ αἷμα φέρεσθαι, ἐτέρπετο, ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, καὶ ἐπέμενε λοιπόν, μέχρι παντελῶς ἀπέϐαλε τὴν γλῶσσαν.

Πρὸς τοὺς ἐν φιλονεικίαις αὑτοὺς μᾶλλον ἢ τοὺς πέλας καταναλίσκοντας.

Codd. Pf 24 Ph 24.

Chambry 77.3

Aliter — Autre version. §

[P59]

Γαλῆ εἰς ἐργαστήριον εἰσελθοῦσα χαλκέως τὴν ἐκεῖ κειμένην περιέλειχε ῥίνην. Ξυομένης δὲ τῆς γλώσσης, αἷμα πολὺ ἐφέρετο. Ἡ δὲ ἥδετο, νομίζουσά τι τοῦ σιδήρου ἀφαιρεῖν, ἄχρις οὗ παντελῶς πᾶσαν τὴν γλῶσσαν ἀνήλωσεν.

Ὁ μῦθος πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς βλάπτοντας.

Codd. La 85 Lb 34 Lc 37 Le 34 Lf 85 Lg 37 Md 138 Me 41 Mf 36 Mg 43 Mi 112 Mj 40 Ml 42 Mm 52.

Chambry 77.4

Aliter — Αἴλουρος καὶ ῥίνη. §

[P59]

Χαλκέως τινὸς οἶκον αἴλουρος εἰσελθοῦσα καὶ τὰ ἐκείνου πάντα ἐργαλεῖα ἐρευνήσασα, ἐνέτυχε καὶ τῇ αὐτοῦ ῥίνῃ. Ἀναλείξασα δὲ ταύτην τῇ γλώσσῃ ἡδέως ἔλειχε. Ἐξερχομένου δὲ ἐκ τῆς γλώττης αὐτῆς αἷματος, ἡδύνετο αὐτὴ καὶ οὐκ ᾐσθάνετο, ἕως οὗ ἐφθάρη ἡ γλῶσσα αὐτῆς.

Ὁ μῦθος δηλοῖ ὅτι καὶ θνῄσκοντες οἱ φιλόνεικοι οὐκ αἰσθάνονται.

Cod. Mh 96.

Chambry 78 §

Chambry 78.1

Γέρων καὶ θάνατος — Le vieillard et la mort. §

[P60]

Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι’ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἴνα τὸ φορτίον ἄρῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.

Codd. Pb 60 Pd 32 Pe 28 Pg 37 Ma 42 Mb 33.

Un jour un vieillard, ayant coupé du bois, le chargea sur son dos. Il avait un long trajet à faire. Fatigué par la marche, il déposa son fardeau et il appela la Mort. La Mort parut et lui demanda pour quel motif il l’appelait. Le vieillard répondit : « C’est pour que tu me soulèves mon fardeau… »

Cette fable montre que tous les hommes sont attachés à l’existence, même s’ils ont une vie misérable.

Chambry 78.2

Aliter — Autre version. §

[P60]

Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε, καὶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου παριόντος καὶ πυνθανομένου τὴν αἰτίαν δι’ ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· « Ἴνα μου τὸν φόρτον ἄρῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ καὶ πτωχός ἐστι.

Cod. T 2.

Chambry 78.3

Aliter — Autre version. §

[P60]

Γέρων ποτὲ εἰς ὄρος ἀναϐάς, ξύλα κόψας, ταῦτα ἔφερε πολλὴν ὁδὸν βαδίζων. Κοπιάσας δὲ καὶ τὸ φορτίον ἀποθέμενος, οἰμώξας τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ παραυτίκα ἐπισταθέντος αὐτῷ καὶ πυνθανομένου δι’ ἣν αἰτίαν ἐπεκαλέσατο αὐτόν, ἔφη ὁ γέρων· « Ἵνα τὸ φορτίον ἄρῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν λίαν δυστυχῇ.

Codd. Pf 25 Ph 25.

Chambry 78.4

Aliter — Autre version. §

[P60]

Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας πολλὴν ἐϐάδισεν ὁδόν. Κεκοπιακὼς δὲ καὶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυνθανομένου δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον μοι ἄρῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ καὶ δυστυχεῖ λίαν, κἂν καὶ μυρίους κινδύνους ὑποστῇ.

Codd. Ca 50 Cb 32 Cd 32 Ce 31 Cf 35 Ch 39 Md 37 Mi 72 Mm 42.

Chambry 78.5

Aliter — Autre version. §

[P60]

Γέρων ποτὲ ξυλὰ τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐϐάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα καὶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι. »

Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.

Codd. La 20 Lb 25 Lc 11 Le 25 Lf 20 Lg 11 Mg 32 Mj 30 Ml 34.

Chambry 79 §

Chambry 79.1

Γεωργὸς καὶ ἀετός — Le laboureur et l’aigle. §

[P296]

Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν αὐτὸν ἐλεύθερον. Ὁ δὲ οὐκ ἄμοιρος αὐτῷ χάριτος κατεφάνη, ἀλλ’ ὑπὸ τεῖχος σαθρὸν καθήμενον ἰδών, προσπετάσας τοῖς ποσὶν ἧρε τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φακιόλιον. Ὁ δὲ ἐξαναστὰς ἐδίωκε· τοῦτο δὲ ὁ ἀετὸς ἔρριψε. Καὶ ἀναλαϐόμενος αὐτὸ καὶ ὑποστρέψας εὗρε τὸ τεῖχος συμπεπτωκὸς ἔνθα ἐκάθητο, θαυμάσας τὴν ἀμοιϐήν.

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ἔκ τινος ἀντευεργετεῖν χρή· [ὃ γὰρ ἀγαθὸν ποιήσεις, ἀντιδοθήσεταί σοι].

Codd. Ba 23 Mg 39.

Un laboureur, ayant trouvé un aigle pris au filet, fut si frappé de sa beauté qu’il le délivra et lui donna la liberté. L’aigle ne se montra pas ingrat envers son bienfaiteur ; mais le voyant assis au pied d’un mur qui menaçait ruine, il vola vers lui et enleva dans ses griffes le bandeau qui lui ceignait la tète. L’homme se leva et se mit à sa poursuite. L’aigle laissa tomber le bandeau. Le laboureur le ramassa, et revenant sur ses pas, il trouva le mur écroulé à l’endroit où il s’était assis, et fut bien étonné d’être ainsi payé de retour.

Il faut rendre les services qu’on a reçus ; [car le bien que vous ferez vous sera rendu].

Chambry 79.2

Aliter — Autre version. §

[P296]

Γεωργῷ τινι ἀετὸς ἐθηρεύθη καὶ γνωσθεὶς ἀπελύθη. Ὁ δὲ τοῦ καλοῦ μὴ ἐπιλαθόμενος τὸν γεωργόν ποτε ὑπὲρ τοίχου ὁρῶν καθήμενον εὐολίσθου, τὸ ἐπὶ τῆς κεφαλῆς ἐκείνου ἀφείλετο σημικίνθιον, τῆς καθέδρας τοῦτον ἐξεγεῖραι βουλόμενος, ὡς καὶ κατώρθωσε. Μετὰ γὰρ τὸ καταδιῶξαι τοῦτον, ὁ εὐεργέτης ἀπέρριψε τὸ ἀναληφθέν, πληρεστάτην ἀντιδοὺς τὴν ἀντίχαριν· οὐ μακρῶς γὰρ ἔμελλε συμπατεῖσθαι τῇ τοῦ τοίχου καταϐολῇ ὁ ἀνήρ· μικρὸν γὰρ ἐκείνου ὑποχωρήσαντος, ἐπιχθόνιον ἐγεγόνει τὸ τῆς ἀνύψωμα καθέδρας.

Ὅτι τοὺς ἀγαθόν τι πεπονθότας ὁμοίως ἀντιποιεῖσθαι χρή.

Cod. Bc 18.

Chambry 79.3

Aliter — Autre version. §

[P296]

Γεωργὸς ἀετὸν εὑρὼν ἠγρευμένον, τὸ κάλλος αὐτοῦ θαυμάσας, ἀπέλυσεν. Ὁ δὲ τοῦτον ἀμειϐόμενος τῆς ἐλευθερίας, ἐπεὶ τοῦτον εἶδεν παρὰ σαθρὸν τοιχίον καθήμενον, κατελθὼν ἦρεν τὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ φάρος. Ὁ δὲ ἀναστὰς ἐδίωκε τὸν ἀετὸν ἐπὶ πολὺ τόπου διάστημα. Ὁ δὲ ἀετὸς ὕπερ ἔλαϐεν αὖθις ἔρριψεν· ὅπερ λαϐὼν ὁ γεωργὸς καὶ ὑποστρέψας, ἐπεὶ τὸ τεῖχος εὗρε συμπεπτωκὸς ἐν ᾧπερ ἐκάθητο, τὸν ἀετὸν [θαυμάσας] τῆς ἀμοιϐῆς ἀπεθαύμασε.

Cod. Bd 7.

Chambry 80 §

Chambry 80.1

Γεωργὸς καὶ κύνες — Le laboureur et les chiens. §

[P52]

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει, ἐπειδὴ οὐκ ἠδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὸ μὲν πρῶτον τὰ πρόϐατα κατέφαγεν. Ἐπειδὴ δὲ ἔτι ὁ χειμὼν ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ πραττόμενα ἔφασαν πρὸς ἀλλήλους· « Ἀπιτέον ἡμῖν ἐνθένδε· ὁ δεσπότης γάρ, εἰ οὐδὲ τῶν συνεργαζομένων βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται ; »

Ὁ λόγος δηλοῖ ὅτι δεῖ τούτους μάλιστα φυλάττεσθαι οἳ οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.

Codd. Pa 52 Pb 52 Pc 23 Pe 26 Pg 30 Ma 38 Mb 24.

Un laboureur se trouva confiné par le mauvais temps dans sa métairie. Ne pouvant sortir pour se procurer de la nourriture, il mangea d’abord ses moutons ; puis, comme le mauvais temps persistait, il mangea aussi ses chèvres ; enfin, comme il n’y avait pas de relâche, il en vint à ses bœufs de labour. Alors les chiens, voyant ce qui se passait, se dirent entre eux : « Il faut nous en aller d’ici, car si le maître a osé toucher aux bœufs qui travaillent avec lui, comment nous épargnera-t-il ? »

Cette fable montre qu’il faut se garder particulièrement de ceux qui ne craignent pas de faire du mal même à leurs proches.

Chambry 80.2

Aliter — Autre version. §

[P52]

Γεωργός τις, χειμῶνος ὄντος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, ἐπεὶ οὐκ ἐδύνατο προελθεῖν καὶ ἑαυτῷ τροφὴν πορίσαι, τὰ πρόϐατα αὐτοῦ κατέφαγεν. Ἐπεὶ δὲ ὁ χειμὼν ἔτι ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο. Ἐκ τρίτου δέ, ὡς οὐδεμία ἄνεσις ἐγένετο, καὶ ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ γινόμενα ἔφασαν πρὸς ἀλλήλους· « Παρέλθωμεν ἐντεῦθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τοὺς ἐργαζομένους βόας οὐκ ἠλέησεν, ἡμῶν πῶς φείσεται ; »

Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῆς κατὰ τῶν οἰκείων ἀδικίας ἀπέχονται.

Cod. Ca 43.

Chambry 80.3

Aliter — Autre version. §

[P52]

Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόϐατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. Ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. Ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· « Πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν· ὡς ὁρῶμεν γὰρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν [δὲ] πῶς φείσεται ; »

Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

Codd. Cb 34 Ce 33 Cf 37 Ch 41 Mh 34.

Chambry 80.4

Aliter — Δεσπότης καὶ κύνες. §

[P52]

Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόϐατα κατέφαγεν, εἶτα τὰς αἶγας. Τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος, καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. Οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· « Φεύγωμεν ἀλλ’ ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται ; »

Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.

Codd. La 23 Lb 18 Ld 13 Le 18 Lf 23 Mc 35 Md 39 Me 25 Mf 25 Mi 74 Mj 21 Mk 36 Ml 15 Mm 44 Mn 13.

Chambry 81 §

Chambry 81.1

Γεωργὸς καὶ ὄφις <τὸν παῖδα αὐτοῦ ἀποκτείνας> – Le laboureur et le serpent qui lui avait tué son fils. §

[P51]

Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαϐε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην πέτραν διέκοψεν. Εὐλαϐηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. Ὁ δὲ εἶπεν· « Ἀλλ’ οὔτε ἐγὼ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον. »

Ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι.

Codd. Pa 51 Pb 51 Pc 22 Pe 25 Pg 29 Ma 37 Mb 23 Ca 42.

Un serpent, s’étant approché en rampant de l’enfant d’un laboureur, l’avait tué. Le laboureur en ressentit une terrible douleur ; aussi, prenant une hache, il alla se mettre aux aguets près du trou du serpent, prêt à le frapper, aussitôt qu’il sortirait. Le serpent ayant passé la tête dehors, le laboureur abattit sa hache, mais le manqua et fendit en deux le roc voisin. Dans la suite, craignant la vengeance du serpent, il l’engagea à se réconcilier avec lui ; mais le serpent répondit : « Nous ne pouvons plus nourrir de bons sentiments, ni moi pour toi, quand je vois l’entaille du rocher, ni toi pour moi, quand tu regardes le tombeau de ton enfant. »

Cette fable montre que les grandes haines ne se prêtent guère à des réconciliations.

Chambry 81.2

Aliter — Autre version. §

[P51]

Ὄφις γεωργοῦ παῖδα δακὼν ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. Ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. Καὶ δὴ καταλαϐὼν αὐτὸν θηρεύοντα στερρῶς καταφέρει τὸν πέλεκυν κατὰ τοῦ ὄφεως. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν, τὴν οὐρὰν ἀπέτεμεν μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. Φοϐηθεὶς οὖν ὁ γεωργὸς μήπως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λαϐὼν ἄλευρον καὶ μέλι, ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ ἔνδον ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· « Ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμϐον ὁρῶν οὐκέτι εἰρηνεύσεις. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοίϐην, ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.

Codd. Ce 92 Cf 98.

Chambry 81.3

Aliter — Autre version. §

[P51]
Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων
ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας
καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον.
Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν.
Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης
πέλεκυν λαϐὼν καὶ αὐτὸς ἐπειρᾶτο
τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν.
Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι,
εὐθὺς ὁ ἀνὴρ καταδραμὼν ὀπίσω
στερρῶς κατ’ αὐτοῦ τὸ ξίφος καταφέρει.
Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον
μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον.
Ὃς φόϐῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ,
λαϐὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι,
αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην.
Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας
(καὶ γὰρ ἐκρύϐη ἐπὶ πέτρας ὀ ὄφις)
τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων·
« Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς,
ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει·
ὁρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι,
καὶ σὺ δὲ πάλιν τὸν τύμϐον τοῦ υἱοῦ σου
βλέπων καθ’ ὥραν, οὐκέτι εἰρηνεύσεις. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμοιϐῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.

Codd. Ch 104 Cg 29 Ca 155 Cb 84 Cd 98.

Chambry 81.4

Aliter — Autre version. §

[P51]

Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ τὸ νήπιον παιδίον. Πένθος δὲ τοῖς γονεῦσιν ἐγένετο μέγα. Ὁ δὲ πατήρ, ὑπὸ τῆς λύπης πέλεκυν λαϐών, ἔμελλε τὸν ὄφιν ἐξελθόντα φονεύσειν. Ὡς δὲ ἔκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πατάξαι αὐτόν, ἠστόχησε, μόνον κρούσας τὴν τῆς τρώγλης ὀπήν. Ἀπελθόντος δὲ τοῦ ὄφεως, ὁ γεωργὸς νομίσας τὸν ὄφιν μηκέτι μνησικακεῖν, λαϐὼν ἄρτον καὶ ἅλας, ἔθηκεν ἐν τῇ τρώγλῃ. Ὁ δὲ ὄφις λεπτὸν συρίξας εἶπεν· « Οὐκ ἔσται ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τύμϐον τοῦ σοῦ τέκνου. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ἐπιλανθάνεται ἐφ’ ὅσον βλέπει μνημόσυνον δι’ οὗ ἐλυπήθη.

Codd. La 145 Lc 57 Lg 57 Md 93 Mh 84 Mi 9 Mm 111.

Chambry 81.5

Aliter — Autre version. §

[P51]

Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ παῖδα νήπιον τύψας. Πένθος δὲ μέγα τοῖς γονεῦσιν ἐγένετο. Ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαϐὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν. Ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε. Λογιζόμενος <οὖν> ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαϐὼν δὲ ἄρτον καὶ ἅλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν. Ὁ ὄφις δὲ λεπτὸν συρίσας εἶπεν· « Οὐκ ἔστιν ἡμῖν ἀπάρτι πίστις ἢ φιλία, ἕως ἂν ἐγὼ ταύτην τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τοῦ παιδὸς τάφον. »

Ὅτι οὐδεὶς μίσους ἢ ἀμύνης ποτὲ ἐπιλανθάνεται, ἐφ’ ὅσον βλέπει μνημόσυνον δι’ ὧν ἐλυπήθη.

Codd. Ba 118 Bb 70.

Chambry 82 §

Chambry 82.1

Γεωργὸς καὶ ὄφις <ὑπὸ κρύους πεπηγώς> – Le laboureur et le serpent gelé. §

[P176]

Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαϐὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαϐὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· « Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας. »

Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.

Codd. Pb 62 Pe 30 Ma 43.

Un laboureur trouva dans la saison d’hiver un serpent raidi par le froid. Il en eut pitié, le ramassa et le mit dans son sein. Réchauffé, le serpent reprit son naturel, frappa et tua son bienfaiteur, qui, se sentant mourir, s’écria : « Je l’ai bien mérité, ayant eu pitié d’un méchant. »

Cette fable montre que la perversité ne change pas, quelque bonté qu’on lui témoigne.

Chambry 82.2

Aliter — Ὁδοιπόρος καὶ ἔχις. §

[P176]

Ὁδοιπόρος χειμῶνος ὁδεύων ὥρᾳ, ὡς ἐθεάσατο ἔχιν ὑπὸ κρύους διαφθειρόμενον, τοῦτον ἐλεήσας ἀνείλατο καὶ βαλὼν εἰς τὸν ἑαυτοῦ κόλπον θερμαίνειν ἐπειρᾶτο. Ὁ δὲ μέχρι μὲν ὑπὸ τοῦ ψύχους συνείχετο, ἠρέμει· ἐπειδὴ δὲ ἐθερμάνθη καὶ ἀνεζωώθη, τὴν αὐτοῦ γαστέρα ἔδακε. Καὶ ὃς ἀποθνῄσκειν μέλλων ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τοῦτον ἀπολλύμενον ἔσῳζον, ὃν ἔδει καὶ ἐρρωμένον ἀναιρεῖν ; »

Ὁ λόγος δηλοῖ ὅτι πονηρία εὐεργετουμένη πρὸς τῷ ἀμοιϐὰς μὴ ἀποδιδόναι καὶ κατὰ τῶν εὐεργετῶν ἀναπτεροῦται.

Codd. Pa 174 Pb 171 Pc 102 Pg 112 Ma 122 Ca 130.

Chambry 82.3

Aliter — Ἔχιδνα καὶ γεωργός. §

[P176]

Ἔχιδναν ἐκ τοῦ ψύχους ἐκπνέουσαν εἶδε γεωργὸς καὶ λαϐὼν ἔϐαλεν ἐν τῷ κόλπῳ καὶ ἔθαλψεν. Ἡ δὲ ἀπλωθεῖσα, τοῦ γεωργοῦ τῇ χειρὶ ταύτην ὁμαλίσαι βουληθέντος, δακοῦσα τοῦτον ἀπέκτεινεν.

Ὅτι ἀνδρὶ πονηρῷ μήτε καλῶς πράττοντι μήτε φαύλως χάριν παρασχοῦ· ἡ γὰρ πονηρὰ φύσις ἀντὶ ἀγαθῶν πονηρὰ ἀνταποδίδωσι· χρηστὸν γὰρ ἦθος οὐ τίκτει.

Codd. Ba 42 Bb 28.

Chambry 83 §

Chambry 83.1

Γεωργὸς καὶ παῖδες αὐτοῦ — Le laboureur et ses enfants. §

[P42]

Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτούς, ἔφη· « Τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων θησαυρὸς ἀπόκειται. » Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνας τε καὶ δικέλλας λαϐόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολλαπλασίαν τὴν φορὰν αὐτοῖς ἀπεδίδου.

Τοῦτο μὲν ἔγνωσαν ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

Codd. Pa 10 Pb 42 Pd 25 Pe 7 Pi 5 Mb 11.

Chambry 83.2

Aliter — Autre version. §

[P42]

Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείρους ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς· « Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. » Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν, μετά τὴν ἀποϐίωσιν τοῦ πατρὸς αὐτῶν λαϐόντες δικέλλας ὕννας τε κατέσκαψαν πᾶσαν τὴν γῆν ἐκ πόθου. Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον· ἡ δὲ ἄμπελος καλῶς κατασκαφθεῖσα καὶ ὠφεληθεῖσα πολυπλασίονα τὸν καρπὸν ἀπέδωκε καὶ πλοῦτον ἀνήνεγκεν.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

Codd. Ca 33 Cb 18 Cc 24 Cd 18 Ce 22 Cf 25 Ch 25 Ma 155 Mc 23 Md 29 Mh 27 Mi 64 Mk 24 Mm 29.

Chambry 83.3

Aliter — Autre version. §

[P42]

Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαϐεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· « Παῖδες ἐμοὶ, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δ’ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. » Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποϐίωσιν τοῦ πατρὸς κατέσκαψαν. Καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.

Codd. La 22 Lb 27 Le 27 Lf 22 Lh 12 Me 34 Mf 31 Mg 34 Mj 32.

Un laboureur, sur le point de terminer sa vie, voulut que ses enfants acquissent de l’expérience en agriculture. Il les fit venir et leur dit : « Mes enfants, je vais quitter ce monde ; mais vous, cherchez ce que j’ai caché dans ma vigne, et vous trouverez tout. » Les enfants, s’imaginant qu’il y avait enfoui un trésor en quelque coin, bêchèrent profondément tout le sol de la vigne après la mort du père. De trésor, ils n’en trouvèrent point ; mais la vigne bien remuée donna son fruit au centuple.

Cette fable montre que le travail est pour les hommes un trésor.

Chambry 84 §

Chambry 84.1

Γεωργὸς καὶ τύχη — Le laboureur et la fortune. §

[P61]

Γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθ’ ἡμέραν ὡς εὐεργετηθεὶς παρ’ αὐτῆς. Τούτῳ δὲ ἐπιστᾶσά φησιν ἡ Τύχη· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἃ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ. »

Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ χάριτας ἀποδιδόναι.

Codd. Pa 59 Pb 61 Pe 29 Pg 38 Ma 36 Ca 51.

Chambry 84.2

Aliter — Autre version. §

[P61]

Γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθ’ ἡμέραν καὶ κατεκόσμει ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· « Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγὼ δέδωκα βουλομένη σε πλουτίσαι ; Ἂν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ. »

Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν.

Codd. Pf 26 Ph 26 Me 42 Mf 37.

Chambry 84.3

Aliter — Autre version. §

[P61]

Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθ’ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ’ αὐτῆς εὐεργετηθείς, ἔστεφε. Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· « Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη ; Εἰ γὰρ ὁ καιρὸς μεταϐάλοι καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ’ ὅτι τηνικαῦτα ἐμὲ τὴν Τύχην μέμψῃ. »

Ὁ μῦθος δηλοῖ ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν καὶ τούτῳ χάριτας ἀποδιδόναι.

Codd. La 86 Lb 35 Le 35 Lf 86 Lh 15 Md 139 Mg 44 Mi 113 Mj 41 Ml 45 Mm 53.

Un laboureur, en bêchant, tomba sur un magot d’or. Aussi chaque jour il couronnait la Terre, persuadé que c’était à elle qu’il devait cette faveur. Mais la Fortune lui apparut et lui dit : « Pourquoi, mon ami, imputes-tu à la Terre les dons que je t’ai faits, dans le dessein de t’enrichir ? Si en effet les temps viennent à changer et que cet or passe en d’autres mains, je suis sûre qu’alors c’est à moi, la Fortune, que tu t’en prendras. »

Cette fable montre qu’il faut reconnaître qui vous fait du bien et le payer de retour.

Chambry 85 §

Chambry 85.1

Γεωργὸς καὶ φυτόν — Le laboureur et l’arbre. §

[P299]

Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτεμεῖν ἤμελλεν. Καὶ δὴ τὸν πέλεκυν λαϐὼν ἐπέφερε τὴν πλήγην. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ’ ἐᾶσαι, ὥστε ᾄδειν ἐν αὐτῷ καὶ σὲ τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν αὐτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔρριψε καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν καὶ ἐπεμελεῖτο.

Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν ὅσον τὸ κερδαλέον ἐπιδιώκουσι.

Codd. Ba 140 Bb 85.

Il y avait dans le champ d’un laboureur un arbre qui ne portait pas de fruit, et qui servait uniquement de refuge aux moineaux et aux cigales bruissantes. Le laboureur, vu sa stérilité, s’en allait le couper, et déjà, la hache en main, il assénait son coup. Les cigales et les moineaux le supplièrent de ne pas abattre leur asile, mais de le leur laisser pour qu’ils pussent y chanter et charmer le laboureur lui-même. Lui, sans s’inquiéter d’eux, asséna un second, puis un troisième coup. Mais ayant fait un creux dans l’arbre, il trouva un essaim d’abeilles et du miel. Il y goûta, et jeta sa hache, et dès lors il honora l’arbre, comme s’il était sacré, et il en prit grand soin.

Ceci prouve que par nature les hommes ont moins d’amour et de respect pour la justice que d’acharnement au gain.

Chambry 85.2

Aliter — Autre version. §

[P299]
Φυτὸν δέ ποτε γεωργοῦ ἦν <εἰς> χώραν
καρπὸν μὴ φέρον τὸ τοιοῦτον μηδ’ ὅλως.
Τοῦτο δ’ ὑπῆρχε στρουθῶν κατοικεσία
ἅμα τεττίγων φωνούντων, κελαδούντων.
Ὁ οὖν γεωργὸς ὡς ἄχρηστον ὑπάρχον
ἤθελε τεμεῖν τὸ ἄκαρπον ἐκεῖνο.
Καὶ δὴ, συλλαϐόντος πέλεκυν τοῦ πλῆξαι,
στρουθοὶ ἅπαντες καὶ τέττιγες ἐθρήνουν
ταῦτα βοῶντες καὶ τῷ ἀνδρὶ λαλοῦντες·
« Ἀκοῦσον ἡμῖν, ὦ κύριε τοῦ δένδρου,
γνώμην ἱκετεύουσιν τὴν σὴν καλλίστην·
μὴ ἐκκόψῃς τὴν σεμνὴν κατοικεσίαν.
Εἰ δέ γε τοῦτο θελήσειας ποιῆσαι,
τί σοι τὸ κέρδος ἐκγενήσεται τούτου ; »
Ὃς μὴ οἰκτείρας, μὴ τούτους ἐλεήσας
τρισσῶς ἔπληξε μετ’ ἀξίνης τὸ δένδρον.
Ὡς δὲ ῥαγάδα εὐθέως πεποιήκει,
σμῆνος μελισσῶν καὶ μέλι εὐθὺς εὗρεν·
οὗ γευσάμενος τὸν πέλεκυν προσρίπτει
καὶ τοῦ δένδρου εὐθέως ἐπεμελεῖτο
πλεῖον τῶν δένδρων ὧν εἰχε τῶν ἐγκάρπων.
Cod. Mb 215.

Chambry 86 §

Chambry 86.1

Γεωργοῦ παῖδες <στασιάζοντες> – Les enfants désunis du laboureur. §

[P53]

Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ, ὡς πολλὰ παραινῶν οὐκ ἠδύνατο πεῖσαι αὐτοὺς λόγοις μεταϐάλλεσθαι, ἔγνω δεῖν διὰ πράγματος τοῦτο πρᾶξαι, καὶ παρῄνεσεν αὐτοῖς ῥάϐδων δέσμην κομίσαι. Τῶν δὲ τὸ προσταχθὲν ποιησάντων, τὸ μὲν πρῶτον δοὺς αὐτοῖς ἀθρόας τὰς ῥάϐδους ἐκέλευσε κατεάσσειν. Ἐπειδὴ δὲ κατὰ πᾶν βιαζόμενοι οὐκ ἠδύναντο, ἐκ δευτέρου λύσας τὴν δέσμην, ἀνὰ μίαν αὐτοῖς ῥάϐδον ἐδίδου. Τῶν δὲ ῥᾳδίως κατακλώντων, ἔφη· « Ἀτὰρ οὖν καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν μὲν ὁμοφρονῆτε, ἀχείρωτοι τοῖς ἐχθροῖς ἔσεσθε· ἐὰν δὲ στασιάζητε, εὐάλωτοι. »

Ὁ λόγος δηλοῖ ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταγώνιστος ἡ στάσις.

Codd. Pa 53 Pb 53 Pc 24 Pe 27 Pg 31 Mb 25.

Les enfants d’un laboureur vivaient en désaccord. Il avait beau les exhorter : ses paroles étaient impuissantes à les faire changer de sentiments ; aussi résolut-il de leur donner une leçon en action, Il leur dit de lui apporter un fagot de baguettes. Quand ils eurent exécuté son ordre, tout d’abord il leur donna les baguettes en faisceau et leur dit de les casser. Mais en dépit de tous leurs efforts, ils n’y réussirent point. Alors il délia le faisceau et leur donna les baguettes une à une ; ils les cassèrent facilement. « Eh bien ! dit le père, vous aussi, mes enfants, si vous restez unis, vous serez invincibles à vos ennemis ; mais si vous êtes divisés, vous serez faciles à vaincre. »

Cette fable montre qu’autant la concorde est supérieure en force, autant la discorde est facile à vaincre.

Chambry 86.2

Aliter — Autre version. §

[P53]

Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. Ἔγνω οὖν διὰ πραγμάτων αὐτοὺς πεῖσαι. Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάϐδους αὐτῷ κομίσαι. Ἐνεχθεισῶν δὲ τῶν ῥάϐδων, λαϐὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαϐεῖν τὴν δέσμην καὶ συνθλάσαι. Οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. Ὕστερον δὲ λύσας αὐτὰς ἔδωκεν ἀνὰ μίαν κλάσαι. Οἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. Τότε λέγει αὐτοῖς ὁ πατὴρ αὐτῶν· « Οὕτω καὶ ὑμεῖς, ὦ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι. »

Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.

Codd. Ca 52 Cb 35 Ce 34 Cf 38 Ch 42 Ma 161 Mc 36 Md 40 Mh 35 Mi 75 Mk 37 Ml 43 Mm 45 Mn 14 Ld 14.

Chambry 86.3

Aliter — Autre version. §

[P53]

Ἐν τοῖς παλαιοῖς πατὴρ παίδων ὑπεργηράσας παραινῶν αὐτοῖς τὰ εἰκότα ἐκέλευσε καὶ δέσμην ῥάϐδων ἐνεγκεῖν. Ἔφη δὲ τοῖς υἱοῖς· « Πειραθῆτε, τέκνα, συνδεδεμένας τὰς ῥάϐδους κατεάξαι. » Οἱ δὲ οὐκ ἠδυνήθησαν. Μίαν δὲ ἑκάστην ἀποσπασθεῖσαν εὐχερῶς κατέκλασαν. Ἔφη δέ· « Ὦ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε, ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάϐδος. »

Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου.

Codd. Ba 38 Mg 64.

Chambry 86.4

Aliter — Autre version. §

[P53]

Πατὴρ ἀποθνῄσκων τοὺς οἰκείους παῖδας πρὸς ὁμοφροσύνην παρεκάλει· τρεῖς δὲ ῥάϐδους δεδεμένας κατεάξαι ταῖς χερσὶ τούτοις ἐδίδου. Οἱ δὲ λαϐόντες οὐκ ἠδυνήθησαν. Εἶτα μίαν μόνην ἑκάστῳ δοὺς κατεάξαι, τὴν ἑαυτοῦ ῥᾳδίως ἕκαστος κατέκλασεν. Πρὸς οὓς ὁ πατὴρ ἔφη· « Οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἦτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταλάψαι δυνήσεται. »

Cod. Bd 18.

Chambry 86.5

Aliter — Autre version. §

[P53]

Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάϐδον αὐτοῖς ἐπιδώσας ἔφη· « Θέλω κατεάξαι ταύτην τὴν ῥάϐδον, » καὶ κατέαξαν αὐτήν. Ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάϐδους πολλὰς κατεάξαι καὶ οὐκ ἠδυνήθησαν κατεάξαι αὐτάς. Ὁ δὲ ἔφη πρὸς αὐτούς· « Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάϐδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει. »

Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.

Codex Barberinus 47 n° 153.

Chambry 87 §

Chambry 87.1

Γραῦς καὶ ἰατρός — La vieille et le médecin. §

[P57]

Γυνὴ πρεσϐῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμυούσης καθ’ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς ὁράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἢ πρότερον· « τότε μὲν γὰρ ἔϐλεπον πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δ’ οὐδὲν ἰδεῖν δύναμαι. »

Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Codd. Pa 57 Pb 57 Pg 34 Ph 29 Mb 29.

Une vieille femme, qui avait les yeux malades, fit appeler, moyennant salaire, un médecin. Il vint chez elle, et à chaque onction qu’il lui faisait, il ne manquait pas, tandis qu’elle avait les yeux fermés, de lui dérober ses meubles pièce à pièce. Quand il eut tout emporté, la cure aussi étant terminée, il réclama le salaire convenu. La vieille se refusant à payer, il la traduisit devant les magistrats. Elle déclara qu’elle avait bien promis le salaire, s’il lui guérissait la vue ; mais que son état, après la cure du médecin, était pire qu’auparavant. « Car, dit-elle, je voyais alors tous les meubles qui étaient dans ma maison ; à présent au contraire je ne puis plus rien voir. »

C’est ainsi que les malhonnêtes gens ne songent pas que leur cupidité fournit contre eux la pièce à conviction.

Chambry 87.2

Aliter — Autre version. §

[P57]

Γυνὴ πρεσϐῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρεῦσαι αὐτὴν παρεκάλει, στοιχήσασα αὐτῷ ἐνώπιον μαρτύρων ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμούς, πολὺν λήψεται παρ’ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπεύσῃ, ἐπιμείνῃ δὲ ἡ ἀρρωστία, μηδὲν αὐτῷ παρασχήσει. Καὶ οὕτω γενομένου, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τήν ἰατρείαν, κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετ’ οὐ πολὺ δὲ θεραπεύσας αὐτήν, ἐξῄτει τὸν στοιχηθέντα μισθόν. Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκϐιάζων αὐτήν, ἐκείνη δὲ ἀνεϐάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· « Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναϐλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔϐλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Codd. Ca 46 Cb 33 Cd 33 Ce 32 Cf 36 Ch 40 Ma 160 Md 38 Mh 33 Mi 73 Mm 43.

Chambry 87.3

Aliter — Autre version. §

[P57]

Γυνὴ πρέσϐις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσε θεραπεῦσαι αὐτήν, ἐνώπιον μαρτύρων εἰποῦσα ὅτι « ἐὰν θεραπευθῶ τοὺς ὀφθαλμούς μου, πολὺν λήψῃ παρ’ ἐμοῦ τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπευθῶ, ἀλλ’ ἐπιμείνω τῇ ἀρρωστίᾳ, οὐδὲν ἀποδώσω σοι. » Οὕτως οὖν ὁ ἰατρὸς τοὺς ὀφθαλμοὺς αὐτῆς θεραπεύων κατ’ ὀλίγον ὀλίγον τὰ προσόντα αὐτῇ ἔκλεπτε. Μετ’ οὐ πολὺ δὲ θεραπεύσας αὐτὴν ἐξῄτει τὸν συμφωνηθέντα μισθόν. Ἀναϐλέψασα τοίνυν ἡ γραῦς οὐδὲν τῶν προσόντων αὐτῇ ἐν τῇ οἰκίᾳ ἐθεάσατο. Ὡς οὖν ὁ ἰατρὸς ἐκείνην ἠνώχλει, ἡ δὲ ἀνεϐάλλετο, ἀπήγαγεν αὐτὴν εἰς τοὺς δικαστάς. Σταθεῖσα δὲ ἡ γραῦς ἐνώπιον πάντων εἶπεν· « Ἀληθῶς λέγει οὗτος ὁ ἄνθρωπος· ἐπηγγειλάμην γὰρ αὐτῷ δοῦναι μισθόν, ἐὰν καλῶς βλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, μηδὲν αὐτῷ ἀποδώσειν. Νῦν δὲ αὐτὸς μετὰ <ταῦτά> φησι θεραπευθῆναί με· ἐγὼ δέ φημι τὸ ἐναντίον παθεῖν. Ὅτε γὰρ ἐνόσουν τοὺς ὀφθαλμούς, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ὑπῆρχον ἐν τῇ οἰκίᾳ μου, καὶ ταῦτα ἑώρων· νῦν δὲ οὐ δύναμαι ταῦτα βλέπειν. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων λανθάνουσι διὰ πλεονεξίαν καθ’ ἐαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Cod. Mk 39.

Chambry 87.4

Aliter — Autre version. §

[P57]

Γυνὴ γραῦς ἀλγοῦσα τοὺς ὀφθαλμοὺς εἰσκαλεῖταί τινα τῶν ἰατρῶν ἐπὶ μισθῷ, συμφωνήσασα ὡς, εἰ μὲν θεραπεύσειεν αὐτήν, τὸν ὁμολογηθέντα μισθὸν αὐτῷ δώσειν, εἰ δὲ μή, μηδὲν δώσειν. Ἐνεχείρησε μὲν οὖν ὁ ἰατρὸς τῇ θεραπείᾳ· καθ’ ἡμέραν δὲ φοιτῶν ὡς τὴν πρεσϐῦτιν καὶ τοὺς ὀφθαλμοὺς αὐτῇ χρίων, ἐκείνης μηδαμῶς ἀναϐλέπειν ἐχούσης τὴν ὥραν ἐκείνην ὑπὸ τοῦ χρίσματος, αὐτὸς ἕν τι τῶν τῆς οἰκίας σκευῶν ὑφαιρούμενος ὁσημέραι ἀπῄει. Ἡ μὲν οὖν γραῦς τὴν ἑαυτῆς περιουσίαν ἑώρα καθ’ ἑκάστην ἐλαττουμένην ἐπὶ τοσοῦτον ὡς καὶ τέλος παντάπασιν αὐτῇ θεραπευθείσῃ μηδὲν ὑπολειφθῆναι. Τοῦ δ’ ἰατροῦ τοὺς συμφωνηθέντας μισθοὺς αὐτὴν ἀποιτοῦντος, ὡς καθαρῶς βλέπουσαν ἤδη, καὶ τοὺς μάρτυρας παραγαγόντος· « Μᾶλλον μὲν οὖν, εἶπεν ἐκείνη, τὰ νῦν οὐδ’ ὁτιοῦν βλέπω· ἡνίκα μὲν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, πολλὰ τῶν ἐμῶν κατὰ τὴν ἐμαυτῆς ἔϐλεπον οἰκίαν· νῦν δ’ ὅτε με σὺ βλέπειν φῇς, οὐδ’ ὁτιοῦν ἐκείνων ὁρῶ. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πονηροὶ τῶν ἀνθρώπων ἐξ ὧν πράττουσι λανθάνουσι καθ’ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.

Codd. La 21 Lb 26 Le 26 Lf 21 Me 33 Mg 33 Mj 31 Ml 35.

Chambry 88

Γυνὴ καὶ ἀνὴρ <μέθυσος> – La femme et l’ivrogne. §

[P246]

Γυνή τις ἄνδρα μέθυσον εἶχε· τοῦ δὲ πάθους αὐτὸν ἀπαλλάξαι θέλουσα τοιόνδε τι σοφίζεται. Κεκαρωμένον γὰρ αὐτὸν ὑπὸ τῆς μέθης παρατηρήσασα καὶ νεκροῦ δίκην ἀναισθητοῦντα ἐπ’ ὤμων ἄρασα ἐπὶ τὸ πολυάνδριον ἀπενεγκοῦσα κατέθετο καὶ ἀπῆλθεν. Ἡνίκα δ’ αὐτον ἤδη ἀνανήφειν ἐστοχάσατο, προσελθοῦσα τὴν θύραν ἔκοπτε τοῦ πολυανδρίου. Ἐκείνου δὲ φήσαντος· « Τίς ὁ τὴν θύραν κόπτων ; » ἡ γυνὴ ἀπεκρίνατο· « Ὁ τοῖς νεκροῖς τὰ σιτία κομίζων ἐγὼ πάρειμι. » Κἀκεῖνος· « Μή μοι φαγεῖν, ἀλλὰ πιεῖν, ὦ βέλτιστε, μᾶλλον προσένεγκε· λυπεῖς γάρ με βρώσεως, ἀλλὰ μὴ πόσεως μνημονεύων. » Ἡ δὲ τὸ στῆθος πατάξασα· « Οἴμοι τῇ δυστήνῳ, φησίν· οὐδὲν γὰρ οὐδὲ σοφισαμένη ὤνησα· σὺ γάρ, ἄνερ, οὐ μόνον οὐκ ἐπαιδεύθης, ἀλλὰ καὶ χείρων σαυτοῦ γέγονας, εἰς ἕξιν σοι καταστάντος τοῦ πάθους. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ταῖς κακαῖς πράξεσιν ἐγχρονίζειν. Ἔστι γὰρ ὅτε καὶ μὴ θέλοντι τῷ ἀνθρώπῳ τὸ ἔθος ἐπιτίθεται.

Codd. La 74 Lb 30 Le 30 Lf 74 Lh 14 Md 128 Me 37 Mg 35 Mi 102 Mj 35 Ml 46 Mm 48.

Une femme avait un ivrogne pour mari. Pour le défaire de son vice, elle imagina l’artifice que voici. Elle observa le moment où son mari engourdi par l’ivresse était insensible comme un mort, le chargea sur ses épaules, l’emporta au cimetière, le déposa et se retira. Quand elle jugea qu’il avait cuvé son vin, elle revint et frappa à la porte du cimetière : « Qui frappe à la porte ? » dit l’ivrogne. « C’est moi qui viens apporter à manger aux morts », répondit la femme. Et lui : « Ne m’apporte pas à manger, mon brave, apporte-moi plutôt à boire : tu me fais de la peine en me parlant de manger, non de boire. » La femme, se frappant la poitrine s’écria : « Hélas ! que je suis malheureuse ! ma ruse même n’a fait aucun effet sur toi, mon homme ; car non seulement tu n’es pas assagi, mais encore tu es devenu pire, et ton défaut est devenu une seconde nature. »

Cette fable montre qu’il ne faut pas s’invétérer dans la mauvaise conduite ; car il vient un moment où, bon gré, mal gré, l’habitude s’impose à l’homme.

Chambry 89 §

Chambry 89.1

Γυνὴ καὶ θεράπαιναι — La femme et ses servantes. §

[P55]

Γυνὴ χήρα φίλεργος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐπὶ τὰ ἔργα ἐγείρειν πρὸς ἀλεκτροφωνίαν. Αἱ δὲ συνεχῶς καταπονούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀλέκτορα ἀποπνίξαι· ἐκεῖνον γὰρ ᾤοντο τῶν κακῶν αἴτιον εἶναι νύκτωρ ἐγείροντα τὴν δέσποιναν. Συνέϐη δὲ αὐταῖς πραξάσαις τοῦτο χαλεπωτέροις τοῖς δεινοῖς περιπεσεῖν· ἡ γὰρ δέσποινα ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν νυχιέστερον ἐπὶ τὸ ἔργον ἤγειρεν.

Οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται.

Codd. Pa 55 Pb 55 Pc 26 Pf 27 Pg 32 Ph 27 Ca 44 Ma 39 Mb 28.

Une veuve laborieuse avait de jeunes servantes qu’elle éveillait la nuit au chant du coq pour les mettre au travail. Celles-ci, continuellement exténuées de fatigue, décidèrent de tuer le coq de la maison ; car, à leurs yeux, c’était lui qui causait leur malheur en éveillant leur maîtresse avant le jour. Mais, quand elles eurent exécuté ce dessein, il se trouva qu’elles avaient aggravé leur malheur ; car la maîtresse, à qui le coq n’indiquait plus l’heure, les faisait lever de plus grand matin pour les faire travailler.

Cette fable montre que pour beaucoup de gens ce sont leurs propres résolutions qui sont causes de leurs malheurs.

Chambry 89.2

Aliter — Autre version. §

[P55]

Γυνὴ χήρα φίλεγρος θεραπαινίδας ἔχουσα, ταύτας εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν ἀλεκτρυόνων ᾠδάς. Αἱ δὲ συνεχῶς τῷ πόνῳ ταλαιπωρούμεναι ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν δέσποιναν. Συνέϐη δ’ αὐταῖς τοῦτο διαπραξαμέναις χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. Ἡ γὰρ δεσπότις, ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἔννυχώτερον ταύτας ἀνίσπη.

Ὁ μῦθος δηλοῖ ὅτι πολλοῖς ἀνθρώποις τὰ βουλεύματα κακῶν αἴτια γίνεται.

Codd. La 83 Lb 32 Lc 32 Le 32 Lf 83 Lg 32 Md 136 Me 39 Mf 34 Mg 41 Mi 110 Mj 37 Ml 44 Mm 50 Ce 37 Cf 41.

Chambry 90 §

Chambry 90.1

Γυνὴ καὶ ὄρνις — La femme et la poule. §

[P58]

Γυνὴ χήρα ὄρνιν ἔχουσα καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν ὑπέλαϐεν ὅτι, ἐὰν πλείονα αὐτῇ τροφὴν παραϐάλῃ, καὶ δὶς τῆς ἡμέρας τέξεται. Καὶ δὴ τοῦτο αὐτῆς ποιησάσης, συνέϐη τὴν ὄρνιν πίονα γενομένην μηκέτι μηδὲ ἅπαξ τεκεῖν.

Ὁ λόγος δηλοῖ ὅτι τινὲς τῶν ἀνθρώπων διὰ πλεονεξίαν περιττοτέρων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπολλῦσιν.

Codd. Pa 58 Pb 58 Pc 28 Pd 31 Pg 35 Ma 40 Mb 30.

Chambry 90.2

Aliter — Autre version. §

[P58]

Γυνὴ χήρα ὄρνιν εἶχε καθ’ ἑκάστην ἡμέραν ὠὸν τίκτουσαν. Ὑπέλαϐε δὲ ἡ γυνὴ ὅτι, ἐὰν πλείονας κριθὰς δώσει τῇ ὄρνιθι, τέξεται δὶς τῆς ἡμέρας. Ἡ δὲ τοῦτο ποιήσασα, καὶ λιπαρᾶς τῆς ὄρνιθος γενομένης, οὐδὲ τὸ ἅπαξ ἔτικτεν.

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν περισσοτέρων ἐπιθυμοῦντες καὶ τὰ προσόντα ἀπώλεσαν.

Codd. Ca 47 Cb 36 Ce 35 Cf 39 Ch 43 Mh 36.

Chambry 90.3

Aliter — Autre version. §

[P58]

Γυνή τις χήρα ὄρνιν εἶχε καθ’ ἑκάστην ἡμέραν ὠὸν αὐτῇ τίκτουσαν. Νομίσασα δὲ ὡς, εἰ πλείους τῇ ὄρνιθι κριθὰς παραϐάλλοι, δὶς τέξεται τῆς ἡμέρας, τοῦτο πεποίηκεν. Ἡ δ’ ὄρνις πιμελὴς γενομένη οὐδ’ ἅπαξ τῆς ἡμέρας τεκεῖν ἠδύνατο.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ διὰ πλεονεξίαν τῶν πλειόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀποϐάλλουσι.

Codd. La 24 Lb 28 Lc 12 Ld 15 Le 28 Lf 24 Lg 12 Md 41 Me 35 Mf 32 Mi 76 Mj 33 Mk 38 Ml 37 Mm 46 Mn 15.

Une femme veuve avait une poule qui lui pondait tous les jours un œuf. Elle s’imagina que si elle lui donnait plus d’orge, sa poule pondrait deux fois par jour, et elle augmenta en effet sa ration. Mais la poule devenue grasse ne fut même plus capable de pondre une fois le jour.

Cette fable montre que, lorsqu’on cherche par cupidité à avoir plus que l’on n’a, on perd même ce qu’on possède.

Chambry 91 §

Chambry 91.1

Γυνὴ μάγος — La magicienne. §

[P56]

Γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης ; »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.

Codd. Pa 56 Pb 56 Pc 27 Pf 28 Pg 33 Ph 28 Me 40 Mf 35 Ca 45.

Une magicienne faisait profession de fournir des charmes et des moyens d’apaiser la colère des dieux. Elle ne manquait jamais de pratique et gagnait ainsi largement sa vie. Mais on l’accusa à ce propos d’innover en matière de religion, on la traduisit en justice, et ses accusateurs la firent condamner à mort. En la voyant emmener du tribunal, un quidam lui dit : « Hé ! la femme, toi qui te faisais fort de détourner la colère des dieux, comment n’as-tu même pas pu persuader des hommes ? »

Cette fable s’appliquerait bien à une gipsy qui promet des merveilles et se montre incapable des choses ordinaires.

Chambry 91.2

Aliter — Autre version. §

[P56]

Γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεϐείας εἷλον καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον. Ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· « Ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης ; »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

Codd. La 84 Lb 33 Le 33 Lf 84 Md 137 Mg 42 Mi 111 Mj 38 Ml 41 Mm 51 Ce 36 Cf 40.

Chambry 92 §

Chambry 92.1

Δάμαλις καὶ βοῦς — La génisse et le bœuf. §

[P300]

Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαϐε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· « Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.

Codd. Ca 61 Cb 42 Cd 38 Ce 44 Cf 48 Ch 49 Ma 163 Md 47 Mh 42 Mi 82 Mk 45 Ml 53 Mm 59.

Une génisse, voyant un bœuf au travail, le plaignait de sa peine. Mais une solennité religieuse étant arrivée, on détela le bœuf et l’on s’empara de la génisse pour l’égorger. À cette vue le bœuf sourit et lui dit : « Ô génisse, voilà pourquoi tu n’avais rien à faire : on te destinait à être immolée bientôt. »

Cette fable montre que le danger guette l’oisif.

Chambry 92.2

Aliter — Autre version. §

[P300]

Δάμαλις ἀγύμναστος βοῦν ἀροτριῶντα ἐταλάνιζε τοῦ κόπου, λέγουσα· « Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. » Ὁ βοῦς δὲ ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνεν. Ἐπεὶ δὲ οἱ ἀγρόται τοῖς θεοῖς ἤθελον θύειν, ὁ μὲν γέρων βοῦς ἀποζευχθεὶς εἰς νομὴν ἀπελύθη· ὁ δὲ μόσχος σχοινίῳ εἵλκετο ἐπὶ τὸ τυθῆναι. Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· « Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει. »

Ὅτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες.

Codd. Ba 24 Bb 15 Mg 48.

Chambry 92.3

Aliter — Autre version. §

[P300]

Δάμαλις ἔτι ἀγύμναστος βοῦν ἀροτριῶντα διὰ τὸν κόπον ὠνείδιζε λέγουσα· « Ὦ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. » Ὁ δὲ τοῦ οἰκείου ἔργου ἐχόμενος ἐσιώπα. Ἑορτὴν δὲ τῶν γηπόνων τοῖς θεοῖς ἐκτελούντων ποτέ, ὁ ἀρότης μέν βοῦς τοῦ καμάτου ἀπολυθεὶς τοῖς χλοηφόροις ἐνετρύφα πεδίοις· ὁ δὲ μόσχος φραγελλωθεὶς τῷ βωμῷ τυθῆναι ἐσύρετο. Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· « Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχαιραν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς. »

Ὅτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες.

Cod. Bc 19.

Chambry 92.4

Aliter — Autre version. §

[P300]

Ἀγύμναστος δάμαλις ἀροτριῶντα βοῦν ἐταλάνιζε, λέγουσα· « Ὦ ταλαίπωρε, πότε τῶν ἀπεράντων κόπων καὶ τῆς ταλαιπωρίας ταύτης ἐλευθερωθήσῃ ; » Ὁ δὲ βοῦς ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνε. Ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐϐεϐούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν. Ἐπιστραφεὶς δὲ ὁ βοῦς καὶ γελάσας εἶπεν· « Ὦ τάλαινα, ταῦτά σοι ἡ ἄνεσις προεξένησεν, κἀμοῦ μὲν ὁ ζυγός, σοῦ δὲ ἡ μάχαιρα τρίψει τὸν τράχηλον. »

Cod. Bd 8.

Chambry 92.5

Aliter — Autre version. §

[P300]
Δάμαλίς τις βοῦν ταλανίζουσα ἔφη·
« Ὢ πόσα κάμνεις καὶ ταλαιπωρεῖς λίαν. »
Ὁ δὲ βοῦς τοῦτο ἀκούων ἐσιώπα.
Ἐπεὶ δ’ ἑορτὴ κατείληφεν, αὐτίκα
ἐλθόντες αὖθις ἀπέλυσαν τοὺς βόας·
ἡ δὲ δάμαλις κρατηθεῖσ’ ἐδεσμεύθη
καὶ τῷ σχοινίῳ τοῖς κέρασι πλακέντι
εὐθὺς εἵλκετο αὐτίκα τοῦ τυθῆναι.
Οἱ βοῦς δ’ ὡς εἶδον ταύτην ἀφελκομένην
ἐμειδίασαν καὶ πρὸς αὐτὴν ἐϐόων·
« Διὰ τοῦτο οὐκ ἤργεις ἀδεὴς οὖσα·
ἀντὶ γὰρ ζυγοῦ τὸν τράχηλόν σου τρίψει
μάχαιρα, φημί, καὶ καταθύσει πάλιν. »

Ὅτι τῷ ἐργαζομένῳ ἔπαινος ἔσται, τῷ δὲ ἀργοῦντι κίνδυνος καὶ μάστιξ.

Cod. Mb 39.

Chambry 93

Δειλὸς κυνηγὸς καὶ δρυτόμος — Le chasseur poltron et le bûcheron. §

[P326]

Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόϐου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. »

[Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.

Codd. Ba 79 Bb 49.

Un chasseur cherchait la piste d’un lion. Il demanda à un bûcheron s’il avait vu des pas de lion et où gîtait la bête. « Je vais, répondit le bûcheron, te montrer le lion lui-même. » Le chasseur devint blême de peur, et, claquant des dents, il dit : « C’est la piste seulement que je cherche, et non le lion lui-même. »

Cette fable apprend à reconnaître les gens hardis et lâches, j’entends hardis en paroles et lâches en actions.

Chambry 94 §

Chambry 94.1

Δέλφαξ καὶ πρόϐατα — Le cochon et les moutons. §

[P85]

Ἔν τινι ποίμνῃ προϐάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμϐάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προϐάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμϐάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ’ οὐχ ὁμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. »

Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλα περὶ σωτηρίας.

Codd. Pa 82 Pb 86 Pc 44 Pe 50 Ma 65 Mb 50 Ca 72.

Un cochon s’étant mêlé à un troupeau de moutons paissait avec eux. Or un jour le berger s’empara de lui ; alors il se mit à crier et à regimber. Comme les moutons le blâmaient de crier et lui disaient : « Nous, il nous empoigne constamment, et nous ne crions pas », il répliqua : « Mais quand il nous empoigne, vous et moi, ce n’est pas dans la même vue ; car vous, c’est pour votre laine ou votre lait qu’il vous empoigne ; mais moi, c’est pour ma chair. »

Cette fable montre que ceux-là ont raison de gémir qui sont en risque de perdre, non leur argent, mais leur vie.

Chambry 94.2

Aliter — Δέλφαξ καὶ αλώπηξ. §

[P85]

Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόϐατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρ’ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ ἥν, τῶν λοιπῶν μεθ’ ἡσυχίας φερομένων, αὐτὸς μόνος βοᾷ. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προϐάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν. »

Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.

Codd. Pa 177 Pb 174 Pf 97 Mb 149 Me 124 Mf 104 Mj 114 Ca 131.

Chambry 95 §

Chambry 95.1

Δελφῖνες καὶ φάλαιναι καὶ κωϐιός — Les dauphins, les baleines et le goujon. §

[P62]

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωϐιὸς ἀνέδυ (ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· « Ἀλλ’ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ὑπ’ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν. »

Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάϐωνται, δοκοῦσί τινες εἶναι.

Codd. Pa 60 Pb 72 Pc 29 Pg 39 Ca 53.

Des dauphins et des baleines se livraient bataille. Comme la lutte se prolongeait et devenait acharnée, un goujon (c’est un petit poisson) s’éleva à la surface et essaya de les réconcilier. Mais un des dauphins prenant la parole lui dit : « Il est moins humiliant pour nous de combattre et de périr les uns par les autres que de t’avoir pour médiateur. »

De même certains hommes qui n’ont aucune valeur, s’ils tombent sur un temps de troubles publics, s’imaginent qu’ils sont des personnages.

Chambry 95.2

Δελφῖνες καὶ φάλαιναι καὶ καρίς. §

[P62]

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· « Ἀλλ’ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ’ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν. »

Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάϐωνται, δοκοῦσί τινες εἶναι.

Codd. Pf 29 Ph 30 Mj 47.

Chambry 96

Δημάδης ὁ ῥήτωρ — L’orateur Démade. §

[P63]

Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· « Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐϐάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ· » καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν ; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. »

Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

Codd. Pa 61 Pb 63 Pc 30 Pg 40 Ma 44 Ca 54.

L’orateur Démade parlait un jour au peuple d’Athènes. Comme on ne prêtait pas beaucoup d’attention à son discours, il demanda qu’on lui permît de conter une fable d’Ésope. La demande accordée, il commença ainsi : « Déméter, l’hirondelle et l’anguille faisaient route ensemble ; elles arrivèrent au bord d’une rivière ; alors l’hirondelle s’éleva dans les airs, l’anguille plongea dans les eaux », et là-dessus il s’arrêta de parler. « Et Déméter, lui cria-t-on, que fit-elle ? — Elle se mit en colère contre vous, répondit-il, qui négligez les affaires de l’état, pour vous attacher à des fables d’Ésope. »

Ainsi parmi les hommes ceux-là sont déraisonnables qui négligent les choses nécessaires et préfèrent celles qui leur font plaisir.

Chambry 97

Διογένης καὶ φαλακρός — Diogène et le chauve. §

[P248]

Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· « Ἐγὼ μὲν οὐ λοιδορῶ· μὴ γένοιτο· ἐπαινῶ δὲ τὰς τρίχας ὅτι κρανίου κακοῦ ἀπηλλάγησαν. »

Cod. Pe 38.

Diogène, le philosophe cynique, insulté par un homme qui était chauve, répliqua : « Ce n’est pas moi qui aurai recours à l’insulte, Dieu m’en garde ! bien au contraire, je loue les cheveux qui ont quitté un méchant crâne. »

Chambry 98

Διογένης ὁδοιπορῶν — Diogène en voyage. §

[P247]

Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλϐίδι ἀμηχανῶν. Εἷς δέ τις τῶν διαϐιϐάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι’ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ’ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. »

Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.

Codd. Pa 63 Ca 56.

Diogène le Cynique étant en voyage, arriva sur le bord d’une rivière qui coulait à pleins bords, et s’arrêta sur la berge, embarrassé. Un homme qui avait l’habitude de faire passer l’eau, le voyant perplexe, s’approcha, le prit sur ses épaules, et le transporta complaisamment de l’autre côté. Et Diogène était là, se reprochant sa pauvreté, qui l’empêchait de payer de retour son bienfaiteur. Il y songeait encore, lorsque l’homme, apercevant un autre voyageur qui ne pouvait traverser, courut à lui et le passa. Alors Diogène, s’approchant du passeur, lui dit : « Je ne te sais plus gré de ton service ; car je vois que ce n’est point le discernement, mais une manie qui te fait faire ce que tu fais. »

Cette fable montre qu’à obliger les gens de rien aussi bien que les gens de mérite, on s’expose à passer non pour un homme serviable, mais pour un homme sans discernement.

Chambry 99 §

Chambry 99.1

Δρύες καὶ Ζεὺς — Les chênes et Zeus. §

[P302]

Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι « ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας ; » Ὁ δὲ Ζεὺς εἶπεν· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. »

Ὅτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν.

Cod. Ba 5.

Chambry 99.2

Aliter — Autre version. §

[P302]

Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαυταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. »

Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.

Cod. Bc 5.

Les chênes se plaignaient à Zeus : « C’est en vain, disaient-ils, que nous sommes venus au jour ; car plus que tous les autres arbres nous sommes exposés aux coups brutaux de la hache. » Zeus leur répondit : « C’est vous-mêmes qui êtes les auteurs de votre malheur ; si vous ne produisiez pas les manches de cognée, et si vous ne serviez pas à la charpenterie et à l’agriculture, la hache ne vous abattrait pas. »

Certains hommes, qui sont les auteurs de leurs maux, en rejettent sottement le blâme sur les dieux.

Chambry 99.3

Aliter — Autre version. §

[P302]

Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· « Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι ; » Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι « τῆς τομῆς οὐκ ἐγώ, ἀλλ’ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐϐλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς. »

Cod. Bd 1.

Chambry 100 §

Chambry 100.1

Δρυοτόμοι καὶ δρῦς. §

[P303]

Δρυοτόμοι δρῦν ἔσχιζον· οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτὴν <εὐκόλως>. Ἡ δὲ ἔφη· « Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας. »

Ὅτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων.

Cod. Ma 162.

Chambry 100.2

Aliter — Autre version. §

[P303]

Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο· μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο. Ἡ δέ· « Οὐ τόσον κατὰ τῆς κοπτούσης <ἀξίνης>, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ’ ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν. »

Ὅτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων.

Cod. Bc 22.

Chambry 100.3

Δρυτόμοι καὶ πεύκη — Les bûcherons et le pin. §

[P303]

Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· « Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας. »

Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.

Codd. Ba 28 Bb 17 Mg 51.

Des bûcherons fendaient un pin, et ils le fendaient facilement grâce aux coins qu’ils avaient faits de son bois. Et le pin disait : « Je n’en veux pas tant à la hache qui me coupe qu’aux coins qui sont nés de moi. »

Il n’est pas si rude d’essuyer quelque traitement fâcheux de la part des étrangers que de la part de ses proches.

Chambry 100.4

Aliter — Autre version. §

[P303]

Πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη· « Οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί. »

Cod. Bd 11.

Chambry 100.5

Aliter — Πρίσται καὶ πεύκη. §

[P303]
Πρίσται δέ ποτε κατέσχιζον τὴν πεύκην,
σφῆνας ἐξ αὐτῆς ποιούντων τῶν τεκτόνων,
οἷς καὶ ῥᾳδίως κατέσχιζον σανίδας.
Ἡ δὲ ἐθρήνει ὀλολύζουσα οὕτως·
« Οὐ τοσοῦτον νῦν μέμφομαι τὴν ἀξίνην
τὴν κόπτουσάν με ταῖς χερσὶ τῶν ἀνθρώπων
ὡς τοὺς ἐξ ἐμοῦ γεγενημένους σφῆνας. »

Ὅτι πολλοὶ τῶν ἀνθρώπων ἐν συμφοραῖς περιπίπτουσι παρὰ τῶν ξένων· ἐκ δὲ τῶν ἰδίων ἐάν τι συμϐῇ μικρὸν αὐτοῖς λυπηρόν, χεῖρον καὶ βαρύτερον αὐτοῖς καταφαίνεται.

Codd. Cg 37 Ch 112 Ca 174 Cb 92 Cd 106 Mb 197.

Chambry 100.6

Aliter — Autre version. §

[P303]

Πρίσται κατέσχιζον πεύκην καὶ σφῆνας ἐξ αὐτῆς ἐποίουν κατασχίζοντες αὐτήν. Ἡ δὲ ἐθρήνει λέγουσα· « Οὐ τοσοῦτον τὸν πρίονα μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ σφῆνας. »

Ὁ μῦθος δηλοῖ ὅτι λυπηρότεραι αἱ τῶν οἰκείων κακώσεις ὑπὲρ τῶν ξένων λίαν.

Codd. Ce 99 Cf 106.

Chambry 101 §

Chambry 101.1

Δρῦς καὶ κάλαμος — Le chêne et le roseau. §

[P70]

Δρῦς καὶ κάλαμος ἤριζον περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος καὶ συγκλινόμενος ταῖς τούτου πνοαῖς τὴν ἐκρίζωσιν ἐξέφυγεν, ἡ δὲ δρῦς ἀντιστᾶσα ἐκ ῥιζῶν ἔπεσεν.

Ὁ λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν ἢ ἀνθίστασθαι.

Codd. Pb 70 Mb 38 Cd 39.

Chambry 101.2

Aliter — Autre version. §

[P70]

Δρῦς καὶ κάλαμος ἤρισαν περὶ ἰσχύος. Ἀνέμου δὲ σφοδροῦ γενομένου, ὁ μὲν κάλαμος σαλευόμενος ταῖς πνοαῖς ἐξέφυγεν· ἡ δρῦς δὲ ἀντιστᾶσα ἐκ ῥιζῶν ἀνεσπάσθη.

<Ὁ> λόγος δηλοῖ ὅτι οὐ δεῖ τοῖς κρείττοσιν ἐρίζειν.

Cod. Pe 37.

Chambry 101.3

Aliter — Δρῦς καὶ κάλαμοι. §

[P70]

Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῷ ἔρριψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἠρώτα· « Πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοί, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε ; » Οἱ δὲ εἶπον· « Ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομειν. »

Ὅτι οὐ δεῖ ἀνθίστασθαι τοῖς κρατοῦσιν [ἐνδόξοις], ἀλλ’ ὑποτάσσεσθαι καὶ ὑπείκειν.

Codd. Ba 29 Bb 18 Mg 52.

Chambry 101.4

Aliter — Autre version. §

[P70]

Δρῦν καταϐαλὼν ἐν ποταμῷ ἔρριψεν ἄνεμος. Ἡ δὲ φερομένη τοὺς ποταμίους καλάμους ἠρώτα· « Πῶς ὑμεῖς ἀσθενεῖς ὄντες ὑπὸ τῶν ἀνέμων οὐ καταϐάλλεσθε ; » Οἱ δὲ εἶπον· « Ἡμεῖς παντὶ ἀνέμῳ ὑποπίπτοντες ἀϐλαϐεῖς διαμένομεν· ὑμεῖς δὲ παντὶ ἀνθιστάμενοι ἀπὸ ῥιζῶν καταϐάλλεσθε. »

Cod. Bd 12.

Chambry 101.5

Aliter — Δένδρα καὶ κάλαμοι. §

[P70]

Τὰ δένδρα ποτὲ κατεασσόμενα ὑπὸ τῶν ἀνέμων, ὡς ἑώρα τοὺς καλάμους ἀϐλαϐεῖς διαμένοντας, ἐπυνθάνετο αὐτῶν πῶς αὐτὰ μὲν ἰσχυρὰ καὶ ἐμϐριθῆ ὄντα οὕτως κατακλᾶται, οἱ δὲ λεπτοὶ καὶ ἀσθενεῖς ὄντες οὐδὲν πάσχουσι. Κἀκεῖνοι ἔφασαν ὅτι « ἡμεῖς συνειδότες ἑαυτοῖς ἀσθένειαν εἴκομεν τῇ τῶν ἀνέμων ἐμϐολῇ καὶ οὕτω τὰς ὁρμὰς ἐκκλίνομεν· ὑμεῖς δὲ πεποιθότες τῇ ἰδίᾳ δυνάμει ἀντιτείνετε καὶ διὰ τοῦτο κατεάσσεσθε. »

Ὁ λόγος δηλοῖ ὅτι πρὸς τὰ χαλεπὰ τῶν πραγμάτων τὸ εἴκειν τοῦ ἀνθίστασθαι ἀσφαλέστερον.

Codd. Pa 221 Pb 213 Ma 133 Ca 180 Ce 114 Cf 122.

Chambry 101.6

Aliter — Κάλαμος καὶ ἐλαία. §

[P70]

Διὰ καρτερίαν καὶ ἡσυχίαν καὶ ἰσχὺν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδύνατός ἐστι καὶ ῥᾳδίως ὑποκλίνεται πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος οὐδὲν ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ, ἀνέμου ἰσχυροῦ γενομένου, ὁ μὲν κάλαμος σεισθεὶς καὶ ὑποκλιθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δὲ ἐλαία ῥιζωθεῖσα, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, τῇ βίᾳ κατεκλάσθη, ἤλεγξεν αὐτὴν ὅτι ματαίως καὶ μάτην ἐπαίρεται ἐπὶ τῇ οἰκείᾳ δυνάμει.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πρὸς τὸν καιρὸν καὶ τοὺς κρείττονας αὐτῶν μὴ ἀνθιστάμενοι κρείττονές εἰσι τῶν πρὸς μείζονας φιλονεικούντων.

Codd. Ca 59 Cb 41 Ce 43 Cf 47 Ch 48 Ma 51.

Chambry 101.7

Aliter — Autre version. §

[P70]

Διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ’ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.

Ὁ μῦθος δηλοῖ ὅτι τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.

Codd. La 147 Lc 59 Ld 19 Lg 59 Mc 39 Md 46 Mh 41 Mi 81 Mk 43 Ml 52 Mm 58 Mn 19.

Chambry 101.8

Aliter — Κάλαμοι καὶ κυπάριττοι. §

[P70]

Κάλαμοι παρεπεφύτευντο κυπαρίττοις, καὶ αἱ κυπάριττοι, τὸ αὐτῶν ἀνεκρίζωτον διὰ τὸ εὖ κλίνειν ἀνέμοις ἐνορώμεναι, σφοδρῶς ἐπέκειντο τοῖς καλάμοις, « Πῶς ἡμεῖς, λέγουσαι, τὴν ἐκρίζωσιν ἀθρόαν δεινῶς ὑφιστάμεθα, ὑμεῖς δὲ καὶ ἅπασαι διαδρᾶναι τὸν κίνδυνον εὐκρινῶς μεμαθήκατε ; » Τί οὖν οἱ κάλαμοι ; « Ταῖς ὑπερτερούσαις ἡμῶν δυναστείαις μὴ ἀντιϐαίνειν μεμαθηκυῖαι, ἀλλὰ ταύταις ῥᾳδίως τὸν τράχηλον ὑποκλίνουσαι, τὴν αἰτίαν τοῦ ἀφανισμοῦ διαδιδράσκομεν ἔκρίζωσιν. »

Ὅτι τοῖς κρατοῦσιν οὐ δεῖ ἀνθίστασθαι, ἀλλὰ μᾶλλον ὑπείκειν.

Cod. Bc 23.

Chambry 102 §

Chambry 102.1

Ἐλάτη καὶ βάτος — Le sapin et la ronce. §

[P304]

Ἐλάτη καυχωμένη τῇ βάτῳ ἔλεγεν· « Ἐν οὐδενὶ οὐδὲν χρησιμεύεις, ὅτε ἐγὼ ἐν στέγεσί που χρησιμεύω καὶ οἴκοις. » Ἡ δὲ βάτος ἔφη· « Ὦ ἐλεεινή, εἰ μνησθείης τῶν πελέκεων καὶ πριόνων τῶν κοπτόντων σε, βάτος ἂν ἔχοις θελῆσαι γενέσθαι, οὐκ ἐλάτη. »

Κρείσσων πενία ἄφοϐος ἢ πλουσιότης μετὰ ἀναγκῶν καὶ ἐπηρειῶν.

Cod. Ma 164.

Chambry 102.2

Aliter — Autre version. §

[P304]

Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. »

Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.

Cod. Ba 48.

Le sapin et la ronce disputaient ensemble. Le sapin se vantait et disait : « Je suis beau, élancé et haut, et je sers à construire des toits aux temples et des vaisseaux. Comment oses-tu te comparer à moi ? — Si tu te souvenais, répliqua la ronce, des haches et des scies qui te coupent, tu préférerais toi aussi le sort de la ronce. »

Il ne faut pas dans la vie s’enorgueillir de sa réputation ; car la vie des humbles est sans danger.

Chambry 102.3

Aliter — Autre version. §

[P304]

Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἐπαινοῦσα δὲ αὑτὴν ἡ ἐλάτη ἔλεγεν ὅτι « εὐμήκης εἰμι καὶ ὑψηλὴ καὶ εἰς τὰς κατασκευὰς τῶν νεῶν καὶ εἰς τὰ στέγη [καὶ] τῶν μεγάλων καὶ βασιλικῶν οἰκιῶν χρησιμεύω· σοῦ δέ, ὦ βάτε, οὐδὲν ὄφελος· ἄχρηστος γὰρ ὑπάρχεις παντάπασιν. » Ἡ δὲ βάτος εἶπεν· « Ὦ ἐλάτη, εἰ ἀναμνησθείης τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, τάχ’ ἂν καὶ σὺ βάτος γενέσθαι θελήσειας. »

Cod. Bd 25.

Chambry 103 §

Chambry 103.1

Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων — Le cerf à la source et le lion. §

[P74]

Ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν· πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσῴζετο· ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέϐη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· « Δειλαία ἔγωγε, ἥτις ὑφ’ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. »

Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

Codd. Pa 71 Pb 75 Pe 41 Pg 48 Ma 54 Mb 42.

Un cerf pressé par la soif arriva près d’une source. Après avoir bu, il aperçut son ombre dans l’eau. Il se sentit fier de ses cornes, en voyant leur grandeur et leur diversité ; mais il était mécontent de ses jambes, parce qu’elles étaient grêles et faibles, Il était encore plongé dans ces pensées, quand un lion apparut qui le poursuivit. Il prit la fuite, et le devança d’une longue distance ; car la force des cerfs est dans leurs jambes, celle des lions dans leur cœur. Tant que la plaine fut nue, il maintint l’avance qui le sauvait ; mais étant parvenu à un endroit boisé, il arriva que ses cornes se prirent aux branches et que, ne pouvant plus courir, il fut pris par le lion. Sur le point de mourir, il se dit en lui-même : « Malheureux que je suis ! Ce sont mes pieds, qui devaient me trahir, qui me sauvaient ; et ce sont mes cornes, en qui j’avais toute confiance, qui me perdent. »

C’est ainsi que souvent dans le danger les amis que nous suspectons nous sauvent, et ceux sur qui nous comptons fermement nous trahissent.

Chambry 103.2

Aliter — Autre version. §

[P74]

Ἔλαφος δίψει συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγὴν τοῦ πιεῖν. Ἐν ὅσῳ δὲ ἔπινεν, εἶδε τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος. Καὶ ἐπὶ μὲν τοῖς κέρασιν αὐτῆς ηὐφραίνετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν· ἐπὶ δὲ τοῖς ποσὶ σφόδρα ἤχθετο καὶ ἐδυσφόρει, ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἤρξατο διώκειν αὐτήν, κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων ἐν τοῖς ποσί, λέοντος δὲ ἐν καρδίᾳ. Καὶ μέχρι μὲν ἐν πεδίῳ ἐδιώκετο, ἀκατάληπτος ἦν ἠ ἔλαφος, ἐπεὶ προέθεεν· ἐπεὶ δὲ κατά τινα δρυμὸν καὶ ὑλώδη τόπον παρεγένετο, συνέϐη τοῖς κέρασιν αὐτῆς ἐμπλακῆναι τοῖς κλάδοις, καὶ μὴ δυναμένην τρέχειν συλληφθῆναι ὑπὸ τοῦ λέοντος. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη· « Δειλαία ἔγωγε ἥτις ὑφ’ ὧν ᾠόμην προδοθήσεσθαι, ὑπὸ τούτων ἐσῳζόμην καὶ ἔχαιρον, οἷς δὲ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. »

Ὁ μῦθος δηλοῖ ὅτι ὁμοίως πολλάκις τινὲς δοκοῦντες ἔχειν τι χρήσιμον, λανθάνουσιν ἑαυτοὺς βλαπτόμενοι δι’ ἐκείνου.

Ἢ οὕτως· Πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες γίνονται, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

Codd. Ca 66 Cb 46 Cd 43 Ce 48 Cf 52 Ch 53 Mc 45 Md 51 Mh 46 Mi 86 Mk 49 Ml 69 Mm 64.

Chambry 103.3

Aliter — Autre version. §

[P74]

Ἔλαφος διψήσας ἐπὶ πηγὴν ἦλθεν. Ἰδὼν δὲ τὴν ἑαυτοῦ σκιάν, τοὺς μὲν πόδας ἐμέμφετο, ὡς λεπτοὺς καὶ ἀσθενεῖς ὄντας, τὰ δὲ κέρατα αὐτοῦ ἐπῄνει, ὡς μέγιστα καὶ εὐμήκη. Μηδέπω δὲ πιών, κυνηγοῦ καταλαϐόντος, ἔφευγεν. Ἐπὶ πολὺν δὲ τόπον δραμὼν καὶ εἰς ὕλην ἐμϐὰς τοῖς κέρασιν ἐμπλακεὶς ἐθηρεύθη. Ἔφη δέ· « Ὦ μάταιος ἐγώ, ὃς ἐκ μὲν τῶν ποδῶν ἐσώθην οἷς ἐμεμφόμην, ἐκ δὲ τῶν κεράτων προεδόθην οἷς ἐκαυχώμην. »

Ὅτι περὶ πράγματός τινος, ἐὰν διακρίνῃς καλὸν εἶναι, μὴ ἔχῃς βέϐαιον περὶ τούτου· πολλάκις γὰρ σφάλλουσιν αἱ ἐλπίδες εἰς ἃς ἐπερειδόμεθα.

Codd. Ba 34 Bb 23 Mg 60.

Chambry 103.4

Aliter — Autre version. §

[P74]

Ἔλαφος ἐπὶ ὕδατος τὴν σκιὰν αὑτῆς κατιδοῦσα τῶν σκελῶν αὑτῆς ὡς ἀσθενῶν κατεμέμφετο, ἐπῄνει δὲ μᾶλλον τὰ ἐν τῷ μετώπῳ αὑτῆς κέρατα διὰ τὴν στερρότητα. Αἰφνίδιον δὲ κυνηγοῦ καταλαϐόντος αὐτήν, καὶ πρὸς φυγὴν ὁρμήσασα, τὰ μὲν σκέλη διέσωσαν αὐτὴν ἐν κρησφυγέτῳ τινί. Ἡ δὲ τῶν κεράτων ἰσχὺς αὐτὴν προέδωκεν εἰς τὴν πυκνότητα τοῦ ἄλσους περιπλακέντων.

Cod. Bc 27.

Chambry 104 §

Chambry 104.1

Ἔλαφος καὶ ἄμπελος — La biche et la vigne. §

[P77]

Ἔλαφος διωκομένη ὑπὸ κυνηγῶν ἐκρύπτετο ὑπό τινα ἄμπελον. Διελθόντων δὲ τῶν κυνηγῶν, στραφεῖσα κατήσθιε τὰ φύλλα τῆς ἀμπέλου. Εἷς δέ τις τῶν κυνηγῶν στραφεὶς καὶ θεασάμενος, ὃ εἶχεν ἀκόντιον βαλών, ἔτρωσεν αὐτήν. Ἡ δὲ μέλλουσα τελευτᾶν στενάξασα πρὸς ἑαυτὴν ἔφη· « Δίκαιά γε πάσχω, ὅτι τὴν σώσασάν με ἄμπελον ἠδίκησα. »

Οὗτος ὁ λόγος λεχθείη ἂν κατὰ ἀνδρῶν οἵτινες τοὺς εὐεργέτας ἀδικοῦντες ὑπὸ θεοῦ κολάζονται.

Codd. Pa 74 et 91bis Pb 78 Pc 39 Pe 44 Pf 37 Pg 50 Ph 39 Ma 57 Mb 46 Ca 65.

Chambry 104.2

Aliter — Autre version. §

[P77]

Ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ’ ἀμπέλῳ ἐκρύϐη. Παρελθόντων δ’ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ’ ἔλεγε· « Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.

Codd. La 65 Lb 45 Lc 33 Le 45 Lf 65 Lg 33 Md 117 Me 52 Mf 47 Mg 68 Mi 34 Mj 55 Ml 57 Mm 67.

Une biche, poursuivie par des chasseurs, se cacha sous une vigne. Ceux-ci l’ayant un peu dépassée, elle se crut dès lors parfaitement cachée, et se mit à brouter les feuilles de la vigne. Comme les feuilles remuaient, les chasseurs s’étant retournés et pensant, ce qui était vrai, qu’il y avait une bête cachée dessous, tuèrent la biche à coups de traits. Celle-ci se sentant mourir prononça ces paroles : « Je l’ai bien mérité ; car je ne devais pas endommager celle qui m’avait sauvée. »

Cette fable montre que ceux qui font du mal à leurs bienfaiteurs sont punis de Dieu.

Chambry 105 §

Chambry 105.1

Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ> – La biche et le lion dans un antre. §

[P76]

Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυϐησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· « Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα. »

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόϐον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμϐάλλουσιν.

Codd. Pa 73 Pb 77 Pc 38 Pf 36 Pg 49 Ph 38 Ma 56 Mb 45 Me 51 Mf 46 Ca 64.

Une biche poursuivie par des chasseurs arriva à l’entrée d’un antre où se trouvait un lion. Elle y entra pour s’y cacher ; mais elle fut prise par le lion et, tandis qu’il la tuait, elle s’écria : « Malheureuse que je suis ! en fuyant les hommes, je me suis jetée dans les pattes d’une bête féroce. »

Ainsi parfois les hommes, par crainte d’un moindre danger, se jettent dans un plus grand.

Chambry 105.2

Aliter — Autre version. §

[P76]

Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυϐῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· « Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα. »

Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες διὰ φόϐον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμϐάλλουσιν.

Cod. Pe 43.

Chambry 105.3

Aliter — Autre version. §

[P76]

Ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ· λέοντι δ’ ἐκεῖ περιτυχοῦσα ὑπ’ αὐτοῦ συνελήφθη· θνῄσκουσα δ’ ἔλεγεν· « Οἴμοι ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν.

Codd. La 64 Lb 44 Le 44 Lf 64 Md 119 Mg 67 Mi 35 Mj 53 Ml 56.

Chambry 106 §

Chambry 106.1

Ἔλαφος πηρωθεῖσα — La biche borgne. §

[P75]

Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα αἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ’ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίϐουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ’ ἣν κατέφυγον. »

Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ.

Codd. Pa 72 Pb 76 Pc 37 Pe 42 Pf 35 Ph 37 Ma 55 Mb 43 Me 50 Mf 45 Ca 63.

Une biche qui avait un œil crevé se rendit sur le rivage de la mer et se mit à y paître, tournant son œil intact vers la terre pour surveiller l’arrivée des chasseurs, et l’œil mutilé vers la mer, d’où elle ne soupçonnait aucun danger. Mais voilà que des gens qui naviguaient le long de cet endroit l’aperçurent, l’ajustèrent et l’abattirent. Tout en rendant l’âme, elle se dit à elle-même : « Vraiment je suis bien malheureuse ; je surveillais la terre que je croyais pleine d’embûches, et la mer, où je comptais trouver un refuge, m’a été beaucoup plus funeste. »

C’est ainsi que souvent notre attente est trompée : les choses qui nous semblaient fâcheuses tournent à notre avantage, et celles que nous tenions pour salutaires se montrent préjudiciables.

Chambry 106.2

Aliter — Autre version. §

[P75]

Ἔλαφος τὸν ἕτερον πεπηρωμένη τῶν ὀφθαλμῶν ἐπ’ ἠϊόνος ἐνέμετο, τὸν μὲν ὑγιᾶ τῶν ὀφθαλμῶν πρὸς τὴν ξηρὰν διὰ τοὺς κυνηγετοῦντας ἔχουσα, τὸν δὲ λοιπὸν πρὸς θάλατταν, ὅθεν οὐδὲν ὑπώπτευε. Παραπλέοντες δέ τινες καὶ τούτου στοχασάμενοι αὐτῆς κατετόξευσαν. Ἡ δ’ ἑαυτὴν ὠλοφύρετο ὡς ὑφ’ ἧς μὲν ἐδεδοίκει μηδὲν παθοῦσα, ἣν δ’ οὐκ ᾤετο κακὸν ἐπάξειν, ὑπὸ ταύτης προδεδομένη.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡμῖν τὰ μὲν βλαϐερὰ δοκοῦντα ὠφέλιμα γίνεται, τὰ δ’ ὠφέλιμα βλαϐερά.

Codd. La 63 Lb 43 Le 43 Lf 63 Md 118 Mg 66 Mi 33 Mj 52 Ml 58 Mm 66.

Chambry 107 §

Chambry 107.1

Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος — Le chevreau qui est dans la maison et le loup. §

[P98]
Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

Codd. Pg 62 Ma 71 Mb 57 et 242.

Un chevreau qui se trouvait à l’intérieur d’une maison vit passer un loup. Il se mit à l’injurier et à le railler, Le loup répliqua : « Pauvre hère, ce n’est pas toi qui m’injuries, c’est le lieu où tu es. »

Cette fable montre que souvent c’est le lieu et l’occasion qui donnent l’audace de braver les puissants.

Chambry 107.2

Aliter — Autre version. §

[P98]

Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.

Codd. La 143 Lc 52 Lg 52 Md 52 Mm 65 — Ca 75 Cb 48 Cd 45 Ce 50 Cf 54 Ch 55 Mc 47 Ml 70.

Chambry 107.3

Aliter — Autre version. §

[P98]

Ἔριφος ἑστὼς ἐπί τινος δώματος λύκον τινὰ παριόντα καὶ τὴν πορείαν ἐκεῖθεν ποιούμενον ἐλοιδόρει καὶ αἱμοϐόρον ἐκάλει καὶ ὠμόφαγον. Ὁ δὲ ἔφη· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ τόπος ἐν ᾧ ἵστασαι. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ χρόνος δίδωσι τοῖς ἥττοσι θράσος κατὰ τῶν ἀμεινόνων.

Codd. Mk 51 Mh 47.

Chambry 107.4

Aliter — Λύκος καὶ ἀρνός. §

[P98]

Λύκος διήρχετο ἔξω τοῦ τείχους, ἔνθα ἀρνὸς παρακύψας ὕϐριζε πολλὰ τὸν λύκον. Κἀκεῖνος τοὺς ὀδόντας τρίζων εἶπεν· « Ὁ τόπος με λοιδορεῖ· σὺ μὴ καυχῶ. »

Ὅτι καὶ καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἐνδόξους.

Codd. Ba 81 Bb 51.

Chambry 107.5

Aliter — Autre version. §

[P98]
Λύκος δέ ποτε ἔξω τείχους ὑπῆρχεν·
ἀρνὸς δ’ αὐτὸν ὕϐριζεν ἄνω τυγχάνων.
Ὁ δὲ στενάξας ἐκ βάθους τῆς καρδίας
τρίζων ὀδόντας πρὸς τὸν ἄρνον ἐϐόα·
« Αὐτὸς ὁ τόπος κατακρατεῖ με κάτω·
μὴ μάλα καυχῶ, ἀτυχέστατον ζῷον. »

Ὅτι καιροὶ φέρουσι καὶ τόπων διαστάσεις εὐτελίζεσθαι καὶ ἀτιμάζεσθαι παρὰ εὐτελῶν καὶ ἀγενῶν ἀνθρώπων.

Cod. Mb 106.

Chambry 107.6

Aliter — Ἀρνὸς καὶ λύκος. §

[P98]

Ἀρνὸς ἐφ’ ὑψηλοῦ πύργου ἱστάμενος λύκον κάτωθεν παρίοντα τὴν ὁδὸν ἔσκωπτε, καὶ θηρίον κακὸν ἀπεκάλει καὶ αἱμοϐόρον. Ὁ δὲ λύκος στραφεὶς εἶπε πρὸς αὐτόν· « Οὐ σύ με λοιδορεῖς, ἀλλ’ ὁ πύργος ἐν ᾧ ἵστασαι. »

Ὁ μῦθος πρὸς τοὺς ὑπομένοντας ὕϐριν ἀπὸ ἀναξίων ἀνθρώπων διὰ φόϐον ὑψηλοτέρων.

Cod. T 4.

Chambry 108 §

Chambry 108.1

Ἔριφος καὶ λύκος <αὐλῶν> – Le chevreau et le loup qui joue de la flûte. §

[P97]

Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ’ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. » Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. »

Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.

Codd. Pa 92 Pb 98 Pe 58 Pg 59 Ma 70 Mb 56 Ca 74.

Un chevreau, étant resté en arrière du troupeau, était poursuivi par un loup. Il se retourna et lui dit : « Je sais bien, loup, que je suis destiné à ton repas ; mais pour que je ne meure pas sans honneur, joue de la flûte et fais-moi danser. » Tandis que le loup jouait et que le chevreau dansait, les chiens accoururent au bruit et donnèrent la chasse au loup. Celui-ci, se retournant, dit au chevreau : « C’est bien fait pour moi ; car, étant boucher, ce n’était pas à moi à faire le flûtiste. »

Ainsi quand on fait quelque chose sans avoir égard aux circonstances, on se voit enlever même ce qu’on tient dans la main.

Chambry 108.2

Aliter — Autre version. §

[P97]

Ἔριφος πλανηθεῖσα τῆς ποίμνης ὑπὸ λύκου ἐδιώκετο. Τῆς δὲ ἐρίφου ἀτονησάσης καὶ τοῦ λύκου καταλαϐόντος, στραφεῖσα ἡ ἔριφος πρὸς τὸν λύκον εἶπεν· « Ὅτι μὲν σὸν βρῶμά εἰμι ἀκριϐῶς ἐπίσταμαι, ἀλλὰ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλει μοι ὡς ὀρχῶμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες τοῦ ποιμένος ἀκούσαντες τὸν λύκον κατέλαϐον καὶ ἐδίωκον, κἀκεῖνος φεύγων ἐφώνει· « Ἀξίως πάσχω· ἔδει γάρ με ἀντ’ αὐλητοῦ μακελλάριον εἶναι. »

Ὅτι καὶ τοῖς φύσει πονηροῖς ἡ διὰ λόγων ταπείνωσις οἶδε κατάνυξιν ἐμποιεῖν.

Codd. Pf 43 Ph 45 Me 60 Mf 54.

Chambry 108.3

Aliter — Autre version. §

[P97]

Ἔριφος ὑστερήσασα τῆς ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεῖσα δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ λύκε, ἐπεὶ πέπεισμαι ὅτι σὸν βρῶμα γενήσομαι, ἵνα μὴ ἀηδῶς ἀποθάνω, αὔλησον πρῶτον, ὅπως ὀρχήσωμαι. » Τοῦ δὲ λύκου αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης, οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. Ὁ δὲ ἐπιστραφεὶς τῇ ἐρίφῳ φησί· « Δικαίως ταῦτά μοι γίνεται· ἔδει γάρ με μάγειρον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῶν μὲν πρὸς ἃ πεφύκασι ἀμελοῦντες, τὰ δὲ ἑτέρων ἐπιτηδεύειν πειρώμενοι δυστυχίαις περιπίπτουσιν.

Codd. La 98 Lb 53 Le 53 Lf 98 Lh 20 Mg 76 Mi 87 Mj 63 Ml 64.

Chambry 109 §

Chambry 109.1

Ἑρμῆς καὶ ἀγαλματοποιός — Hermès et le statuaire. §

[P88]

Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαϐεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ’ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. »

Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα ὁ λόγος ἁρμόζει.

Codd. Pa 85 Pb 89 Pc 46 Pe 53 Pg 56.

Hermès, voulant savoir en quelle estime il était parmi les hommes, se rendit, sous la figure d’un mortel, dans l’atelier d’un statuaire, et, avisant une statue de Zeus, il demanda : « Combien ? » On lui répondit : « Une drachme. » Il sourit et demanda : « Combien la statue de Héra ? — C’est plus cher, » lui dit-on. Apercevant aussi une statue qui le représentait, il présuma qu’étant à la fois messager de Zeus et dieu du gain, il était en haute estime chez les hommes. Aussi s’informa-t-il du prix. Le sculpteur répondit : « Eh bien ! si tu achètes les deux premières, je te donnerai celle-ci par-dessus le marché. »

Cette fable convient à un homme vaniteux qui ne jouit d’aucune considération chez autrui.

Chambry 109.2

Aliter — Autre version. §

[P88]

Ἑρμῆς γνῶναι βουλόμενος ἐν τίνι τιμῇ παρ’ ἀνθρώποις ἐστίν, ἧκεν εἰς ἀγαλματοποιοῦ, ἑαυτὸν εἰκάσας ἀνθρώπῳ, καὶ θεασάμενος ἄγαλμα τοῦ Διὸς ἠρώτα πόσου τις αὐτὸ πρίασθαι δύναται. Τοῦ δὲ εἰπόντος δραχμῆς, γελάσας πόσου τὸ τῆς Ἥρας ἔφη. Εἰπόντος δὲ πλείονος, ἰδὼν καὶ τὸ ἑαυτοῦ ἄγαλμα, καὶ νομίσας ὡς, ἐπειδὴ ἄγγελός ἐστι θεῶν καὶ κερδῷος, πολὺν αὐτοῦ παρὰ τοῖς ἀνθρώποις εἶναι τὸν λόγον, ἤρετο περὶ αὐτοῦ. Ὁ δ’ ἀγαλματοποιὸς ἔφη· « Ἐὰν τούτους ὠνήσῃ, καὶ τοῦτον προσθήκην σοι δίδωμι. »

Ὁ μῦθος πρὸς ἄνδρα κενόδοξον οὐδεμίᾳ παρ’ ἄλλοις ὄντα τιμῇ.

Codd. La 94 Lb 49 Le 49 Lf 94 Me 56 Mf 50 Mg 72 Mj 59 Ml 65.

Chambry 110

Ἑρμῆς καὶ γῆ — Hermès et la terre. §

[P102]

Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύσσοντες τροφὴν ἑαυτοῖς πορίσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· « Ἀλλ’ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. »

Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

Codd. Pa 95 Pb 102 Pc 52 Pf 51 Pg 66 Ma 74 Me 66 Mf 58 Mj 66.

Zeus, ayant façonné l’homme et la femme dit à Hermès de les mener sur la terre et de leur montrer à quel endroit ils devaient creuser la terre pour se procurer des aliments. Hermès ayant rempli sa mission, la terre fit d’abord résistance ; mais Hermès insista en disant que c’était l’ordre de Zeus. « Eh bien ! dit-elle, qu’ils creusent tant qu’ils voudront : ils me le paieront de leurs soupirs et de leurs larmes. »

La fable convient à ceux qui empruntent facilement et s’acquittent avec peine.

Chambry 111 §

Chambry 111.1

Ἑρμῆς καὶ Τειρεσίας — Hermès et Tirésias. §

[P89]

Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ’ αὐτῷ. Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαϐὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοῦς ἐμαυτοῦ βόας ἀπολήψομαι. »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

Codd. Pb 90 Pf 44 Ph 46.

Hermès voulant mettre à l’épreuve l’art divinatoire de Tirésias et voir s’il était véridique, lui vola ses bœufs à la campagne, puis vint le trouver à la ville, sous la figure d’un mortel, et descendit chez lui. Averti de la perte de son attelage, Tirésias prit avec lui Hermès, se rendit au faubourg pour observer un augure au sujet du vol, et il pria Hermès de lui dire l’oiseau qu’il apercevrait. Hermès vit d’abord un aigle qui passait en volant de gauche à droite, et il le lui dit. Tirésias répondit que cet oiseau ne les concernait pas. À la deuxième fois, le dieu vit une corneille perchée sur un arbre, qui tantôt levait les yeux en haut, tantôt se penchait vers le sol, et il le lui annonça. Le devint reprit alors : « Eh bien ! cette corneille jure par le ciel et la terre qu’il ne tient qu’à toi que je recouvre mes bœufs. »

On pourrait appliquer cette fable à un voleur.

Chambry 111.2

Aliter — Autre version. §

[P89]

Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν εἰ ἀληθής ἐστι γνῶναι, κλέψας τὰς αὐτοῦ βοῦς ἐξ ἀγροικίας, ἧκεν ὡς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ παρ’ αὐτῷ κατήχθη. Τῆς δὲ τῶν βοῶν ἀπωλείας ἀγγελθείσης τῷ Τειρεσίᾳ, ἐκεῖνος παραλαϐὼν τὸν Ἑρμῆν ἐξῆλθεν, οἰωνόν τινα περὶ τοῦ κλέπτου σκεψόμενος καὶ τούτῳ παρῄνει φράζειν αὐτῷ ὅντινα ἂν τῶν ὀρνίθων θεάσηται. Ὁ δὲ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ τὰ δεξιὰ διιπτάμενον, ἔφρασε. Τοῦ δὲ φήσαντος μὴ πρὸς αὐτοὺς εἶναι τοῦτον, ἐκ δευτέρου κορώνην εἶδεν ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ πρὸς τὴν γῆν κατακύπτουσαν, καὶ τῷ μάντει φράζει. Καὶ ὃς ὑποτυχὼν εἶπεν· « Ἀλλ’ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὡς, ἐὰν σὺ θέλῃς, τὰς ἐμὰς ἀπολήψομαι βοῦς. »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.

Codd. La 95 Lb 50 Le 50 Lf 95 Me 57 Mf 51 Mg 73 Mj 60 Ml 66.

Chambry 112

Ἑρμῆς καὶ τεχνῖται — Hermès et les artisans. §

[P103]

Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. Ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαϐὼν ὅλην τὴν χύσιν κατ’ αὐτοῦ κατέχεεν. Ἐκ τούτου συνέϐη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.

Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος.

Codd. Pa 96 et 101 Pf 52 Ph 53 Ma 75 Mb 58 Me 67 Mf 59 Mj 67 — La 107 Lb 55 Le 55 Lf 107 Lh 19 Ml 72.

Zeus avait chargé Hermès de verser à tous les artisans le poison du mensonge. Hermès le broya, et faisant la part égale pour chacun, il le leur versa. Mais, comme il ne restait plus que le cordonnier et qu’il y avait encore beaucoup de poison, il prit tout le mortier et le versa sur lui. C’est depuis lors que tous les artisans sont menteurs, mais plus que tous les cordonniers.

Cette fable s’applique à un homme qui tient des propos mensongers.

Chambry 113 §

Chambry 113.1

Ἑρμοῦ ἅμαξα καὶ Ἄραϐες — Le chariot d’Hermès et les Arabes. §

[P309]

Ἑρμῆς ποτε ἅμαξαν ψευσμάτων καὶ πανουργίας καὶ ἀπάτης μεστὴν διὰ πάσης ἤλαυνε γῆς, κατὰ χώραν μικρόν τι διανέμων τοῦ φόρτου. Ὡς δὲ εἰς τὴν τῶν Ἀράϐων χώραν ἦλθε, λέγεται ἐξαίφνης συντριϐῆναι τὴν ἅμαξαν. Οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἀλλους ἀνθρώπους προελθεῖν.

Ὅτι Ἄραϐες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνές εἰσιν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.

Cod. Ba 40.

Un jour Hermès conduisait par toute la terre un chariot rempli de mensonges, de fourberies et de tromperies, et dans chaque pays il distribuait une petite portion de son chargement. Mais, quand il fut arrivé dans le pays des Arabes, le chariot, dit-on, se brisa soudain ; et les Arabes, comme s’il s’agissait d’un chargement précieux, pillèrent le contenu du chariot, et ne laissèrent pas le dieu aller chez d’autres peuples.

Plus que tout autre peuple les Arabes sont menteurs et trompeurs ; leur langue en effet ne connaît pas la vérité.

Chambry 113.2

Aliter — Autre version. §

[P309]

Ἑρμῆς ποτε ψεύσματα καὶ πανουργίας θεὶς εἴς ἅμαξαν εἰς πᾶσαν γῆν ἀπῄει. Ὡς δὲ Ἀράϐων κατήντησε τὴν χώραν, συντρίϐει τὴν ἅμαξαν κενὴν φορτίων· οἱ δὲ εἰς ἄλλους τόπους οὐκ εἴασαν ὀδεῦσαι.

Cod. Mb 52.

Chambry 114

Εὔνουχος καὶ ἱερεύς — L’eunuque et le sacrificateur. §

[P310]

Εὔνουχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. Ὁ δὲ ἱερεὺς ἔφη· « Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ’ ἀνὴρ φαίνῃ. »

Cod. Bd 19.

Un eunuque alla trouver un sacrificateur et le pria de faire un sacrifice en sa faveur, afin qu’il devînt père. Le sacrificateur lui dit : « Quand je considère le sacrifice, je prie pour que tu deviennes père ; mais quand je vois ta personne, tu ne parais même pas être un homme. »

Chambry 115 §

Chambry 115.1

Ἐχθροὶ δύο — Les deux ennemis. §

[P68]

Δύο ἐχθροὶ ἐν μιᾷ νηῒ ἔπλεον· καὶ βουλόμενοι πολὺ ἀλλήλων διεζεῦχθαι ὥρμησαν ὁ μὲν ἐπὶ τὴν πρώραν, ὁ δὲ ἐπὶ τὴν πρύμναν καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς περιτρεπομένης, ὁ ἐν τῇ πρύμνῃ ἐπυνθάνετο παρὰ τοῦ κυϐερνήτου περὶ ποῖον μέρος καταδύεσθαι τὸ σκάφος πρῶτον κινδυνεύει. Τοῦ δὲ εἰπόντος· « Κατὰ τὴν πρώραν, » ἔφη· « Ἀλλ’ ἐμοίγε οὐκέτι λυπηρὸς ὁ θάνατός ἐστιν, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου ἀποπνιγόμενον πρῶτον. »

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς πέλας δυσμένειαν αἱροῦνται καὶ αὐτοί τι δεινὸν πάσχειν ὑπὲρ τοῦ κἀκείνους ὁρᾶν συνδυστυχοῦντας.

Codd. Pa 67 Pb 68 Pc 34 Pe 35 Pf 32 Pg 44 Ph 34 Ma 48.

Chambry 115.2

Aliter — Autre version. §

[P68]

Δύο τινὲς πρὸς ἀλλήλους ἔχθραν ἔχοντες ἐν μιᾷ νηῒ ἔπλεον. Βουλόμενοι δὲ πολὺ ἀπ’ ἀλλήλων διεζεῦχθαι, ὥρμησεν ὁ μὲν εἷς ἐπὶ τὴν πρώραν, ὁ δὲ ἕτερος ἐπὶ τὴν πρύμναν, καὶ ἐνταῦθα ἔμενον. Χειμῶνος δὲ σφοδροῦ καταλαϐόντος καὶ τῆς νηὸς καταποντίζεσθαι μελλούσης, ὁ ἐπὶ τῇ πρύμνῃ καθήμενος ἐπυνθάνετο, τῷ κυϐερνήτῃ λέγων· « Ὦ οὗτος, ποῖον μέρος μέλλει πρότερον καταποντίζεσθαι τοῦ σκάφους ; » Τοῦ δὲ εἰπόντος· « Ἡ πρώρα, » ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος ἔσται, εἴγε ὁρᾶν μέλλω τὸν ἐχθρόν μου προαποπνιγόμενον. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ τὴν πρὸς τοὺς ἐχθροὺς μῆνιν αἱροῦνται τὸ πρῶτον ἰδεῖν αὐτοὺς ἐπὶ συμφορὰν διὰ τὴν δυσμένειαν· ἔπειτα καὶ αὐτοὶ μετὰ ταῦτα, ἐάν τι δεινὸν πάσχωσιν, ὑπομένουσι.

Codd. Ca 58 Cb 40 Cd 37 Ce 42 Cf 46 Ch 47 Mc 40 Mh 40 Mk 44.

Chambry 115.3

Aliter — Autre version. §

[P68]

Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυϐερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταϐαπτίζεσθαι. Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ’ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάϐης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.

Codd. La 27 Lb 38 Lc 15 Le 38 Lf 27 Lg 15 Md 45 Me 45 Mf 40 Mg 47 Mi 80 Mj 44 Ml 49 Mm 57.

Deux hommes qui se haïssaient naviguaient sur le même vaisseau ; l’un s’était posté à la poupe et l’autre à la proue. Une tempête étant survenue et le vaisseau étant sur le point de couler, l’homme qui était à la poupe demanda au pilote quelle partie du navire devait sombrer la première. « La proue, » dit le pilote. « Alors, reprit l’homme, la mort n’a rien de triste pour moi, si je dois voir mon ennemi mourir avant moi. »

Cette fable montre que beaucoup de gens ne s’inquiètent aucunement du dommage qui leur arrive, pourvu qu’ils voient leurs ennemis endommagés avant eux.

Chambry 116 §

Chambry 116.1

Ἔχις καὶ ἀλώπηξ — La vipère et le renard. §

[P96]

Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο. Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »

Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.

Codd. Pa 91 Pb 97 Pc 49 Pe 57 Pg 58 Ma 69.

Une vipère était emportée sur un fagot d’épines par le courant d’une rivière. Un renard qui passait, l’ayant vue, s’écria : « Le pilote vaut le vaisseau. »

Ceci s’adresse à un méchant homme qui se livre à des entreprises perverses.

Chambry 116.2

Aliter — Autre version. §

[P96]

Ἔχις ἐπί τινος φραγμοῦ ἐκ παλιούρων εὐνάζετο, ὃς ἦν ἐπ’ ἀμπέλῳ τοῦ ποταμοῦ πλησίον. Τοῦ δὲ ποταμοῦ ὑπὸ συνεχῶν ὄμϐρων δεινῶς φυσηθέντος, ἤρθη ὁ φραγμὸς καὶ κάτωθεν ἀπῄει. Τοῖς δὲ παλιούροις ἡ ἔχις συνεπλάκη καὶ ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον καί τις κατιδοῦσα ἀλώπηξ σφόδρα γελάσασα ἔφη· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου καὶ ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »

Ὅτι καὶ [ὡς] κακοὶ σὺν κακοῖς ἀπολοῦνται.

Cod. Mb 54.

Chambry 116.3

Aliter — Δράκων <ἐπὶ παλιούροις φερόμενος>. §

[P96]
Καί τις ἄμπελος τοῦ ποταμοῦ πλησίον
εἶχεν ἐπ’ αὐτῇ τὸν φραγμὸν ἐκ παλούρων.
Τοῦ δὲ ποταμοῦ φυσηθέντος μεγάλως,
ἦρε τὸν φραγμὸν καὶ κατελθὼν ἀπῄει.
Τῷ δὲ παλούρῳ δράκων τις συνεπλάκη,
ὃς ἐφέρετο τοῦ ποταμοῦ εἰς μέσον.
Καί τις δὲ ἰδὼν μέγα γελάσας ἔφη·
« Ἡ μὲν ναῦς κακή, ἀξία δὲ τοῦ ναύτου. »

Ὁ μῦθος δηλοῖ ὅτι δικαίως οἱ κακοὶ ἐν κακοῖς ἀπολοῦνται.

Codd. Ch 65 Cd 56 Ma 171 Md 62 Mh 57 Mm 128.

Chambry 116.4

Aliter — Autre version. §

[P96]

Ποταμοῦ πλησίον ἄμπελος ἦν· φραγμὸς δὲ ἦν αὐτῇ παλίουροι. Πλημμύρας δὲ ὁ ποταμὸς ἐξέσυρε παλίουρον. Συνέϐη δὲ δράκοντα ταῖς φολίσι συμπλακέντα τῇ παλιούρῳ φέρεσθαι. Εἶπε δέ τις ἰδών· « Κακὴ μὲν ἡ ναῦς, ἀξία δὲ τοῦ ναύτου. »

Ὅτι δικαίως κακοὶ σὺν κακοῖς ἀπόλλυνται.

Codd. Ba 125 Bb 75.

Chambry 117

Ἔχις καὶ ῥίνη — La vipère et la lime. §

[P93]

Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαϐὼν δὲ παρ’ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· « Ἀλλ’ εὐηθὴς εἶ παρ’ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμϐάνειν παρὰ πάντων εἴωθα. »

Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες.

Codd. Pa 89 Pb 94 Pf 46 Ph 48 Mb 55 Me 64.

Une vipère, s’étant glissée dans l’atelier d’un forgeron, demanda aux outils de lui faire une aumône. Après l’avoir reçue des autres, elle vint à la lime et la pria de lui donner quelque chose. « Tu es bonne, répliqua la lime, de croire que tu obtiendras quelque chose de moi : j’ai l’habitude, non pas de donner, mais de prendre de chacun. »

Cette fable fait voir que c’est sottise de s’attendre à tirer quelque profit des avares.

Chambry 118

Ἔχις καὶ ὕδρος — La vipère et l’hydre. §

[P90]

Ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινεν. Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐϐοήθουν, ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· « Ἀλλ’ εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δέ μόνης φωνῆς συνέστηκεν. »

Ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

Codd. Pa 86 Pb 91 Pf 45 Pg 57 Ph 47 Me 63 Mf 56 Mj 64.

Une vipère venait régulièrement boire à une source. Une hydre qui l’habitait voulait l’en empêcher, s’indignant que la vipère, non contente de son propre pâtis, envahit encore son domaine à elle. Comme la querelle ne faisait que s’envenimer, elles convinrent de se livrer bataille : celle qui serait victorieuse aurait la possession de la terre et de l’eau. Elles avaient fixé le jour, quand les grenouilles, par haine de l’hydre, vinrent trouver la vipère et l’enhardirent en lui promettant de se ranger de son côté. Le combat s’engagea, et la vipère luttait contre l’hydre, tandis que les grenouilles, ne pouvant faire davantage, poussaient de grands cris. La vipère ayant remporté la victoire leur adressa des reproches : elles avaient, disait-elle, promis de combattre avec elle, et, pendant la bataille, au lieu de la secourir, elles n’avaient fait que chanter. Les grenouilles répondirent : « Sache bien, camarade, que notre aide ne se donne point par les bras, mais par la voix seule. »

Cette fable montre que, quand on a besoin des bras, les secours en paroles ne servent de rien.

Chambry 119 §

Chambry 119.1

Ζεὺς καὶ αἰσχύνη — Zeus et la pudeur. §

[P109]

Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. Διόπερ ἀμηχανῶν πόθεν αὐτὴν εἰσαγάγῃ, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει. Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐπέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις ταῖς ὁμολογίαις εἴσειμι ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθῃ, εὐθέως ἐξελεύσομαι. » Ἀπὸ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.

Codd. Pb 108 Pc 55 Pg 69.

Chambry 119.2

Aliter — Autre version. §

[P109]

Ζεὺς πλάσας τοὺς ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις αὐτοῖς ἐνέθηκε, μόνην δ’ ἐνθεῖναι τὴν αἰσχύνην ἐπελάθετο. Διὸ καὶ μὴ ἔχων πόθεν [ἂν] αὐτὴν εἰσαγάγῃ, διὰ τοῦ ἀρχοῦ αὐτὴν εἰσελθεῖν ἐκέλευσεν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγεν ἀναξιοπαθοῦσα. Ἐπεὶ δὲ σφόδρα αὐτῇ ἐνέκειτο, ἔφη· « Ἀλλ’ ἔγωγε ἐπὶ ταύταις εἰσέρχομαι ταῖς ὁμολογίαις ὡς Ἔρως μὲ εἰσελεύσεται· ἂν δ’ εἰσέλθῃ, αὐτὴ ἐχελεύσομαι παραυτίκα. » Ἀπὸ δὴ τούτου συνέϐη πάντας τοὺς πόρνους ἀναισχύντους εἶναι.

Ὁ μῦθος δηλοῖ ὅτι τοὺς ὑπ’ ἔρωτος κατεχομένους ἀναισχύντους εἶναι συμϐαίνει.

Codd. La 108 Lb 56 Le 56 Lf 108 Me 70 Mf 62 Mg 78 Mj 70 Ml 73.

Zeus, ayant façonné l’homme, mit aussitôt en lui les diverses inclinations ; mais il oublia d’y mettre la pudeur. Aussi ne sachant par où l’introduire, il lui ordonna d’entrer par le fondement. Elle regimba tout d’abord contre cet ordre qui l’indignait ; enfin sur les instances pressantes de Zeus, elle dit : « Eh bien ! j’entre, mais à condition qu’Éros n’entrera pas par là ; s’il y entre, moi, j’en sortirai aussitôt. » De là vient que depuis lors tous les débauchés sont sans pudeur.

Cette fable montre que ceux qui sont la proie de l’amour en perdent toute pudeur.

Chambry 120

Ζεὺς καὶ ἀλώπηξ — Zeus et le renard. §

[P107]

Ζεὺς ἀγασάμενος ἀλώπεκος τὸ συνετὸν τῶν φρενῶν καὶ τὸ ποικίλον τὸ βασίλειον αὐτῇ τῶν ἀλόγων ζῴων ἐνεχείρισε. Βουλόμενος δὲ γνῶναι εἰ τὴν τύχην μεταλλάξασα μετεϐάλετο καὶ τὴν γλισχρότητα, φερομένης αὐτῆς ἐν φορείῳ κάνθαρον παρὰ τὴν ὄψιν ἀφῆκεν. Ἡ δὲ ἀντισχεῖν μὴ δυναμένη, ἐπειδὴ περιίπτατο τῷ φορείῳ, ἀναπηδήσασα ἀκόσμως συλλαϐεῖν αὐτὸν ἐπειρᾶτο. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν τάξιν ἀποκατέστησεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ φαῦλοι τῶν ἀνθρώπων, κἂν τὰ προσχήματα λαμπρότερα ἀναλάϐωσιν, τὴν γοῦν φύσιν οὐ μετατίθενται.

Codd. Pa 99 Pb 106 Pf 53 Ph 54 Mb 236 Me 68 Mf 60 Mj 68.

Zeus, émerveillé de l’intelligence et de la souplesse d’esprit du renard, lui conféra la royauté des bêtes. Toutefois il voulut savoir si, en changeant de fortune, il avait aussi changé ses habitudes de convoitise ; et, tandis que le nouveau roi passait en litière, il lâcha un escarbot sous ses yeux. Alors, incapable de se tenir, en voyant l’escarbot voltiger autour de sa litière, le renard sauta dehors, et, au mépris de toute convenance, il essaya de l’attraper. Zeus, indigné de sa conduite, le remit dans son ancien état.

Cette fable montre que les gens de rien ont beau prendre des dehors plus brillants, ils ne changent pas de nature.

Chambry 121

Ζεὺς καὶ ἄνθρωποι — Zeus et les hommes. §

[P108]

Ζεὺς πλάσας ἀνθρώπους ἐκέλευσεν Ἑρμῇ νοῦν αὐτοῖς ἐγχέαι. Κἀκεῖνος μέτρον ποιήσας ἴσον ἐνέχεεν ἑκάστῳ. Συνέϐη δὲ τοὺς μὲν μικροφυεῖς πληρωθέντας τοῦ μέτρου φρονίμους γενέσθαι, τοὺς δὲ μακρούς, ἅτε μὴ ἐφικομένου τοῦ ποτοῦ [μηδὲ μέχρι γονάτων] εἰς πᾶν τὸ σῶμα, ἀφρονεστέρους γενέσθαι.

Πρὸς ἄνδρα εὐμεγέθη μὲν σώματι, κατὰ ψυχὴν δὲ ἀλόγιστον ὁ λόγος εὔκαιρος.

Codd. Pa 100 Pb 107 Pc 54 Pf 54 Pg 68 Ph 55 Mb 59 Me 69 Mf 61 Mj 69.

Zeus, ayant modelé les hommes, chargea Hermès de leur verser de l’intelligence. Hermès, en ayant fait des parts égales, versa à chacun la sienne. Il arriva par là que les hommes de petite taille, remplis par leur portion, furent des gens sensés, mais que les hommes de grande taille, le breuvage n’arrivant pas dans tout leur corps, eurent moins de raison que les autres.

Cette fable s’applique à un homme grand de taille, mais dépourvu d’esprit.

Chambry 122

Ζεὺς καὶ Ἀπόλλων — Zeus et Apollon. §

[P104]

Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον. Τοῦ δὲ Ἀπόλλωνος ἐντείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέϐη ὅσον Ἀπόλλων ἐτόξευσεν.

Οὕτως οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι, πρὸς τῷ ἐκείνων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

Codd. Pa 97 Pb 103 Pc 53 Ma 76.

Zeus et Apollon disputaient du tir à l’arc. Apollon ayant tendu son arc et décoché sa flèche, Zeus avança la jambe aussi loin qu’Apollon avait lancé son trait.

De même quand on lutte avec des rivaux plus forts que soi, outre qu’on ne les atteint pas, on s’expose encore à la moquerie.

Chambry 123 §

Chambry 123.1

Ζεὺς καὶ ὄφις — Zeus et le serpent. §

[P221]

Τοῦ διὸς γαμοῦντος, πάντα τὰ ζῷα ἀνήνεγκαν δῶρα. Ὄφις δὲ ἕρπων ῥόδον ἀναλαϐὼν τῷ στόματι ἀνέϐη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· « Τῶν ἄλλων ἁπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι· ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμϐάνω. »

Ὁ λόγος δηλοῖ ὅτι πάντων τῶν πονηρῶν αἱ χάριτες φοϐεραί.

Codd. Pb 218 Pd 39 Mb 34.

Chambry 123.2

Aliter — Autre version. §

[P221]

Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῷα ἤνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν. Ὄφις δὲ ἕρπων ῥόδον λαϐὼν ἐν τῷ στόματι ἀνέϐη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· « Τῶν ἄλλων πάντων τὰ δῶρα λαμϐάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμϐάνω οὐδ’ ὅλως. »

Ὁ μῦθος δηλοῖ ὅτι τῶν πονηρῶν αἱ χάριτες φοϐεραί εἰσιν.

Codd. Ca 184 Cb 98 Cd 114 Ce 112 Cf 120 Ch 121 Mc 91 Ml 151bis.

Comme Zeus se mariait, tous les animaux lui apportèrent des présents, chacun suivant ses moyens. Le serpent monta jusqu’à lui, en rampant, une rose à la bouche. En le voyant Zeus dit : « De tous les autres j’accepte des présents ; mais de ta bouche à toi je les refuse absolument. »

Cette fable montre qu’il faut craindre les gracieusetés des méchants.

Chambry 124 §

Chambry 124.1

Ζεὺς καὶ πίθος ἀγαθῶν — Zeus et le tonneau des biens. §

[P312]

Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα συγκλείσας ἀφῆκε παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ λίχνος ἄνθρωπος εἰδέναι θέλων τί ἐστιν ἐν αὐτῷ, τὸ πῶμα ἐκίνησε· πάντα δὲ ἐπετάσθησαν πρὸς τοὺς θεούς.

Ὅτι τοῖς ἀνθρώποις ἐλπὶς μόνη σύνεστι τῶν πεφευγότων ἀγαθῶν ἐγγυωμένη δώσειν.

Cod. Ba 44.

Zeus ayant enfermé tous les biens dans un tonneau, le laissa entre les mains d’un homme. Cet homme, qui était curieux, voulut savoir ce qu’il y avait dedans ; il souleva le couvercle, et tous les biens s’envolèrent chez les dieux.

Cette fable montre que l’espérance seule reste avec les hommes, qui leur promet les biens enfuis.

Chambry 124.2

Aliter — Autre version. §

[P312]

Ζεὺς ἐν πίθῳ τὰ ἀγαθὰ πάντα ἐγκατακλείσας ἀφῆκεν παρὰ ἀνθρώπῳ τινί. Ὁ δὲ ἀκρατὴς ὢν εἰδέναι ἠθέλησεν τίνα εἰσὶν ἐν αὐτῷ, καὶ ἀφελὼν τὴν σφραγῖδα καὶ ἀποκαλύψας τὸ ἀγγεῖον, πάντα ὅσα ἦν ἔνδον ἐξέφυγεν· μόνη δὲ ἡ ἐλπὶς ὑπελείφθη καὶ διὰ τοῦτο τοῖς ἀνθρώποις ἐστὶ παραμόνιμος.

Cod. Bd 22.

Chambry 125 §

Chambry 125.1

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ καὶ Μῶμος — Zeus, Prométhée, Athéna et Momos. §

[P100]

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, Προμηθεὺς δὲ ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ φθονήσας τοῖς δημιουργήμασιν ἀρξάμενος ἔλεγε τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταῦρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασιν μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι τοῦ ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροί, φανερὸν δὲ ᾖ τί ἕκαστος κατὰ νοῦν ἔχει, τρίτον δὲ ἔλεγεν ὡς ἔδει τὴν Ἀθηνᾶν τὸν οἶκον τροχοῖς ἐπιθεῖναι, ἵνα, ἐὰν πονηρός τις παροικισθῇ γείτων, ῥᾳδίως μεταϐαίνῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτοῦ ἐπὶ τῇ βασκανίᾳ τοῦ Ὀλύμπου αὐτὸν ἐξέϐαλεν.

Ὁ λόγος δηλοῖ ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον ὅ μὴ πάντως περὶ τι ψόγον ἐπιδέχεται.

Codd. Pa 93 Pb 100 Pc 50 Ma 72.

Zeus, Prométhée et Athéna, ayant fait, l’un un taureau, Prométhée un homme, et la déesse une maison, prirent Momos pour arbitre. Momos, jaloux de leurs ouvrages, commença par dire que Zeus avait fait une bévue en ne mettant pas les yeux du taureau sur ses cornes, afin qu’il vît où il frappait, et Prométhée aussi en ne suspendant pas dehors le cœur de l’homme, afin que la méchanceté ne restât pas cachée et que chacun laissât voir ce qu’il a dans l’esprit. Quant à Athéna, il dit qu’elle aurait dû mettre sur roues sa maison, afin que, si un méchant s’établissait dans le voisinage, on pût se déplacer facilement. Zeus indigné de sa jalousie, le chassa de l’Olympe.

Cette fable montre qu’il n’y a rien de si parfait qui ne donne prise à la critique.

Chambry 125.2

Aliter — Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ καὶ Μῶμος. §

[P100]

Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο τίς κάλλιόν τι ποιήσει. Καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις. Κριτὴς δὲ ἦν ἐπὶ τούτοις ὁ Μῶμος. Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπῃ ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας ἀνθρώπου καὶ τὰς βουλὰς φανερὰς εἶναι καὶ ἔξωθεν, ἀλλὰ μὴ ἔνδον, ὡς ἂν διαγινώσκηται τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῇ ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.

Ὅτι, ἐάν τις ἀγαθόν τι ποιήσῃ, τὸν φθόνον οὐκ ἐκφεύγει· οὐδὲν γὰρ ἀρεστὸν τῷ μώμῳ καθέστηκε.

Cod. Ba 43.

Chambry 125.3

Aliter — Autre version. §

[P100]

Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν περί τινος δημιουργίας πρὸς ἀλλήλους ἐστήσαντο. Ὁ μὲν οὖν Ζεὺς ἄνθρωπον ἐποίησεν εὐπρεπέστατον, ὁ δὲ Ποσειδῶν ταῦρον, Ἀθηνᾶ ἀνθρώποις εὐκατασκευαστὸν <οἶκον>· κριτὴν δὲ τῶν ἔργων τὸν Μῶμον προὐϐάλλοντο. Ὁ δὲ τοῦ μὲν ἀνθρώπου κατεμέμφετο τὴν τῶν φρενῶν εἰς τὸ ἔνδον ἀπόκρυψιν, δεῖν λέγων τὰς βουλὰς τῶν ἀνθρώπων ἔξωθεν εἶναι καὶ τὰ διανοήματα, ὡς ἂν ἕκαστος εἴδῃ τί ποτε ὁ ἕτερος βούλεται, καὶ οὕτω τὰς παρ’ ἀλλήλων βλάϐας ἐκφεύγωσιν ἢ καὶ τὰς χρείας ἐξ ἑτοίμου ἀποπληρῶσι· τοῦ δὲ ταύρου τὴν τῶν κεράτων θέσιν ἐκάκιζε, ὅτι ἄνω τῶν ὀμμάτων ἐμφύεται, ὀφείλειν εἶναι ταῦτα λέγων περὶ τὰ στέρνα, ἵνα βλέπῃ ποῦ τύπτει τὸν παροξύνοντα· τῆς οἰκίας δὲ κατεγίγνωσκε ὅτι μὴ τροχοὺς ἔχει καὶ μετακινεῖται ὅπου ἂν ὁ δεσπότης θελήσῃ, ἢ δι’ ἀνάπαυσιν ἴσως, ἢ διὰ τὸ φυγεῖν πονηροὺς καὶ κακούργους γείτονας καὶ ἀγνώμονας.

Cod. Bd 21.

Chambry 126 §

Chambry 126.1

Ζεὺς καὶ χελώνη — Zeus et la tortue. §

[P106]

Ζεὺς γαμῶν πάντα τὰ ζῷα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν, τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. Τῆς δὲ εἰπούσης· « Οἶκος φίλος, οἶκος ἄριστος, » ἀγανακτήσας κατ’ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.

Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς οἰκεῖν ἢ παρ’ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.

Codd. Pa 98 Pb 105 Ma 77 Ca 79.

Zeus, célébrant ses noces, régalait tous les animaux. Seule, la tortue fit défaut. Intrigué de son absence, il la questionna le lendemain : « Pourquoi, seule des animaux, n’es-tu pas venue à mon festin ? — Logis familial, logis idéal ! » répondit la tortue. Zeus indigné contre elle la condamna à porter partout sa maison sur son dos.

C’est ainsi que beaucoup préfèrent vivre simplement chez eux que de manger richement à la table d’autrui.

Chambry 126.2

Aliter — Autre version. §

[P106]

Ζεὺς γάμους τελῶν πάντα τὰ ζῷα εἱστία· Μόνης δὲ τῆς χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῆς ὑστερήσεως, ἐπυνθάνετο αὐτῆς τίνος χάριν αὐτὴ ἐπὶ τὸ δεῖπνον οὐ παρεγένετο. Τῆς δὲ εἰπούσης· « Οἶκος φίλος, οἶκος ἄριστος », ἀγανακτήσας κατ’ αὐτῆς κατεδίκασε τὸν οἶκον βαστάζουσαν περιφέρειν.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται μᾶλλον λιτῶς παρ’ ἑαυτοῖς ζῆν ἢ παρ’ ἄλλοις πολυτελῶς.

Codd. La 109 Lb 57 Le 57 Lf 109 Lh 21 Me 71 Mg 79 Mj 71 Ml 74.

Chambry 127 §

Chambry 127.1

Ζεὺς κριτής — Zeus juge. §

[P313]

Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιϐώτιον ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπ’ ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοιτο.

Ὅτι οὐ χρὴ θαυμάζειν διὰ τοὺς ἀδίκους καὶ πονηροὺς ὅτι τάχιον οὐκ ἀπολαμϐάνουσιν ὑπὲρ τῶν ἀδικιῶν αὐτῶν.

Cod. Ba 105.

Zeus a décidé jadis qu’Hermès inscrirait sur des coquilles les fautes des hommes et déposerait ces coquilles près de lui dans une cassette, afin qu’il fasse justice à chacun. Mais les coquilles s’entremêlent, et les unes viennent plus tôt, les autres plus tard entre les mains de Zeus, pour subir ses justes jugements.

Cette fable montre qu’il ne faut pas s’étonner si les malfaiteurs et les méchants ne reçoivent pas plus vite le châtiment de leurs méfaits.

Chambry 127.2

Aliter — Autre version. §

[P313]

<Ἐν> ὀστράκῳ γράφοντα τὸν Ἑρμῆν ἁμαρτίας ἐκέλευσεν ὁ Ζεὺς εἰς κιϐωτὸν ταύτας σωρεύειν, ἵν’ ἐρανίσας ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Τῶν ὀστράκων δὲ συγκεχυμένων ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τοῦ Διὸς τὰς χεῖρας, εἴποτ’ εὐθύνοι.

Τῶν οὖν πονηρῶν οὐ προσήκει θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν ὀψέ τις κακῶς πράσσῃ.

Cod. Mb 135.

Chambry 128 §

Chambry 128.1

Ἥλιος καὶ βάτραχοι — Le soleil et les grenouilles. §

[P314]

Γάμοι τοῦ Ἡλίου θέρους ἐγίγνοντο· πάντα δὲ τὰ ζῷα ἔχαιρον ἐπὶ τούτῳ, ἠγάλλοντο δὲ καὶ οἱ βάτραχοι. Εἷς δὲ τούτων εἶπεν· « Ὦ μῶροι, εἰς τί ἀγάλλεσθε ; εἰ γὰρ μόνος ὢν ὁ Ἥλιος πᾶσαν ἰλὺν ἀποξηραίνει, εἰ γήμας ὅμοιον αὐτῷ παιδίον γεννήσει, τί οὐ πάθωμεν κακόν ; »

Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντων χαίρουσιν ἐπὶ πράγμασιν τοῖς μὴ χαρὰν ἔχουσιν.

Codd. Ba 21 Mg 38.

C’était l’été, et l’on célébrait les noces du Soleil. Tous les animaux se réjouissaient de l’événement, et il n’était pas jusqu’aux grenouilles qui ne fussent en liesse. Mais l’une d’elles, s’écria : « Insensées, à quel propos vous réjouissez-vous ? À lui seul, le Soleil dessèche tous les marécages ; s’il prend femme et fait un enfant semblable à lui, que n’aurons-nous pas à souffrir ? »

Beaucoup de gens à tête légère se réjouissent de choses qui n’ont rien de réjouissant.

Chambry 128.2

Aliter — Autre version. §

[P314]
Ἡλίῳ ποτὲ γάμος θέρους ὑπῆρχε.
Οἱ δὲ βάτραχοι ἠγάλλοντο μεγάλως
ἐπὶ τῇ λαμπρᾷ τραπέζῃ τοῦ Ἡλίου.
Εἷς δὲ ἐξ αὐτῶν μέγα ἀναστενάξας
ἀνακέκραγε καὶ πρὸς αὐτοὺς ἐϐόα·
« Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ,
εἰς τί βοᾶτε μεγάλα κεκραγότες
ὡς ἐπ’ ἀγάθῳ τινὶ προσδοκωμένῳ ;
Εἰ οὖν Ἥλιος μονώτατος ὑπάρχων
ὕλην ἅπασαν καὶ τὴν γῆν καταφλέγῃ,
εἰ γήμας παῖδα ἀνθόμοιον ποιήσει,
τί μὴ πάθωμεν ἡμεῖς κακόν, εἰπέ μοι. »

Ὅτι πολλοὶ τῶν τὸ φρόνημα κουφότερον ἐχόντως χαίρουσιν ἐπ’ αδήλοις.

Cod. Mb 63.

Chambry 129 §

Chambry 129.1

Ἡμίονος — La mule. §

[P315]

Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτησε καθ’ ἑαυτὴν βοῶσα· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος, κἀγὼ δὲ αὐτῷ ὅλη ἀφωμοιώθην. » Καὶ δὴ ἐν μιᾷ ἀνάγκης ἐπελθούσης, ἠναγκάζετο ἡ ἡμίονος τρέχειν. Ὡς δὲ τοῦ δρόμου ἐπέπαυτο, σκυθρωπάζουσα πατρὸς τοῦ ὄνου εὐθὺς ἀνεμνήσθη.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ, κἂν ὁ χρόνος ἐνέγκῃ τινὰ εἰς δόξαν, τῆς ἑαυτοῦ ἀρχῆς μὴ ἐπιλαθέσθαι· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος.

Codd. Ca 83 Cb 52 Cd 49 Ce 54 Cf 58 Ch 59 Ma 168 Md 62 Mc 51 Md 56 Mh 51 Mi 91 Mm 72 Lc 56 Lg 56.

Une mule engraissée d’orge se mit à gambader, se disant à elle-même : « J’ai pour père un cheval rapide à la course, et moi je lui ressemble de tout point. » Mais un jour l’occasion vint où la mule se vit forcée de courir. La course terminée, elle se renfrogna et se souvint soudain de son père l’âne.

Cette fable montre que, même si les circonstances mettent un homme en vue, il ne doit pas oublier son origine ; car cette vie n’est qu’incertitude.

Chambry 129.2

Aliter — Autre version. §

[P315]

Ἡμίονός τις ἐκ κριθῆς παχυνθεῖσα ἀνεσκίρτα τε καὶ ἐϐόα καθ’ ἑαυτήν· « Πατήρ μοι ὑπάρχει ἵππος ὁ ταχυδρόμος, ὃν ἐγὼ ὅλη διόλου ἀπεμιμήθην. » Καὶ δὴ ἐν μιᾷ ἠναγκάζετο τρέχειν ἡ ἡμίονος. Ὡς δὲ τοῦ δρόμου ἐπαύσατο, σκυθρωπάσασα τοῦ πατρὸς ὄνου αὐτῆς εὐθὺς ὑπανεμνήσθη.

Ὁ μῦθος δηλοῖ ὅτι, εἰ καὶ ὁ χρόνος ἐνέγκοι τινὰ εἰς δόξαν, οὐ δεῖ ἐπιλανθάνεσθαι τὴν τάξιν τοῦ οἰκείου γένους· ἀϐέϐαιος γάρ ἐστιν ὁ παρὼν βίος.

Cod. Mk 55.

Chambry 129.3

Aliter — Autre version. §

[P315]

Ἡμίονος ἐκ κριθῆς παχύνθεὶς ἀνεσκίρτησε βοῶν καὶ λέγων· « Πατήρ μού ἐστιν ἵππος ὁ ταχυδρόμος κἀγὼ αὐτῷ ὅλος ἀφωμοιώθην. » Καί ποτε ἀνάγκης ἐπελθούσης τρέχειν, ἐπειδὴ τοῦ δρόμου ἐπαύσατο, τοῦ πατρὸς ὄνου εὐθὺς ὑπεμνήσθη.

Ὁ μῦθος δηλοῖ ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν φέρῃ τινά, τῆς ἑαυτοῦ γε μὴν τύχης μὴ ἐπιλανθανέσθω· ἀϐέϐαιος γάρ ἐστιν ὁ βίος οὗτος.

Codd. La 144 Mg 80.

Chambry 129.4

Aliter — Autre version. §

[P315]

Ἡμίονος ἐκ κριθῆς παχεῖα γενομένη ἔτρεχε σκιρτῶσα καὶ ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ· ἐγὼ δὲ οὐδὲν αὐτῆς εἰς τὸν δρόμον ἐλάττων <ὑπάρχω> ». Ὅτε δὲ ἔπαυσε τοῦ δρόμου, ἐσκυθρώπασεν· ὄνου γὰρ εὐθὺς πατρὸς οὖσα ἀνεμνήσθη.

Ὅτι, κἂν ὁ χρόνος εἰς δόξαν ἐνέγκῃ τινά, μηδεὶς τὴν ἑαυτοῦ φύσιν ἀγνοείτω· ἀϐέϐαια γὰρ τὰ ἀγαθὰ τοῦ βίου.

Codd. Ba 46 Bb 30.

Chambry 129.5

Aliter — Autre version. §

[P315]

Ἡμίονος ἐκ πολλῆς κριθῶν τροφῆς παχυνθεῖσα ἐν πεδίῳ σκιρτῶσα ἔλεγεν· « Ἵππος ἐστί μοι μήτηρ καὶ κατ’ οὐδὲν ἐλάττων αὐτῆς κατὰ τὸν δρόμον ὑπάρχω. » Μόλις δὲ ἀπὸ τοῦ δρόμου κατάκοπος γενομένη ἡσύχασεν καὶ τότε πατρὸς οὖσα ὄνου ἀνεμνήσθη.

Cod. Bd 24.

Chambry 130 §

Chambry 130.1

Ηρακλῆς καὶ Ἀθηνᾶ - Héraclès et Athéna. §

[P316]

Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Ἰδὼν δὲ ἐπὶ γῆς μήλῳ ὅμοιόν τι ἐπειρᾶτο συντρῖψαι. Ὡς δὲ εἶδε διπλοῦν γενόμενον, ἔτι μᾶλλον ἐπέϐαινεν, καὶ τῷ ῥοπάλῳ ἔπαιεν. Τὸ δὲ φυσηθὲν εἰς μέγεθος τὴν ὁδὸν ἀπέφραξεν. Ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο θαυμάζων. Ἀθηνᾶ δὲ αὐτῷ ἐπιφανεῖσα εἶπε· « Πέπαυσο δέ, ἄδελφε, τοῦτό ἐστι φιλονεικία καὶ ἔρις· ἄν τις αὐτὸ καταλείπῃ ἀμάχητον, μένει οἷον ἦν πρῶτον· ἐν δὲ ταῖς μάχαις οὕτως οἰδεῖται. »

Ὅτι πᾶσι φανερὸν καθέστηκεν ὡς αἱ μάχαι καὶ ἔριδες αἰτίαι μεγάλης βλάϐης ὑπάρχουσιν.

Codd. Ba 26 Mg 50.

Le long d’une route étroite Hercule cheminait. Il aperçut à terre un objet qui ressemblait à une pomme, et voulut l’écraser. L’objet doubla de volume. À cette vue, Héraclès le piétina plus violemment encore et le frappa de sa massue. L’objet s’enflant en volume obstrua le chemin. Le héros alors jeta sa massue, et resta là, en proie à l’étonnement. Sur ces entrefaites Athéna lui apparut et lui dit : « Arrête, frère ; cet objet, c’est l’esprit de dispute et de querelle ; si on le laisse tranquille, il reste tel qu’il était d’abord ; si on le combat, voilà comment il s’enfle. »

Cette fable montre que les combats et les querelles sont cause de grands dommages.

Chambry 130.2

Aliter — Autre version. §

[P316]

Διὰ στενῆς ὁδοῦ ὥδευεν Ἡρακλῆς. Μήλῳ δέ τι ὅμοιον κατὰ γῆς καθήμενον ἰδὼν ἐπειρᾶτο τῷ ῥοπάλῳ συντρίϐειν. Τὸ δὲ [μᾶλλον] διπλοῦν ἀπὸ τῆς ψαύσεως τοῦ ῥοπάλου ἐγένετο. Ὁ δὲ μᾶλλον τῷ ῥοπάλῳ καὶ αὖθις ἔπαιε. Τὸ <δ’> εἰς μέγεθος ἀρθὲν τὴν ὁδὸν τούτῳ ἀπέφραξε. ὁ δὲ ῥίψας τὸ ῥόπαλον ἵστατο ἐκπληττόμενος. Ἀθηνᾶ δὲ τοῦτον ἰδοῦσα ἔφη· « Ὦ Ἡράκλεις, παῦσαι θαυμάζων· τὸ γὰρ νῦν τὴν ἀπορίαν σοι προξενῆσαν ἡ φιλονεικία καὶ ἔρις ἐστίν. Ἂν οὖν τις ταύτην οἵαν εὗρεν ἀφήσῃ, ἐπὶ μικροῦ μένει· ἂν δὲ μάχεσθαι θέλῃ πρὸς ταύτην, οὕτως ἐκ μικροῦ οἰδεῖ καὶ εἰς μέγα προέρχεται. »

Cod. Bd 9.

Chambry 131

Ἡρακλῆς καὶ Πλοῦτος — Héraclès et Plutus. §

[P111]

Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ ἣν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποϐλέπεται. Ὁ δὲ εἶπεν· « Ἀλλ’ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποϐλέπομαι ὅτι παρ’ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. »

Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.

Codd. Pa 103 Pb 110 Pc 57 Pf 55 Pg 70 Ph 56 Ma 78 Me 72 Mf 63 Mj 72.

Héraclès, admis au rang des dieux et reçu à la table de Zeus, saluait avec beaucoup de bonne grâce chacun des dieux. Mais Plutus étant arrivé le dernier, Héraclès baissa les yeux sur le pavé et se détourna de lui. Zeus étonné de son attitude lui demanda pourquoi, après avoir salué complaisamment tous les dieux, il détournait les yeux du seul Plutus. Il répondit : « Si je détourne les yeux de lui, c’est qu’au temps où j’étais parmi les hommes, je le voyais presque toujours acoquiné aux méchants. »

Cette fable pourrait se conter à propos d’un homme enrichi par la fortune, mais méchant de caractère.

Chambry 132

Ἥρως — Le demi-dieu. §

[P110]

Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ’, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. »

Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀϐουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.

Codd. Pa 102 Pb 109 Pc 56 Pg 71 Ph 57 Mb 61 Ca 80.

Un homme, ayant un demi-dieu dans sa maison, lui offrait de riches sacrifices. Comme il ne cessait de dépenser et de consommer en sacrifices des sommes considérables, le demi-dieu lui apparut la nuit, et lui dit : « Cesse, mon ami, de dilapider ton bien ; car, si tu dépenses tout et que tu deviennes pauvre, c’est à moi que tu t’en prendras. »

Ainsi beaucoup de gens, tombés dans le malheur par leur sottise, en rejettent la responsabilité sur les dieux.

Chambry 133 §

Chambry 133.1

Θύννος καὶ δελφίς — Le thon et le dauphin. §

[P113]

Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκϐρασθεὶς εἴς τινα ἠϊόνα. Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. »

Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.

Codd. Pa 105 Pb 112 Pc 58 Pf 56 Pg 73 Ph 58 Mb 64 Me 73 Mf 64 Mj 73.

Un thon poursuivi par un dauphin se sauvait à grand bruit. Cependant il allait être pris, quand la violence de son élan le jeta, sans qu’il s’en doutât, sur le rivage. Emporté par la même impulsion, le dauphin aussi fut projeté au même endroit. Le thon se retournant le vit rendre l’âme et dit : « Je ne suis plus chagrin de mourir, du moment que je vois mourir avec moi celui qui est cause de ma mort. »

Cette fable montre qu’on supporte facilement les malheurs, quand on les voit partagés par ceux qui en sont la cause.

Chambry 133.2

Aliter — Autre version. §

[P113]

Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐμπεσὼν εἴς τινα νῆσον. Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς σὺν αὐτῷ εἰς τὴν νῆσον ἐξῆλθεν. Ἐπιστραφεὶς δὲ ὁ θύννος καὶ τὸν δελφῖνα λειποψυχοῦντα θεασάμενος ἔφη· « Ἀλλ’ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιον τοῦ θανάτου μοι γεγονότα σὺν ἐμοῖ ἀποθνῄσκοντα. »

Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι τοὺς αἰτίους τούτων δυστυχοῦντας.

Codd. Ch 60 Ca 85 Cb 53 Cd 51 Ce 56 Cf 60 Mh 52.

Chambry 133.3

Aliter — Autre version. §

[P113]

Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμϐάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον. Ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. Ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν· « Οὐκέτι μοι ὁ θάνατος λυπηρὸς ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ ἀποθνῄσκοντα. »

Ὁ μῦθος δηλοῖ ὅτι ῥᾳδίως τὰς συμφορὰς οἱ ἄνθρωποι φέρουσι, τοὺς τούτων αἰτίους δυστυχοῦντας ὁρῶντες.

Codd. La 30 Lb 58 Ld 21 Le 58 Lf 30 Lh 22 Ma 77bis et 169 Mc 52 Md 57 Mg 81 Mi 92 Mk 56 Ml 76 Mm 73 Mn 21.

Chambry 134 §

Chambry 134.1

Ἰατρὸς <ἄτεχνος> – Le médecin ignorant. §

[P317]

Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· « τὴν αὔριον γὰρ οὐκ ὑπερϐήσῃ. » Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· « Χαῖρε, ἔφη· πῶς ἔχουσιν οἱ κάτω ; » Κἀκεῖνος εἶπεν· « Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ’ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεϐλήθης. »

[Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει.

Codd. Ba 53 Bb 33 Mb 70.

Un médecin ignorant traitait un malade. Tous les autres médecins affirmaient que ce malade n’était pas en danger, mais que son mal serait long à guérir ; seul l’ignorant lui dit de prendre toutes ses dispositions, qu’il ne passerait pas le lendemain. Là-dessus, il se retira. Au bout d’un certain temps, le malade se leva et sortit, pâle et marchant avec peine. Notre médecin le rencontra : « Bonjour, dit-il, comment vont les habitants des enfers ? — Ils sont tranquilles, répondit-il, parce qu’ils ont bu l’eau du Léthé. Mais dernièrement la Mort et Hadès faisaient de terribles menaces contre tous les médecins, parce qu’ils ne laissent pas mourir les malades, et ils les inscrivaient tous sur un registre. Ils allaient aussi t’inscrire ; mais je me suis jeté à leurs pieds, en les suppliant, et leur ai juré que tu n’étais pas un vrai médecin, et qu’on t’avait incriminé sans motif. »

La fable présente met au pilori les médecins dont toute la science et le talent consistent en belles paroles.

Chambry 134.2

Aliter — Autre version. §

[P317]

Ἰατρὸς ἄπειρος ἀρρώστῳ προσελθὼν πάντα πρὸς ταφὴν εὐτρεπίσαι τοῖς πρὸς αὐτὸν ἐκέλευε· τὴν γὰρ αὔριον οὐχ ὑπερϐήσεσθαι αὐτόν. Μετὰ δὲ τινα χρόνον ὁ ἀρρωστῶν ἀναστὰς καὶ συναντήσας τῷ ἰατρῷ, ἀσπασίως ὁ ἰατρὸς προσηγόρευσε καὶ πῶς ἔχουσιν οἱ περὶ τὸν Ἅιδην ἠρώτα. Ὁ δὲ εἶπεν· « Ἠρεμοῦσι πάντες, πλήν γε ὅτι ὁ Θάνατος καὶ ὁ Ἅιδης ἠπείλουν πᾶσι τοῖς ἰατροῖς τὰ ἀνήκεστα, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν· ἔγραφον δὲ αὐτῶν τὰ ὀνόματα ἐπὶ τιμωρίᾳ. Μελλόντων δὲ καὶ σὲ γράψαι, προσπεσὼν αὐτοῖς ἐγὼ καὶ δυσωπήσας ἐξωμοσάμην μὴ εἶναί σε ἀληθῆ ἰατρόν, ἀλλὰ μάτην διεϐλήθης.

Cod. Bd 26.

Chambry 135 §

Chambry 135.1

Ἰατρὸς καὶ νοσῶν — Le médecin et le malade. §

[P114]

Ἰατρὸς ἐκκομιζομένῳ τινὶ τῶν οἰκείων ἐπακολουθῶν ἔλεγε πρὸς τοὺς προπέμποντας ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. Τούτων δέ τις ὑποτυχὼν ἔφη· « Ὦ οὗτος, ἀλλ’ οὐ νῦν σε ἔδει ταῦτα λέγειν, ὅτε οὐδὲν ὄφελος, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο. »

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Codd. Pa 106 Pb 113 Pc 59 Pf 57 Pg 74 Ph 59 Ma 79 Mb 67 Me 74 Mf 65 Mj 74.

Chambry 135.2

Aliter — Autre version. §

[P114]

Ἰατρός τις ἐπισκεπτόμενος ἄρρωστον, συνέϐη ἀποθανεῖν αὐτόν. Ὁ δὲ ἰατρὸς ἔλεγε πρὸς τοὺς ἐκκομίζοντας αὐτόν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἀπέθανε. » Τῶν δὲ παρόντων τις ὑπολαϐὼν ἔφη αὐτῷ· « Ὦ οὗτος, οὐκ ἔδει σε νῦν τοῦτο λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν σε ἔδει, ὅτε καὶ χρῆσθαι ἠδύνατο. »

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς φίλοις ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Codd. Ch 61 Cb 54 Ce 57 Cf 61 Mc 53 Mh 53 Mk 57.

Chambry 135.3

Aliter — Autre version. §

[P114]

Ἰατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαϐών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. »

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.

Codd. La 31 Lb 59 Lc 24 Le 59 Lf 31 Lg 24 Lh 23 Md 58 Mg 82 Mi 93 Ml 77 Mm 74.

Un médecin soignait un malade. Celui-ci étant mort, le médecin disait aux gens du cortège : « Cet homme, s’il s’était abstenu de vin et avait pris des lavements, ne serait pas mort. — Hé ! mon bel ami, reprit l’un d’eux, ce n’est pas à présent qu’il fallait dire cela, alors que cela ne sert plus à rien ; c’est quand il pouvait encore en profiter que tu devais lui donner ce conseil. »

Cette fable montre que c’est au moment où ils en ont besoin qu’il faut prêter son aide à ses amis, au lieu de faire l’habile homme, quand leurs affaires sont désespérées.

Chambry 135.4

Aliter — Autre version. §

[P114]
Ἰατρὸς ὁρῶν ἄρρωστον ὑπὸ νόσου
ἐπεμελεῖτο πρὸς ῥῶσιν τοῦ κειμένου.
Μετὰ μικρὸν δὲ τοῦτον θανεῖν συνέϐη.
Ἀλλ’ ἰατρὸς ἔλεγε πρὸς τοὺς παρόντας·
« Εἰ οἴνου ἀπείχετο, ψυχροῖς δ’ ἐχρῆτο,
οὐκ ἄν γε ἀπέθανεν ὁ μακαρίτης. »
Ὑπολαϐὼν δέ τις τῶν ἐκεῖ παρόντων·
« Ὦ οὗτός γε, ἔφησε τῷ ἰητῆρι,
οὐ δεῖ ταῦτα λέγειν σε τούτου θανόντος·
Τί γὰρ ὠφελεῖ ψυχρὰ τῷ τεθνηκότι ;
ἀλλ’ ὅτε ἔζη, τότε χρῆν διαιτᾶσθαι. »

Ὁ λόγος δηλοῖ ὅτι τῶν φίλων οἱ ἄρρωστοι εἰς τὰς ἀνάγκας τὴν βοηθείαν φέρωσιν ὡς ἐπὶ τὸ πλεῖστον· οὐ γὰρ εἰρωνεύονται μετὰ τὴν τύχην.

Cod. Cd 52.

Chambry 136 §

Chambry 136.1

Ἰκτῖνος καὶ ὄφις — Le milan et le serpent. §

[P128]

Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι <ἐκ> τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· « Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠϐούλου ; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. »

Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.

Cod. Ba 56.

Un milan ayant enlevé un serpent s’envola dans les airs. Le serpent se retourna et le mordit ; tous les deux furent alors précipités du haut des airs, et le milan périt. « Pourquoi, lui dit le serpent, as-tu été si fou que de faire du mal à qui ne t’en faisait pas : tu es justement puni de m’avoir enlevé. »

Un homme qui se livre à sa convoitise et fait du mal à de plus faibles que lui peut tomber sur un plus fort : il expiera alors, contre son attente, tous les maux qu’il a faits auparavant.

Chambry 136.2

Aliter — Autre version. §

[P128]
Ἰκτῖνος ὄφιν ἄνω πετάσας φέρει.
Ὁ δ’ <ὄφις> ἐπιστραφεὶς καὶ δακὼν τοῦτον,
εὐθὺς τέθνηκεν. Ὁ δ’ ὄφις ἀνεϐόα·
« Ἵνα τί ἄρα οὕτως αὐτὸς ἐμάνης
ὥστε τοὺς μηδὲν ὅλως ἠδικηκότας
βλάπτειν ἐϐούλου καὶ θάνατον προσάγειν ;
Ὅμως πέπονθας ὃ ἐϐούλου μοι πρᾶξαι. »

Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεῖς ἀδικῶν, ἰσχυροτέροις ἐμπεσών ποτε, καὶ μὴ ἐλπίζων, ἐκτίσει ἃ πρότερον πεποίηκε κακά.

Cod. Mb 72.

Chambry 136.3

Aliter — Autre version. §

[P128]

Ἰκτῖνος ὄφιν ἁρπάσας εἰς ὕψος ἀπέπτη. Ὁ δὲ ὄφις ἐπιστραφεὶς καὶ πλήξας τοῦτον, ἀμφοτέρους εἰς γῆν ἀφ’ ὕψους πεσεῖν συμϐέϐηκε. Τοῦ οὖν ἰκτίνου ἐκ τῆς πληγῆς τεθνηκότος, ὁ ὄφις πρὸς αὐτὸν ἔφη· « Τί τοσοῦτον ἐμεμήνεις, ταλαίπωρε, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἐϐούλου ; Δικαίως οὖν ἔδωκας γνώμης δίκην ἀξίαν. »

Codd. Bd 28.

Chambry 137 §

Chambry 137.1

Ἰκτῖνος χρεμετίζων — Le milan qui hennit. §

[P396]

Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τήν πρώτην.

Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται.

Cod. Ba 55.

Le milan eut jadis une autre voix, qui était perçante. Mais un jour il entendit un cheval qui hennissait admirablement, et il voulut l’imiter. Mais il eut beau répéter ses essais : il ne réussit pas à prendre exactement la voix du cheval et il perdit en outre sa propre voix. De cette manière il n’eut ni la voix du cheval ni sa voix de jadis.

Les gens vulgaires et jaloux envient les qualités contraires à leur nature et perdent celles qui y sont conformes.

Chambry 137.2

Aliter — Autre version. §

[P396]
Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν.
Ἀκούσας δὲ <εὖ> χρεμετίζοντος ἵππου,
εὐθὺς αὐτίκα φωνὴν αὐτοῦ μιμεῖται,
ὅστις συνεχῶς τὴν φωνὴν ταύτην λέγων
οὐκ ἠδυνήθη τοῦ μαθεῖν ταύτην ὅλως·
χρεμετίζων γὰρ ὅμως οὐκ ἐδυνήθη
τὴν φωνὴν <τὴν> τοῦ ἵππου καταλαϐέσθαι,
καὶ τῆς ἰδίας φωνῆς ἀπεστερήθη.

Ὅτι οἱ φθονεροὶ ζητοῦντες τὰ παρὰ τὴν φύσιν ὑστεροῦνται καὶ τῶν κατὰ φύσιν.

Cod. Mb 71.

Chambry 138 §

Chambry 138.1

Ἰξευτὴς καὶ ἀσπίς — L’oiseleur et l’aspic. §

[P115]

Ἰξευτὴς ἀναλαϐὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ’ ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαϐεῖν ἠϐουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· « Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. »

Οὕτως οἱ τοῖς πέλας ἐπιϐουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

Codd. Pa 107 Pb 114 Pc 60 Pf 58 Pg 75 Ph 60 Ma 80 Me 75 Mf 66 Mj 75.

Un oiseleur, prenant avec lui de la glu et ses gluaux, partit pour la chasse. Ayant aperçu une grive sur un arbre élevé, il se mit en tête de l’attraper. En conséquence, ayant ajusté ses bâtonnets les uns au bout des autres, il regardait fixement, tournant vers les airs toute son attention. Tandis qu’il levait ainsi la tête en l’air, il ne s’aperçut pas qu’il mettait le pied sur un aspic endormi, qui se retourna et lui lança un coup de dent. Et lui, se sentant mourir se dit : « Malheureux que je suis ! je voulais attraper une proie, et je ne me suis pas aperçu que je devenais moi-même la proie de la mort. »

C’est ainsi qu’en ourdissant des embûches à son prochain on tombe le premier dans le malheur.

Chambry 138.2

Aliter — Autre version. §

[P115]

Ἰξευτὴς ἀναλαϐὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθε πρὸς ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος δένδρου ὑψηλοῦ καθημένην, ταύτην συλλαϐεῖν ἠϐουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔϐλεπεν πρὸς τὸν ἀέρα. Καὶ δὴ πρὸς τοὺς πόδας αὐτοῦ ἀσπὶς κοιμωμένη εὑρεθεῖσα, ἐπάτησεν αὐτήν. Ἡ δὲ στραφεῖσα ἔδακεν αὐτόν. Ὁ δὲ λιποψυχῶν ἔφη μετὰ στεναγμοῦ· « Ἄθλιος ἐγώ, ὃς ἕτερον θηρεῦσαι βουλόμενος αὐτὸς ἠγρεύθην εἰς θάνατον. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις καὶ μεταστρέφεται ἐπ’ αὐτοὺς ἡ κακία αὐτῶν.

Codd. Ch 62 Cb 55 Ce 58 Cf 62 Mh 54.

Chambry 138.3

Aliter — Autre version. §

[P115]
Ἰξὸν λαϐὼν ἰξευτὴς καὶ τοὺς καλάμους
κίχλαν τε εἶδεν ἐν φύτῳ καθημένην,
καὶ τήνδ’ ἀγρεῦσαι βουληθεὶς ὁ τεχνίτης
τοὺς καλάμους συνῆψεν εἰς μῆκος ἄρας
καὶ τὸν ἰξὸν ἔπεμπεν ἄνω πρὸς κίχλαν,
καὶ πρὸς ὕψος ἔϐλεπεν ἀγρεύων κίχλαν.
Ἀλλ’ ἐπὶ ποδῶν ἀσπὶς ἦν κοιμωμένη·
τὴν δ’ οὐ προιδὼν πεπάτηκεν εἰς κάραν.
Ἡ δὲ στραφεῖσα δάκνει τὸν πόδα τούτου,
καὶ λιποψυχῶν ἐν στεναγμῷ ἐϐόα·
« Θηρεῦσαι θέλων ἄλλον αὐτὸς ἠγρεύθην. »
[Ὁ λόγος οὗτος δηλοῖ ὅτι]
βόθρον ἄλλῳ ὀρύσσων αὐτὸς ἐμπέσῃ.
Cod. Cd 53.

Chambry 138.4

Aliter — Ἰξευτὴς καὶ ἔχις. §

[P115]

Ἰξευτὴς ἰξὸν ἀναλαϐὼν καὶ καλάμους πρὸς ἄγραν ἐξῆλθεν. Ἰδὼν δὲ κίχλαν ἐφ’ ὑψηλοῦ δένδρου καθεζομένην καὶ τοὺς καλάμους ἀλλήλοις ἐπὶ μῆκος συνάψας, ἄνω πρὸς αὐτὴν συλλαϐεῖν βουλόμενος ἐφεώρα. Καὶ δὴ λαθὼν ἔχιν κοιμωμένην ὑπὸ πόδας ἐπάτησε. Τῆς δ’ ὀργισθείσης καὶ δακούσης αὐτόν, ἐκεῖνος ἤδη λειποψυχῶν ἔλεγε· « Δύστηνος ἐγώ· ἕτερον γὰρ θηρεῦσαι βουλόμενος, αὐτὸς ὑφ’ ἑτέρου ἠγρεύθην εἰς θάνατον. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς πέλας ἐπιϐουλεύοντες λανθάνουσι πολλάκις ὑφ’ ἑτέρων τοῦτ’ αὐτὸ πάσχοντες.

Codd. La 32 Lb 60 Lc 60 Ld 22 Le 60 Lf 32 Lg 60 Lh 24 Mc 54 Md 59 Mg 83 Ml 78 Mm 75 Mn 22.

Chambry 139 §

Chambry 139.1

Ἵππος γέρων — Le vieux cheval. §

[P318]

Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. »

Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

Codd. Ba 22 Bb 14.

Un vieux cheval fut vendu pour tourner la meule. Quand il se vit attelé au moulin, il gémit et s’écria : « Après les tours de la carrière, à quels tours me voilà réduit ! »

Ne soyez pas trop fier de la force que donne la jeunesse ou la renommée : pour bien des gens le temps de la vieillesse s’est consumé en pénibles travaux.

Chambry 139.2

Aliter — Autre version. §

[P318]

Γέροντι ἵππῳ πολλὰ κεκμηκότι ταῖς στρατηγίαις τε καὶ ἱππηλασίαις ἡ τοῦ μυλῶνος ἀτέλεστος καὶ σφαιροειδὴς διεδέξατο χώρα, πολλὴν ἔχουσα τὴν δυσπάθειαν. Ὁ δὲ στενάζων εἶπεν· « Οἴμοι ἐγώ· ἐκ ποίας ταχυδρόμου ὁρμῆς ἐν ποίῳ μεθηρμόσθην καμπτῆρι πολυμόχθῳ. »

Ὅτι οὐ δίκαιον τὸ ἐπαίρεσθαι ἐπί τινι εὐημερίᾳ ἢ γενναιότητι.

Cod. Bc 17.

Chambry 139.3

Aliter — Autre version. §

[P318]
Ἵππος παλαιὸς ἐπράθη ἐν τῷ μύλῳ,
ὅστις καὶ ζευχθεὶς στενάζων οὕτως ἔφη·
« Ὢ τῆς συμφορᾶς· τί τῷ τάλᾳ συνέϐη·
ἐκ γὰρ μεγέθους καὶ ἀνδρείας μεγάλης
καὶ εὐκλείας γε ἧς εἶχον ὁ πανώλης,
νῦν δὲ προσδοῦμαι τοῖς ξυλίνοις καμπτῆρσιν. »

Ὅτι οὐ δεῖ τινα ἐπαίρεσθαι ἐν δόξῃ· πολλοὶ γὰρ ἐν γήρᾳ ἀνηλώθησαν κόπῳ.

Cod. Pd 43.

Chambry 140 §

Chambry 140.1

Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος — Le cheval, le bœuf, le chien et l’homme. §

[P105]

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. Ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριϐε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. Ὁ δ’ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ’ οὐ πολὺ καὶ βοῦς, οὐδ’ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέϐη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσϐύτην θυμώδη καὶ δύστροπον.

Codd. Pb 104 Pg 67.

Quand Zeus créa l’homme, il ne lui accorda qu’une courte existence. Mais l’homme, tirant parti de son intelligence, quand vint l’hiver, se bâtit une maison et y vécut. Or un jour le froid étant devenu violent et la pluie s’étant mise à tomber, le cheval, ne pouvant y durer, vint en courant chez l’homme et lui demanda de l’abriter. Mais l’homme déclara qu’il ne le ferait qu’à une condition, c’est que le cheval lui donnerait une partie des années qui lui étaient départies. Le cheval en fit l’abandon volontiers. Peu après le bœuf aussi se présenta : lui non plus ne pouvait soutenir le mauvais temps. L’homme répondit de même qu’il ne le recevrait pas, s’il ne lui donnait un certain nombre de ses propres années ; le bœuf en donna une partie et fut admis. Enfin le chien mourant de froid vint aussi, et, en cédant une partie du temps qu’il avait à vivre, il obtint un abri. Voici ce qui en est résulté : quand les hommes accomplissent le temps que leur a donné Zeus, ils sont purs et bons ; quand ils arrivent aux années qu’ils tiennent du cheval, ils sont glorieux et hautains ; quand ils en sont aux années du bœuf, ils s’entendent à commander ; mais quand ils achèvent leur existence, le temps du chien, ils deviennent irascibles et grondeurs.

On pourrait appliquer cette fable à un vieillard colère et morose.

Chambry 140.2

Aliter — Autre version. §

[P105]

Ἵππος καὶ βοῦς καὶ κύων ὑπὸ ψύχους στενούμενοι ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψεν. Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα· τῷ δὲ κυνὶ τὰ ἀπὸ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες αὐτῷ καὶ χαρισάμενοι τῶν ἐτῶν ἐφ’ ὧν ἔζων· ὁ μὲν ἵππος εὐθὺς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαυρός ἐστι τῇ γνώμη· ὁ δὲ βοῦς μετ’ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων· τρίτος δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

Ὅτι τινὲς τῶν ἀνθρώπων φαῦλοι ὄντες καὶ κακοὶ [ἐκείνους] εἰώθασι μόνους φιλεῖν τοὺς διατρέφοντας αὐτούς.

Codd. Ba 58 Bb 35 Mb 68.

Chambry 141 §

Chambry 141.1

Ἵππος καὶ ἱπποκόμος — Le cheval et le palefrenier. §

[P319]

Κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριϐεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. Ἔφη δὲ ὁ ἵππος· « Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. »

Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.

Codd. Ba 67 Bb 43.

Un palefrenier volait l’orge de son cheval et la vendait ; en revanche il passait toute la journée à le frotter, à l’étriller. Le cheval lui dit : « Si tu veux vraiment me voir beau, ne vends plus l’orge destinée à ma nourriture. »

Cette fable montre que les gens cupides amorcent les pauvres gens par leurs discours séducteurs et leurs flatteries, tandis qu’ils leur ôtent jusqu’au nécessaire.

Chambry 141.2

Aliter — Autre version. §

[P319]

Κριθὰς τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων διεπώλει, τὸν δὲ ἵππον ψήκτραις διέτριϐε. Ὁ δὲ εἶπεν· « Εἰ θέλεις ὡραῖον εἶναί με, τὰς κριθὰς ἃς ἐσθίω μὴ κλέπτε. »

Cod. Bd 33.

Chambry 142 §

Chambry 142.1

Ἵππος καὶ ὄνος — Le cheval et l’âne. §

[P181]

Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· « Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. » Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέϐη τῷ ταλαιπώρῳ ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαϐεῖν, ἰδοῦ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. »

Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ.

Codd. La 129 Ld 9 Lf 129 Ma 153 Mc 16 Md 23 Me 27 Mf 26 Mh 16 Mi 58 Mk 17 Mm 23 Mn 9.

Un homme avait un cheval et un âne. Un jour qu’ils étaient en route, l’âne, pendant le trajet, dit au cheval : « Prends une partie de ma charge, si tu tiens à ma vie. » Le cheval fit la sourde oreille, et l’âne tomba, épuisé de fatigue, et mourut. Alors le maître chargea tout sur le cheval, même la peau de l’âne. Et le cheval dit en soupirant : « Ah ! je n’ai pas de chance ; que m’est-il arrivé là, hélas ! Pour n’avoir pas voulu me charger d’un léger fardeau, voilà que je porte tout, avec la peau en plus. »

Cette fable montre que, si les grands font cause commune avec les petits, les uns et les autres assureront ainsi leur vie.

Chambry 142.2

Aliter — Autre version. §

[P181]
Ἄνθρωπος πάλαι ἵππον εἶχε καὶ ὄνον.
Οἱ δὲ ὥδευον μετὰ πολλοῦ τοῦ βάρους.
Καὶ δὴ ἡ ὄνος πρὸς τὸν ἵππον ἐϐόα·
« Λάϐε τοῦ βάρους καὶ κούφισον ὀλίγον·
οὐ γὰρ δύναμαι ταῦτα πάντα βαστάζειν,
καί, εἰ μὲν βούλει, ζήσομεν ἐν τῷ βίῳ·
εἰ δ’ οὐ πεισθῇς μοι, ὄψει με τεθνηκυίαν. »
Ὁ δ’ οὐκ ἐπείσθη ἐλεῆσαι τὴν ὄνον,
καὶ παραχρῆμα θανοῦσα ἐπεπτώκει.
Τοῦ δὲ κυρίου θέντος πάντα τῷ ἵππῳ,
θρηνῶν ἐϐόα· « Οἴμοι τῷ παναθλίῳ,
τί μοι συνέϐη ἄρτι τῷ ταλαιπώρῳ ;
μὴ θελήσας γὰρ μικρὸν λαϐεῖν τοῦ βάρους,
ἰδοῦ ἅπαντα βαστάζω καὶ τὸ σάγμα. »
[Ὁ μῦθος δηλοῖ ὅτι]
τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες
ἀμφότεροι σωθήσονται ἐν τῷ βίῳ.
Codd. Ch 18 Ca 24 Cc 15.

Chambry 142.3

Aliter — Autre version. §

[P181]

Ἄνθρωπος εἶχεν ὄνον τε καὶ ἵππον. Ὁδευόντων δέ, εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ βάρους τοῦ ἐμοῦ, εἰ θέλεις εἶναί με σῶον· εἰ δὲ μή, θνῄσκω. Ὁ δὲ οὐκ ἐπείσθη. Ὁ δὲ ὄνος ἐκ τοῦ κόπου πεσὼν ἀπέθανεν. Τοῦ δὲ δεσπότου τῷ ἵππῳ ἅπαντα ἐπιθέντος, ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, ὁ ἵππος εἶπεν· Οἴμοι, μικρὸν οὐκ ἤθελον βάρος τοῦ ὄνου ἆραι, ἡ δὲ χρεία τὸ πᾶν μοι ἐπέθηκεν.

Ὅτι τοῖς μικροῖς οἱ μεγάλοι κοινωνοῦντες καὶ συμπονοῦντες ἐν τῷ βίῳ ἀμφότεροι περισῴζονται.

Codd. Ba 12 Bb 7.

Chambry 142.4

Aliter — Autre version. §

[P181]

Ἀνήρ τις ὄνου τε καὶ ἵππου κύριος ἦν. Μακρὰν οὖν στελλομένων πορείαν, ὁ ὄνος ἦν βιαίως ἀχθηφορῶν· διὸ ἔφησε πρὸς τὸν ἵππον· « Συγκάμφθητί μοι, καὶ ἆρον μικρόν τι ἐκ τοῦ φόρτου μου, εἰ μὴ θανεῖν με βούλει παρὰ καιρόν. » Τοῦ ἵππου δὲ μὴ πεισθέντος, ἡ προφήτεια τοῦ ὄνου εἰς ἔργον ἀπέϐη, καὶ ἐθανατώθη ὁ ὄνος κατάκοπος γεγονώς. Ἅπαν τοίνυν τὸ βάρος μετὰ καὶ τῆς τοῦ τεθνηκότος δορᾶς ὁ ἵππος ἦρε καὶ μὴ βουλόμενος· ὅθεν καὶ ἀπεκλαίετο λέγων· « Οἴμοι ὁ ἄθλιος, τί πέπονθα ; μικρᾶς γάρ τινος βοηθείας τὸν ὄνον μὴ ἀξιώσας, ἑαυτῷ μεγάλης ἀχθηφορίας παραίτιος γέγονα· πείσομαι δή ποτε καὶ αὐτὸς τὸ τοῦ ὄνου καὶ ἄωρος ἐξ ἀμετρίας στερηθησόμενος τῆς ζωῆς. »

Ὅτι οἱ ἔνδοξοι τοῖς ταπεινοῖς κοινωνοῦντες ἐν βίῳ σῴζουσί τε καὶ σῴζονται.

Cod. Bc 10.

Chambry 142.5

Aliter — Autre version. §

[P181]

Ἀνθρώπου τινὸς ὄνον καὶ ἵππον ἑλόντος, συνέϐη κατὰ τὴν ὁδὸν τὸν ὄνον ἐκ τοῦ βάρους τοῦ φορτίου ἀποκαμεῖν, καὶ τὸν ἵππον παρεκάλει ὀλίγον ἐκ τοῦ βάρους αὐτοῦ ἀφελεῖν. Ὁ δὲ οὐκ ἐπείθετο. Τοῦ δὲ ὄνον μηκέτι δυναμένου, ἀλλ’ ὑπὸ τοῦ κόπου ἀποθανόντος, ὁ τοῦ ἵππου δεσπότης οὐ μόνον ἅπερ ὁ ὄνος ἐϐάσταζεν, ἀλλὰ καὶ αὐτὴν <τὴν> τοῦ ὄνου δορὰν τῷ ἵππῳ ἐπέθετο. Στενάξας δὲ ὁ ἵππος ἔφη· « Οἴμοι, ὅτι μικρὸν βάρος μὴ θελήσας βαστάσαι, αὐτὰ τοῦ ὄνου πάντα καὶ αὐτὸν τὸν ὄνον ἀναγκάζομαι βαστάζειν. »

Cod. Bd 2.

Chambry 142.6

Aliter — Ὄνος καὶ ἡμίονος. §

[P181]

Ὀνηλάτης ἐπιθεὶς ὄνῳ καὶ ἡμιόνῳ γόμους ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν πεδίον ἦν, ἀντεῖχε πρὸς τὸ βάρος. Ὡς δὲ ἐγένοντο κατά τι ὄρος, ὑποφέρειν μὴ δυνάμενος παρεκάλει τὴν ἡμίονον μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσαι δυνήσηται. Τῆς δὲ παρ’ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διερράγη. Ὁ δὲ ὀνηλάτης ἀπορῶν ὅ τι ποιήσει, οὐ μόνον τοῦ ὄνου τὸν γόμον τῇ ἡμιόνῳ προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπεσώρευσε. Καὶ ἣ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς αὑτήν· « Δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῷ ὄνῳ μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν φορτίων αὐτοῦ καὶ αὐτὸν ἔφερον. »

Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλῦσιν.

Codd. Pa 180 Pb 177 Mb 153 Ca 133.

Chambry 143 §

Chambry 143.1

Ἵππος καὶ στρατιώτης — Le cheval et le soldat. §

[P320]

Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέϐη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ’ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν ; »

Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.

Cod. Ba 57.

Un soldat, pendant toute la durée de la guerre, avait nourri d’orge son cheval, compagnon de ses travaux et de ses dangers. Mais, la guerre finie, le cheval fut employé à des besognes serviles et au transport de lourds fardeaux, et il ne fut plus nourri que de paille. Cependant une autre guerre fut annoncée, et à l’appel de la trompette le maître brida son cheval, s’arma lui-même et l’enfourcha. Mais le cheval sans force tombait à chaque pas. Il dit à son maître : « Va maintenant te ranger parmi les fantassins ; car de cheval tu m’as changé en âne. Comment veux-tu d’un âne refaire un cheval ? »

Dans les temps de sécurité et de relâche, il ne faut pas oublier les temps de malheur.

Chambry 143.2

Aliter — Autre version. §

[P320]

Ἔτρεφε τὸν ἑαυτοῦ ἵππον στρατιώτης, ἕως καιρὸς πολέμου ἦν. Παυσαμένου δὲ τοῦ πολέμου, ἀχύροις καὶ μόνοις ἔτρεφε, φορτίοις μεγάλοις καταϐαρύνων. Ὡς δὲ πάλιν καιρὸς πολέμου ἐπέστη, ὁπλισάμενος τὸν ἵππον ἀναϐὰς ἔτρεχε. Τοῦ δὲ ἵππου συνεχῶς καταπίπτοντος, ἐδυσχέραινε. Ὁ δὲ ἵππος αὐτῷ ἔφη· « Ἄπελθε, ὦ δέσποτα, πεζὸς πολεμήσων· σὺ γὰρ ἀφ’ ἵππου ὄνον με πεποίηκας, χυδαίαις ἐργασίαις καταϐαρύνων, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον με θέλεις ἔχειν ; »

Cod. Bd 29.

Chambry 144

Ἵππος καὶ σῦς ἄγριος. §

[P269]

Οὔπω χαλινὸν ἵππος ᾔδει, οὐδὲ νῶτον ἀνθρώπῳ παρεῖχε πρὸς καθέδραν. Σῦς δὲ αὐτὸν ἄγριος ἔϐλαπτε, τὴν χλόην ἣν ἐνέμετο κόπτων καὶ κατορύσσων καὶ τὸ ὕδωρ ταράσσων ἔνθα ἔπινε. Διὰ τοῦτο ὁ μῶρος ἵππος πρὸς ἄμυναν τοῦ ἠδικηκότος συὸς διεγερθεὶς φιλίαν ἐσπείσατο μετὰ ἀνδρὸς ποικίλου, βοηθεῖν δὲ ἔλεγεν αὐτῷ καὶ ἐκδικεῖν κατὰ τοῦ βλάπτοντος ἐχθροῦ. Ὁ δὲ εἶπεν· « Ὅρκῳ πίστωσόν με ὅ λέγω σοι ποιήσειν. » Ὁ δὲ ἵππος ἐπείσθη. Ὁ δὲ εἶπεν· « Οὐ δυνατόν με πεζὸν ὄντα καταπολεμῆσαι τοῦτον· ἀλλ’ ἐὰν χαλινὸν δέξῃ καί <με> τοῖς νώτοις σου βαστάσῃς καὶ δῷς ὅπως σε κάμπτω καὶ τρέχοντα κωλύω, ἐλπίζω τότε τὸν σῦν εὐκόλως ἀναιρήσειν. » Ὁ δὲ ἵππος ὑπὸ ὀργῆς τὰς φρένας τυφλωθεὶς παρέδωκεν ἑαυτὸν καὶ ὑπὸ τοῦ δοκοῦντος ὠφελεῖν ἐχειρώθη.

Ὅτι θυμὸς οἶδεν δουλῶσαι καὶ ταπεινῶσαι ἄνδρα γενναῖον καὶ πρὸς ἄμυναν [γενέσθαι] τοῦ ἀδικηκότος <ὡρμημένον>.

Cod. Ba 117.

Chambry 145 §

Chambry 145.1

Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ> – Le chameau qui a fienté dans une rivière. §

[P321]

Διέϐαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο ; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. »

[Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.

Codd. Ba 25 Mb 76 Mg 49.

Un chameau traversait une rivière au cours rapide. Ayant fient’, il vit aussitôt sa crotte emportée devant lui par la rapidité du courant. « Qu’est-ce là ? s’écria-t-il ; ce qui était derrière moi, je le vois à présent passer devant moi. »

Cette fable trouve son application dans un État où les derniers et les imbéciles dominent à la place des premiers et des gens sensés.

Chambry 145.2

Aliter — Autre version. §

[P321]

Διέϐαινέ ποτε κάμηλος ποταμὸν ὀξὺ διαρρέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον αὑτῆς ἔμπροσθεν κατιδοῦσα τῇ τοῦ ὕδατος ὀξυτάτῃ καταρροῇ· « Τί τοῦτο ; ἔφη, τὰ ἐξόπισθέν μου νῦν ἔμπροσθέν μου τεθέαμαι. »

Ὅτι πολλάκις οἱ ἄτιμοι τῶν τιμίων προάγουσι.

Cod. Bc 20.

Chambry 146 §

Chambry 146.1

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος — Le chameau, l’éléphant et le singe. §

[P220]

Τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται.

Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.

Codd. Pb 217 Pf 132 Pg 141 Mb 60 Me 169 Mf 140 Cf 124.

Les bêtes délibéraient sur le choix d’un roi. Le chameau et l’éléphant se mirent sur les rangs et se disputèrent les suffrages, espérant être préférés aux autres, grâce à leur haute taille et à leur force. Mais le singe les déclara l’un et l’autre impropres à régner : « le chameau, dit-il, parce qu’il n’a point de colère contre les malfaiteurs, et l’éléphant, parce qu’il est à craindre qu’un goret, animal dont il a peur, ne vienne nous attaquer. »

Cette fable montre qu’une petite cause ferme parfois l’accès des grands emplois.

Chambry 146.2

Aliter — Autre version. §

[P220]

Τῶν ἀλόγων ζῴων βουλομένων βασιλέα ἑλέσθαι τινὰ ἐξ αὐτῶν, κάμηλος καὶ ἐλέφας ἐψηφίζοντο, ὁ μὲν διὰ τὸ μέγεθος, ὁ δὲ διὰ τὴν ἰσχύν. Πίθηκος δὲ ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, ὅτι χολὴν καὶ ἄμυναν <οὐ> τρέφει κατὰ τῶν ἐπταικότων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστίν, αὐτοῦ βασιλεύοντος, μὴ χοιρίδια ἡμῖν ἐπιθῆται.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ μεγάλα τῶν πραγμάτων παρὰ μικρὸν κωλύονται καὶ οὐ τελοῦνται.

Cod. Ce 116.

Chambry 147 §

Chambry 147.1

Κάμηλος καὶ Ζεὺς — Le chameau et Zeus. §

[P117]

Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐϐουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ’ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.

Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.

Codd. Pa 109 Pb 116 Pc 62 Pe 14 Pf 59 Pg 77 Ph 61 Ma 82 Me 81 Mf 71 Mj 76 Cd 65.

Le chameau, voyant le taureau se prévaloir de ses cornes, l’envia et voulut lui aussi en obtenir autant. C’est pourquoi, étant allé trouver Zeus, il le pria de lui accorder des cornes. Mais Zeus, indigné qu’il ne se contentât point de sa grande taille et de sa force et qu’il désirât encore davantage, non seulement refusa de lui ajouter des cornes, mais encore lui retrancha une partie de ses oreilles.

Ainsi beaucoup de gens qui, par cupidité, regardent les autres avec envie, ne s’aperçoivent pas qu’ils perdent leurs propres avantages.

Chambry 147.2

Aliter — Autre version. §

[P117]
Ὁ Ζεὺς δέ ποτε αἰτούσῃ τῇ καμήλῳ
κέρατα ἔχειν καὶ τοιαῦτα λεγούσῃ·
« Λύπη μοι πολλὴ ὑπάρχει διὰ τοῦτο »,
οὐκ ἐπέδωκεν, ἀλλά γε καὶ τῶν ὤτων
ἀπεστέρησε πολλὰ αὐτὸς χολήσας.

Ὁ μῦθος δηλοῖ ὅτι ὁ ἔχων τι ἀρκείσθω ἐπ’ ἐκείνῳ καὶ πλείω μὴ ζητείτω, ἵνα μὴ καὶ ὃ ἔχει ἀπολέσῃ.

Codd. Ca 152 Cg 25 Ch 100.

Chambry 147.3

Aliter — Autre version. §

[P117]

Ὁ Ζεὺς τῇ καμήλῳ κέρατα αἰτούσῃ καὶ λεγούσῃ ὅτι ταῦτά μοι λείπει, οὐ μόνον <οὐ> δέδωκεν, ἀλλὰ καὶ τῶν ὤτων ἐστέρησεν.

Ὅτι, ὃ ἔχει τις, εἰς ἐκεῖνο ἀρκείσθω καὶ μὴ πλεονεκτείτω.

Cod. Ba 104.

Chambry 148 §

Chambry 148.1

Κάμηλος ὀρχουμένη — Le chameau danseur. §

[P249]

Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ’ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. »

Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.

Codd. Pa 132 Pg 90 Mb 77 Ch 72.

Un chameau que son propre maître contraignait à danser dit : « Ce n’est pas seulement quand je danse que je manque de grâce, j’en manque même lorsque je marche. »

Cette fable peut se dire à propos de tout acte dépourvu de grâce.

Chambry 148.2

Aliter — Autre version. §

[P249]
Κάμηλος ὀρχήσασθαι βιαζομένη
πρὸς <τὸν> ἀναγκάζοντα δεσπότην ἔφη·
« Οὐ μόνον ἄσχημός εἰμι ὀρχουμένη,
ἀλλὰ καὶ περιπατοῦσ’ ἢ καθημένη. »

Ὁ λόγος δηλοῖ <ὅτι ὁ> ἐν ἑνὶ ἀδόκιμος καὶ ἐν παντὶ ἀδόκιμός ἐστι.

Cod. Cd 63.

Chambry 149

Κάμηλος τὸ πρῶτον ὀφθείς — Le chameau vu pour la première fois. §

[P195]

Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοϐηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δέ, χρόνου προϊόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν.

Ὁ λόγος δηλοῖ ὅτι τὰ φοϐερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.

Codd. Pa 197 Pb 191 Pf 107 Ca 148 — La 122 Lb 108 Le 108 Lf 122 Lh 18 Me 140 Mf 116 Mg 131 Mj 129 Ml 131.

Lorsqu’ils virent le chameau pour la première fois, les hommes eurent peur, et, frappés de sa grande taille, ils s’enfuirent. Mais quand avec le temps ils se furent rendu compte de sa douceur, ils s’enhardirent jusqu’à l’approcher. Puis s’apercevant peu à peu que la bête n’avait pas de colère, ils en vinrent à la mépriser au point de lui mettre une bride et de la donner à conduire à des enfants.

Cette fable montre que l’habitude calme la peur qu’inspirent les choses effrayantes.

Chambry 150 §

Chambry 150.1

Κάνθαροι δύο — Les deux escarbots. §

[P84]

Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαϐὼν πολλὴν μὲν τὴν κόπρον, ὑγρὰν δέ, μένων ἐτρέφετο ἐνταῦθα. Τοῦ δὲ χειμῶνος διελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη. Ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν διότι προϋποσχόμενος αὐτῷ οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· « Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. »

Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστίασεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.

Codd. Pa 81 Pb 85 Pg 54 Ma 64.

Un taureau paissait dans une petite île, et deux escarbots se nourrissaient de sa bouse. À l’arrivée de l’hiver, l’un dit à l’autre qu’il voulait passer sur le continent, afin que, étant seul, son camarade eût de la nourriture en suffisance, tandis que lui s’en irait là-bas pour y passer l’hiver. Il ajouta que, s’il y trouvait de la pâture en abondance, il lui en apporterait. Or, arrivé sur le continent, il y rencontra des bouses nombreuses et fraîches ; il s’y établit et s’en nourrit. L’hiver passé, il revint dans l’île. Son camarade le voyant gras et en bon corps, lui rappela sa promesse et lui reprocha de ne lui avoir rien rapporté. « Ne t’en prends pas à moi, répondit-il, mais à la nature du lieu : il est possible d’y trouver à vivre, mais impossible d’en emporter quoi que ce soit. »

On pourrait appliquer cette fable à ceux qui poussent l’amitié jusqu’à régaler leurs amis, mais pas plus loin, et qui refusent de leur rendre aucun service.

Chambry 150.2

Aliter — Autre version. §

[P84]

Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Χειμῶνος δὲ ἐπιστάντος, ὁ εἷς ἔφη τῷ ἑτέρῳ· « Βούλομαι εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκεῖ τὸν χειμῶνα μόνος ὢν διαγίνωμαι, καὶ, ἐὰν πολλὴν εὕρω τὴν νομὴν, καὶ σὲ προσλαμϐάνωμαι. » Παραγενόμενος δὲ ἐν τῇ χέρσῳ καὶ καταλαϐὼν πολλὴν κόπρον, ὑγρὰν δὲ, μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος παρελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη <ἐν> ᾗ ἦν ὁ ἕτερος. Θεασάμενος δὲ αὐτὸν λιπαρὸν ὁ ἕτερος ᾐτιᾶτο αὐτὸν διότι ὑποσχόμενος αὐτῷ οὐ διεκόμισεν. Ὁ δὲ ἔφη αὐτῷ· « Μὴ ἐμὲ μέμφου, ἀλλὰ τὴν φύσιν τοῦ τόπου· ἐκεῖθεν μὲν γὰρ τρέφεσθαι οἷόν τε, φέρεσθαι δὲ οὔ. »

Οὗτος ὁ λόγος ἁρμόζει πρὸς ἐκείνους οἱ τὰς φιλίας μέχρι ἑστιάσεως παρέχονται, περαιτέρω δὲ οὐδὲν τοῖς φίλοις ὠφελοῦσιν.

Cod. Pe 49.

Chambry 151 §

Chambry 151.1

Καρκῖνος καὶ ἀλώπηξ — Le crabe et le renard. §

[P116]

Καρκῖνος ἀναϐὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ μόνος ἐνέμετο. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο αὐτόν, ἀποροῦσα τροφῆς, προσδραμοῦσα συνέλαϐεν αὐτόν. Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. »

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

Codd. Pa 108 Pb 115 Pc 61 Pf 60 Pg 76 Ph 62 Ma 81 Mb 75 Me 82 Mf 72 Mj 77 Cd 64.

Un crabe, étant monté de la mer sur le rivage, cherchait sa vie solitairement. Un renard affamé l’aperçut ; comme il n’avait rien à se mettre sous la dent, il courut sur lui et le prit. Alors le crabe, sur le point d’être dévoré, s’écria : « J’ai mérité ce qui m’arrive, moi qui, habitant de la mer, ai voulu devenir terrien. »

Il en est ainsi des hommes : ceux qui abandonnent leurs propres occupations pour se mêler d’affaires qui ne les regardent pas, tombent naturellement dans le malheur.

Chambry 151.2

Aliter — Autre version. §

[P116]

Καρκῖνος ἀπὸ τῆς θαλάσσης ἀναϐὰς ἐπί τινος ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο, προσελθοῦσα ἀνέλαϐεν αὐτὸν. Ὁ δὲ μέλλων καταϐιϐρώσκεσθαι ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα, ὃς θαλάττιος ὢν χερσαῖος ἠϐουλήθην γενέσθαι. »

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

Codd. La 99 Lb 66 Le 66 Lf 99 Lh 29 Mg 90 Ml 85.

Chambry 152 §

Chambry 152.1

Καρκῖνος καὶ μήτηρ — L’écrevisse et sa mère. §

[P322]

Μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ <ἔλεγε> μηδὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίϐειν. Ὁ δὲ εἶπεν· « Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω. »

Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν.

Cod. Ba 91.

« Ne marche pas de travers, disait une écrevisse à sa fille, et ne frotte pas tes flancs contre le roc humide. — Mère, répliqua-t-elle, toi qui veux m’instruire, marche droit ; je te regarderai et t’imiterai. »

Quand on reprend les autres, il convient qu’on vive et marche droit, avant d’en faire leçon.

Chambry 152.2

Aliter — Autre version. §

[P322]

« Μὴ λοξὰ περιπάτει, καρκῖνος ἔλεγε τῷ τέκνῳ, μηδὲ ταῖς πτέρναις πρόστριϐε τὰς πλευράς σου. » Ἔφη δὲ τῇ μητρὶ ὁ καρκῖνος· « Ἐμὲ διδάσκουσα, μῆτερ, ἃ λέγεις, ὀρθὰ σὺ βάδιζε καὶ βλέπων σε ζηλώσω. »

Ὁ μῦθος τοὺς μεμψιμοίρους ἐλέγχει· πρῶτον γὰρ αὐτοὺς ὀρθὰ βιοῦν δεῖ καὶ τόθ’ ἑτέρους διδάσκειν.

Cod. Mh 77.

Chambry 152.3

Aliter — Autre version. §

[P322]

Καρκίνῳ ποτὲ ἡ μήτηρ παρῄνει· « Μὴ λοξά, τέκνον, ἐμπεριπάτει. » Ὁ δὲ πρὸς αὐτὴν λέγει· « Σύ μοι, ὦ μῆτερ, ὑπόδειξον βαδίζειν καὶ περιπατεῖν, ὄρθια βηματίζουσα, ὅπως ὁρῶν σε κἀγὼ παραζηλώσω. »

Ὅτι μεγίστην βλάϐην καὶ θάνατον οἶδε ποιεῖν τῶν κακῶν ἡ συνουσία.

Cod. Mb 74.

Chambry 153 §

Chambry 153.1

Καρύα — Le noyer. §

[P250]

Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· « Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ’ ἐνιαυτὸν ἐμαυτῇ ὕϐρεις καὶ λύπας παρέχω. »

Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους.

Codd. Pa 131 Pg 89 Cd 72.

Un noyer qui se trouvait au bord d’une route et que les passants frappaient à coups de pierres, se disait en soupirant : « Malheureux que je suis de m’attirer tous les ans des insultes et des douleurs ! »

Cette fable vise les gens qui ne retirent que des désagréments de leurs propres biens.

Chambry 153.2

Aliter — Autre version. §

[P250]

Καρύα τις ἐν ὁδῷ ἱσταμένη καρπὸν ἔφερε πολύν. Οἱ δὲ παροδῖται λίθοις αὐτὴν καὶ βάκλοις κατέκλων διὰ τὰ κάρυα. Ἡ δὲ οἰκτρὸν ἔφη· « Ὦ ἀθλία ἐγώ, ὅτι οὕς τῷ καρπῷ μου εὐφραίνω, ὑπὸ τούτων δεινὰς ἀντιλαμϐάνω χάριτας. »

[Ὅτι] τοὺς ἀχαρίστους καὶ κακούργους, τοὺς ἀντὶ ἀγαθῶν κακὰ ἀντιδιδόντας, ὁ μῦθος ἐλέγχει.

Codd. Ba 60 Bb 36 Bd 30.

Chambry 153.3

Aliter — Autre version. §

[P250]
Καρύα τις ἐν <τῇ> ὁδῷ ἱσταμένη
καρπὸν ἔφερε πολὺν ἑκάστῳ ἔτει.
Καὶ παροδῖται ταῖς ῥάϐδοις τε καὶ λίθοις
ἔτυπτον σφόδρα εἵνεκα τῶν καρύων.
Ἣ στενάξασα ἐκ βάθους τῆς καρδίας
ἀνεϐόησεν· « Οἴμοι τῇ παναθλίᾳ·
τί μοι συνέϐη ; οὓς τοῖς καρποῖς εὐφραίνω,
μάστιγας δεινὰς ὑπ’ αὐτῶν νῦν λαμϐάνω. »

Ὁ λόγος πρὸς ἀχαρίστους ἀνθρώπους ἀντὶ ἀγαθῶν κακὰ ἀποδιδόντας.

Cod. Mb 86.

Chambry 154 §

Chambry 154.1

Κάστωρ — Le castor. §

[P118]

Κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει.

Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιϐουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν.

Codd. Pa 110 Pb 117 Pf 61 Pg 78 Ph 63 Ma 83 Mb 239 Me 83 Mj 78 Cb 56 Ce 59 Cf 63 Ch 63.

Le castor est un quadrupède qui vit dans les étangs. Ses parties honteuses servent, dit-on, à guérir certaines maladies. Aussi quand on le découvre et qu’on le poursuit pour les lui couper, comme il sait pourquoi on le poursuit, il fuit jusqu’à une certaine distance, et il use de la vitesse de ses pieds pour se conserver intact ; mais quand il se voit en prise, il se coupe les parties, les jette, et sauve ainsi sa vie.

Parmi les hommes aussi, ceux-là sont sages qui, attaqués à cause de leurs richesses, les sacrifient pour ne pas risquer leur vie.

Chambry 154.2

Aliter — Autre version. §

[P118]

Ὁ κάστωρ ζῷόν ἐστι τετράπουν ἐν λίμναις τὰ πολλὰ διαιτώμενον, οὗ τὰ αἰδοῖά φασιν ἰατροῖς χρήσιμα εἶναι. Οὗτος οὖν, ἐπειδὰν ὑπ’ ἀνθρώπων διωκόμενος καταλαμϐάνηται, γινώσκων οὗ χάριν διώκεται, ἀποτεμὼν τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει πρὸς τοὺς διώκοντας καὶ οὕτω σωτηρίας τυγχάνει.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον τῶν χρημάτων ποιοῦνται.

Codd. La 33 Lb 90 Lc 16 Ld 23 Le 90 Lf 33 Lg 16 Mc 55 Md 60 Mg 84 Mk 58 Ml 117 Mm 76 Mn 23.

Chambry 154.3

Aliter — Autre version. §

[P118]

Κάστωρ ἐστὶ τετράπουν ζῷον ἐν λίμναις νεμόμενον. Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. Καὶ εἴ ποτέ τις αὐτὸ διώκει, φεύγει μὲν τῇ τῶν ποδῶν ταχύτητι, εἴ πῶς ὁλόκληρον αὑτὸν φυλάξῃ. Ἐπὰν δὲ ἤδη καταλαμϐάνηται, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα καὶ ῥίπτει τῷ διώκοντι καὶ οὕτω τὴν σωτηρίαν αὑτοῦ πραγματεύεται.

Ὁ μῦθος δηλοῖ ὅτι καὶ [τὰ] τῶν ἀνθρώπων οἱ φρόνιμοι ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας οὐδένα λόγον περὶ χρημάτων ποιοῦνται.

Cod. Mh 55.

Chambry 154.4

Aliter — Autre version. §

[P118]
Κάστωρ, οἴδατε, λιμναῖον πέλει ζῷον,
ὃν θηρεύουσιν εἰς χρείαν τῶν αἰδοίων.
Οὗτος δὲ ὁλόκληρος τὸ πρῶτον θέει·
ἐπὰν δὲ αὐτῷ ὁ διώκων πελάσῃ, 
τοὺς ὄρχεις ῥίψας, ὅλον τὸ σῶμα σῴζει.
Σωτηρίας χάριν οὐδένα δεῖ λόγον
παρὰ τὰ χρήματα τοὺς φρονίμους ἔχειν.
Cod. Cd 54.

Chambry 155

Κηπουρὸς <ἀρδεύων λάχανα> – Le jardinier arrosant des légumes. §

[P119]

Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι’ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. Κἀκεῖνος ἔφη· « Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. »

Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.

Codd. Pa 111 Pb 118 Pc 63 Ma 84 Mb 78.

Un homme, s’étant arrêté près d’un jardinier qui arrosait ses légumes, lui demanda pourquoi les légumes sauvages étaient florissants et vigoureux, et les cultivés chétifs et malingres, « C’est que, répondit le jardinier, la terre est pour les uns une mère, pour les autres une marâtre. »

Pareillement les enfants nourris par une marâtre ne sont pas nourris comme ceux qui ont leur mère.

Chambry 156 §

Chambry 156.1

Κηπωρὸς καὶ κύων — Le jardinier et le chien. §

[P120]

Κηπουροῦ κύων εἰς φρέαρ ἔπεσεν. Ὁ δὲ ἀνιμήσασθαι αὐτὸν βουλόμενος ἐκεῖ κατέϐη. Ὁ δὲ κύων ἠπορημένος, ὡς προσῆλθεν αὐτῷ, οἰόμενος ὑπ’ αὐτοῦ βαπτίζεσθαι, ἔδακεν αὐτόν. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε ἄξια πέπονθα· τί γάρ, σοῦ σεαυτὸν κατακρημνίσαντος, τοῦ κινδύνου σε ἀπαλλάξαι ἐπειρώμην ; »

Πρὸς ἄνδρα ἀχάριστον εἰς τοὺς εὐεργέτας καὶ πρὸς ἀδικοῦντα ὁ μῦθος ἁρμόζει.

Codd. Pa 112 Pb 119 Pc 64 Pf 42 Pg 79 Ph 64 Ma 85 Mb 237 Mj 79 Cd 66.

Chambry 156.2

Aliter — Autre version. §

[P120]

Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ’ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ’ ὀδύνης ἐπανιών· « Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτόχειρα σῶσαι ἐσπούδασα ; »

Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.

Codd. La 67 Lb 65 Lc 36 Le 65 Lf 67 Lg 36 Lh 28 Md 121 Me 80 Mg 89 Mi 95 Ml 83 Mm 85.

Le chien d’un jardinier était tombé dans un puits. Le jardinier, voulant l’en retirer, descendit lui aussi dans le puits. S’imaginant qu’il venait pour l’enfoncer plus profondément, le chien se retourna et le mordit. Le jardinier, souffrant de sa blessure, remonta en disant : « C’est bien fait pour moi : qu’avais-je à m’empresser de sauver une bête qui voulait se suicider ? »

Cette fable s’adresse aux hommes injustes et ingrats.

Chambry 157 §

Chambry 157.1

Κιθαρῳδός — Le joueur de cithare. §

[P121]

Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. Ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη.

Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται.

Codd. Pa 113 Pb 120 Pf 63 Ph 65 Ma 86 Mb 238 Me 84 Mj 80.

Un joueur de cithare dépourvu de talent chantait du matin au soir dans une maison aux murs bien plâtrés. Comme les murs lui renvoyaient les sons, il s’imagina qu’il avait une très belle voix, et il s’en fit si bien accroire là-dessus qu’il décida de se produire au théâtre ; mais arrivé sur la scène il chanta fort mal et se fit chasser à coups de pierres.

Ainsi certains orateurs qui paraissaient à l’école avoir quelque talent, ne sont pas plus tôt entrés dans la carrière politique, qu’ils font éclater leur incapacité.

Chambry 157.2

Aliter — Autre version. §

[P121]

Κιθαρῳδὸς ἀφυὴς ἐν οἴκῳ κεκονιαμένῳ συνήθως ᾄδων, καὶ ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ᾠήθη σφόδρα εὔφωνος εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ θεάτρῳ ἑαυτὸν ἐπιδοῦναι. Ἀφικόμενος δ’ ἐπιδείξασθαι καὶ κακῶς ᾄδων πάνυ, λίθοις αὐτὸν ἐξώσαντες ἀπήλασαν.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ῥητόρων ἔνιοι ἐν ταῖς σχολαῖς δοκοῦντες εἶναί τινες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοί εἰσιν.

Codd. La 100 Lb 67 Le 67 Lf 100 Lh 30 Mg 91 Ml 86.

Chambry 158

Κίχλα — La grive. §

[P86]

Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαϐε. Καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· « Δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι. »

Ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι’ ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν.

Codd. Pa 83 Pb 87 Pc 45 Pe 51 Pf 42 Pg 55 Ph 44 Ma 66 Mb 51 Me 62 Mj 54 Ca 73.

Une grive picorait dans un bosquet de myrtes, et, charmée par la douceur de leurs baies, elle ne pouvait le quitter. Un oiseleur, ayant remarqué qu’elle se plaisait en ce lieu, la prit à la glu. Alors, se voyant près d’être tuée, elle dit : « Malheureuse que je suis ! pour le plaisir de manger, je me prive de la vie. »

La fable s’adresse au débauché qui se perd par le plaisir.

Chambry 159 §

Chambry 159.1

Κλέπται καὶ ἀλεκτρυών — Les voleurs et le coq. §

[P122]

Κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαϐόντες ἀπηλλάγησαν. Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. Οἱ δὲ ὑποτυχόντες ἔφασαν· « Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. »

Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.

Codd. Pa 114 Pb 121 Pc 65 Pf 64 Pg 80 Ph 66 Ma 87 Mb 240 Me 85 Mj 81 Cd 67.

Des voleurs, ayant pénétré dans une maison, n’y trouvèrent autre chose qu’un coq ; ils le prirent et se retirèrent. Et lui, sur le point d’être immolé par eux, les pria de le relâcher, alléguant qu’il était utile aux hommes, en les éveillant la nuit pour leurs travaux. « Raison de plus pour te tuer, s’écrièrent-ils ; car, en éveillant les hommes, tu nous empêches de voler. »

Cette fable fait voir que ce qui contrarie le plus les méchants est ce qui rend service aux gens de bien.

Chambry 159.2

Aliter — Autre version. §

[P122]

Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν οὐδὲν εὗρον ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαϐόντες ἀπῄεσαν. Ὁ δὲ μέλλων ὑπ’ αὐτῶν θύεσθαι ἐδεῖτο ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμος εἶναι τοῖς ἀνθρώποις νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ ἔφασαν· « Αλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων κλέπτειν ἡμᾶς οὐκ ἐᾷς. »

Ὁ μῦθος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.

Codd. La 101 Lb 68 Le 68 Lf 101 Mg 92 Ml 87.

Chambry 160

Κοιλία καὶ πόδες — L’estomac et les pieds. §

[P130]

Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρ’ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ’, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. »

Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.

Codd. Pa 122 Pb 129 Pc 70 Pf 68 Mb 73 Me 93 Mf 78 Mj 85.

L’estomac et les pieds disputaient de leur force. À tout propos les pieds alléguaient qu’ils étaient tellement supérieurs en force qu’ils portaient même l’estomac. À quoi celui-ci répondit : « Mais, mes amis, si je ne vous fournissais pas de nourriture, vous-mêmes ne pourriez pas me porter. »

Il en va ainsi dans les armées : le nombre, le plus souvent, n’est rien, si les chefs n’excellent pas dans le conseil.

Chambry 161

Κολοιὸς καὶ ἀλώπηξ — Le choucas et le renard. §

[P126]

Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ’ αὐτοῦ μαθοῦσα ἔφη · « Ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. »

[Πρὸς ἄνδρα φιλόνεικον.]

Codd. Pa 118 Pb 125 Pf 66 Pg 83 Ph 68 Me 92 Mf 77 Mj 83.

Un choucas affamé s’était perché sur un figuier ; mais voyant que les figues étaient encore vertes, il attendait qu’elles fussent mûres. Un renard, le voyant s’éterniser là, lui en demanda la raison. Quand il en fut instruit : « Tu as tort, l’ami, dit-il, de t’attacher à une espérance ; l’espérance s’entend à repaître d’illusion, mais de nourriture, non pas. »

Cette fable s’applique au convoiteux.

Chambry 162

Κολοιὸς καὶ κόρακες — Le choucas et les corbeaux. §

[P123]

Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέϐαλον. Καὶ ὃς ἀπελαθεὶς ὑπ’ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς. Οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕϐρει οὐ προσεδέξαντο αὐτόν. Οὕτω τε συνέϐη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὐπερπεφρονηκέναι αὐτούς.

Codd. Pa 115 Pb 122 Pc 66 Pf 65 Pg 81 Ph 67 Ma 88 Me 91 Mf 76 Mj 82 Cd 68.

Un choucas, qui dépassait en grosseur les autres choucas, prit en mépris ceux de sa tribu, se rendit chez les corbeaux et demanda à partager leur vie. Mais les corbeaux, à qui sa forme et sa voix étaient inconnues, le battirent et le chassèrent. Et lui, repoussé par eux, s’en revint chez les choucas ; mais les choucas, sensibles à l’outrage, refusèrent de le recevoir. Il arriva ainsi qu’il fut exclu de la société et des uns et des autres.

Il en est ainsi chez les hommes. Ceux qui abandonnent leur patrie et lui préfèrent un autre pays sont mal vus dans ce pays, parce qu’ils sont étrangers, et ils sont odieux à leurs propres concitoyens, parce qu’ils les ont méprisés.

Chambry 163 §

Chambry 163.1

Κολοιὸς καὶ ὄρνεα — Les choucas et les oiseaux. §

[P101]

Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέϐη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέϐη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.

Codd. Pa 94 Pb 101 Pc 51 Pf 50 Pg 65 Ph 52 Ma 73 Me 65 Mf 57 Mj 65.

Zeus, voulant instituer un roi des oiseaux, leur fixa un jour pour comparaître tous devant lui : il choisirait le plus beau de tous pour régner sur eux. Les oiseaux se rendirent au bord d’une rivière pour s’y laver. Or le choucas, qui se rendait compte de sa laideur, s’en vint ramasser les plumes que les oiseaux laissaient tomber, puis il se les ajusta et se les attacha. Il arriva ainsi qu’il fut le plus beau de tous. Or le jour fixé arriva et tous les oiseaux se rendirent chez Zeus. Le choucas, avec sa parure bigarrée, se présenta lui aussi. Et Zeus allait lui donner son suffrage pour la royauté, à cause de sa beauté ; mais les oiseaux indignés lui arrachèrent chacun la plume qui venait d’eux. Il en résulta que le choucas dépouillé se retrouva choucas.

Il en est ainsi des hommes qui ont des dettes : tant qu’ils sont en possession du bien d’autrui, ils paraissent être des personnages ; mais quand ils ont rendu ce qu’ils doivent, on les retrouve tels qu’ils étaient auparavant.

Chambry 163.2

Aliter — Autre version. §

[P101]

Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ’ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέϐη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέϐη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι.

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.

Codd. Ca 78 Cb 49 Cd 46 Ce 51 Cf 55 Ch 56 Mc 48 Md 53 Mh 48 Mi 88 Ml 75 Mm 69.

Chambry 163.3

Aliter — Autre version. §

[P101]

Ζεύς, βουλόμενος καταστῆσαι βασιλέα ὀρνέων, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ βασιλέα αὐτοῖς. Ὁ δὲ κολοιὸς συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν ὅπου τὰ λοιπὰ ὄρνεα ἐλούετο, τὰ πίπτοντα ἐκείνοις πτερὰ συλλέξας, ἑαυτῷ περιέθηκε καὶ συνήρμοσεν αὐτά. Συνέϐη οὖν ἐκ τούτου ὡραιότερον πάντων φανῆναι τῷ Διὶ ἐν τῇ ἡμέρᾳ τῆς προθεσμίας. Μέλλοντος οὖν τοῦ Διὸς χειροτονεῖν βασιλέα τούτοις τὸν κολοιὸν διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα ἕκαστον αὐτῶν τὸ ἴδιον πτερὸν ἔλαϐε, καὶ ὁ κολοιὸς πάλιν ἦν κολοιός.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτως πολλοὶ τῶν ἀνθρώπων χρεωφειλέται, μέχρις ἂν κατέχωσι τὰ ἀλλότρια χρήματα, δοκοῦσιν εἶναί τινες· ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ὑπῆρχον πρότερον φαίνονται.

Cod. Mk 52.

Chambry 163.4

Aliter — Autre version. §

[P101]

Ἶρις, ἡ τῶν θεῶν ἄγγελος, πᾶσι πετεινοῖς ἐκήρυξεν· « Εἴ τις ὑμῶν κρείττων εἰς κάλλος φανῇ, οὗτος πτηνὼν πάντων βασιλεύσει ὑπὸ τοῦ Διός. » Ἐπισυνηγμένων δὲ πάντων ὀρνέων εἰς τὴν τῆς Στυγὸς κρήνην καὶ ἀπολουομένων, κολοιός, υἱὸς κορώνης γέρων, πάντων ὀρνέων τὰ πτερὰ πρὸς ἑαυτὸν ἁρμοσάμενος, ἦλθεν ἀετοῦ κρείσσων. Ὁ Ζεὺς δὲ τὸ κάλλος θαμϐηθεὶς τὴν νίκην τούτῳ παρέχειν ἔμελλεν, εἰ μὴ χελιδὼν Ἀθηναία τοῦτον ἤλεγξε, τὸ πτερὸν αὑτῆς ἐκσπάσασα. Ταὐτὸ δὲ καὶ τῶν λοιπῶν ὀρνέων ποιησάντων, διεγνώσθη κολοιὸς ὤν.

Ὅτι ὄνειδός ἐστιν ἀνθρώπῳ ἐξ ἀλλοτρίου πλούτου κοσμεῖσθαι ἑαυτόν, ὅτι κατάδηλος πᾶσι καὶ φανερὸς γίνεται.

Cod. Ba 59.

Chambry 163.5

Aliter — Autre version. §

[P101]

Πρόσταγμα παρὰ τοῦ Διὸς ἐξῆλθεν ἐν τῷ ποταμῷ διέλθωσι καὶ λουθῶσι καὶ θεάσῃ αὐτῶν τὴν καλλονήν. Ὁ δὲ Ζεὺς τοῦτο τὸ δόγμα ἐπιθείς, ἦλθον πάντα τὰ ὄρνεα λουθῆναι ἐν τῷ ποταμῷ καὶ λουόμενα ἔπιπτον τὰ πτερὰ τῶν ὀρνέων. Ὁ δὲ κολοιὸς καὶ αὐτὸς ἀπελθὼν λουθῆναι ἤθελεν ὁμοιωθῆναι καὶ τοῖς λοιποῖς καὶ εὐειδέσιν ὀρνέοις· ἐκ τῶν πιπτόντων ὀρνέων τὰ πτερὰ περισωρεύσας περιεϐάλλετο ἑαυτόν, ἵνα φαίνῃ καὶ αὐτὸς τῷ Διὶ ὡς τὰ λοιπὰ ὄρνεα. Ἄνεμος δὲ φυσήσας ἔρριψε τὰ πτερὰ τοῦ κολοιοῦ καὶ πάλιν κολοιὸς τοῖς πᾶσιν ὤφθη καὶ ᾐσχύνθη κολοιὸς ἔκτοτε φανείς· ἐκ τούτου οὐδεὶς ὅτι τῶν πλουσίων ἐμυήθη.

Ὅτι δεῖ τὸν καθένα οἷος καὶ ὑπάρχει οὕτως καὶ φαίνεσθαι καὶ μὴ, πένης ὤν, φαίνεσθαι πλούσιος.

Cod. Mo 152.

Chambry 164 §

Chambry 164.1

Κολοιὸς καὶ περιστεραί - Le choucas et les pigeons. §

[P129]

Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα ἀμφιγνοήσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ’ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. Οὕτω τε δυοῖν ἐπιθυμήσας οὐδὲ μιᾶς ἔτυχεν.

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται.

Codd. Pa 121 Pb 128 Ph 69.

Un choucas, ayant aperçu dans un pigeonnier des pigeons bien nourris, blanchit son plumage et se présenta pour avoir part à leur provende. Tant qu’il resta silencieux, les pigeons, le prenant pour un des leurs, l’admirent parmi eux ; mais à un moment il s’oublia et poussa un cri. Alors, ne connaissant pas sa voix, ils le chassèrent. Et lui, voyant la bonne chère des pigeons lui échapper, revint chez les choucas. Mais les choucas ne le reconnaissant plus à cause de sa couleur, le rejetèrent de leur société, de sorte que pour avoir voulu les deux provendes, il n’eut ni l’une ni l’autre.

Cette fable montre que nous devons nous contenter de nos propres biens, et nous dire que la convoitise non seulement ne sert à rien, mais encore nous fait perdre souvent ce que nous possédons.

Chambry 164.2

Aliter — Autre version. §

[P129]

Κολοιὸς ἔν τινι περιστερεῶνι περιστερὰς ἰδὼν καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἦλθεν ὡς καὶ αὐτὸς τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπεὶ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα τὴν αὐτοῦ γνοῦσαι φύσιν, ἐξήλασαν παίουσαι. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆκε πρὸς τοὺς κολοιοὺς πάλιν. Κἀκεῖνοι διὰ τὸ χρῶμα αὐτὸν οὐκ ἐπιγνόντες, τῆς μεθ’ αὑτῶν διαίτης ἀπεῖρξαν, ὥστε δυοῖν ἐπιθυμήσαντα μηδετέρας τυχεῖν.

Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν, ἀφαιρεῖται καὶ τὰ προσόντα πολλάκις.

Codd. La 105 Lb 72 Le 72 Lf 105 Me 89 Mf 75 Mg 96 Ml 90.

Chambry 165

Κολοιὸς φυγάς — Le choucas échappé. §

[P131]

Κολοιόν τις συλλαϐὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ’ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δέσμου τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. »

Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.

Codd. Pa 123 Pb 130 Pf 67 Ph 70 Mj 84 — La 106 Lb 73 Lc 26 Le 73 Lf 106 Lg 26 Me 90 Mg 97 Ml 91.

Un homme ayant attrapé un choucas et lui ayant lié la patte avec un fil de lin, le donna à son enfant. Mais le choucas, ne pouvant se résigner à vivre avec les hommes, profita d’un instant de liberté pour s’enfuir et revint à son nid. Mais le fil s’étant enroulé aux branches, l’oiseau ne put s’envoler et, se voyant sur le point de mourir, il dit : « Je suis bien malheureux : pour n’avoir pas supporté l’esclavage chez les hommes, je me suis sans m’en douter privé de la vie. »

Cette fable pourrait se dire des hommes qui, en voulant se défendre de médiocres dangers, se sont jetés à leur insu dans des périls plus redoutables.

Chambry 166 §

Chambry 166.1

Κόραξ καὶ ἀλώπηξ — Le corbeau et le renard. §

[P124]

Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποϐαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. »

Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

Codd. Pa 116 Pb 123 Pc 67 Pg 82 Ma 89.

Un corbeau, ayant volé un morceau de viande, s’était perché sur un arbre. Un renard l’aperçut, et, voulant se rendre maître de la viande, se posta devant lui et loua ses proportions élégantes et sa beauté, ajoutant que nul n’était mieux fait que lui pour être le roi des oiseaux, et qu’il le serait devenu sûrement, s’il avait de la voix. Le corbeau, voulant lui montrer que la voix non plus ne lui manquait pas, lâcha la viande et poussa de grands cris. Le renard se précipita et, saisissant le morceau, dit : « Ô corbeau, si tu avais aussi du jugement, il ne te manquerait rien pour devenir le roi des oiseaux. »

Cette fable est une leçon pour les sots.

Chambry 166.2

Aliter — Autre version. §

[P124]

Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ τοῦτον θεασαμένη καὶ βουληθεῖσα τοῦ κρέατος περιγενέσθαι, στᾶσα κάτωθεν, ἐπῄνει αὐτὸν ὡς εὐμεγέθες καὶ καλὸν ὄρνεον λέγουσα καὶ θηρευτικὸν καὶ εὔμορφον καὶ ὅτι « ἁρμόζει σοι βασιλέα εἶναι ὀρνέων, καὶ τοῦτο ἐκ παντὸς ἐγένετο ἄν, εἰ φωνὴν εἶχες· ἀλλ’ ὢ ποῖον ὄρνεον καὶ ἄλαλον ὑπάρχεις. » Ὁ δὲ κόραξ ταῦτα ἀκούσας καὶ χαυνωθεὶς τοῖς ἐπαίνοις εὐθέως ῥίψας τὸ κρέας μεγάλα ἐκεκράγει. Ἡ δὲ ἀλώπηξ δραμοῦσα ἔλαϐε τὸ κρέας καὶ στραφεῖσα ἔφη αὐτῷ· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σε λείπει. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τινα ὑπὸ τῶν κολάκων ἐπαίρεσθαι· πολλάκις γὰρ βλάϐος αὐτῷ ἐκ τούτων γίνεται.

Codd. Ch 66 Cb 58 Ce 60 Cf 64 Mc 58 Md 63 Mh 59 Mk 60 Ml 92 Mm 77.

Chambry 166.3

Aliter — Autre version. §

[P124]

Κόραξ τυρὸν ἔδακνεν· ἡ δὲ πανοῦργος ἀλώπηξ τὸν τυρὸν ἐξέλθουσα φαγεῖν ἐπαίνῳ τὸν κόρακα ἐξηπάτα φάσκουσα ὡς « πάντων ὀρνέων εὐπρεπείᾳ διαφέρεις ἔν τε πτεροῖς καὶ αὐχένι, καὶ στῆθος ἔχεις ἀετοῦ καὶ ὄνυχας· ἀλλ’ ὁ τοιοῦτος ὄρνις ἄφωνος εἶ καὶ κωφός. » Κόραξ δὲ τοῖς ἐπαίνοις χαυνωθεὶς τὸν τυρόν τε τοῦ στόματος ἐκϐαλὼν ἐκεκράγει μεγάλα. Τοῦτον δὲ ἡ ἀλώπηξ ἁρπάσασα ἔφη· « Ἔχεις, κόραξ, ἅπαντα· νοῦς δέ σοι λείπει. »

Ὅτι οὐ δεῖ τινα τοῖς κολάκων ἐπαίνοις τυφοῦσθαι καὶ ἐπαίρεσθαι· βλάϐη γὰρ αὐτοῖς ἀντὶ τῆς τοιαύτης τιμῆς ἕπεται.

Codd. Ba 61 Bb 37.

Chambry 166.4

Aliter — Autre version. §

[P124]
Κόραξ ἐπὶ κλωνὸς καθήμενος δένδρου
κρέας ἔφερεν τῷ στόματι κατέχων.
Τοῦτον δ’ ἀλώπηξ ἄνω θεασαμένη
κάτωθεν ἕστη προσφέρουσα ἐπαίνους·
« Ὄρνεον καλὸν καὶ εὐμέγεθες λίαν
χερσὶ κρατούμενον βασιλικαῖς πρέπεις. »
Ταῦτα λέγουσα προσάγει καὶ « τὸ εἶναι
σὲ βασιλέα ἁπάντων τῶν ὀρνέων,
εἰ οὐκ ἦς σιωπηρὸν καὶ φωνῆς δίχα·
<τοῦτό γ’> εἰκάζω, ἄλαλος οὕτως πέλεις. »
Ἀλλὰ χαυνωθεὶς ὁ κόραξ τοῖς ἐπαίνοις
ῥίψας τὸ κρέας ἐκέκραγε μεγάλως.
Δραμοῦσα δ’ ἀλώπηξ καὶ λαϐοῦσα κρέας·
« Ἔχεις, » ἔφησε, στραφεῖσα πρὸς ἐκεῖνον,
« ἅπαντα, κόραξ, νοῦς δὲ μόνον σοι λείπει. »
Κόραξ τοὺς ὀφθαλμοὺς σώματος ὀρύττει·
ψυχῆς δὲ κόρας ὀρύττει κολακία.
Cod. Cd 57.

Chambry 167 §

Chambry 167.1

Κόραξ καὶ Ἑρμῆς — Le corbeau et Hermès. §

[P323]

Κόραξ ὑπὸ παγίδος κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν. Σωθεὶς δὲ τοῦ κινδύνου τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφ’ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· « Ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερόν σου δεσπότην ἠρνήσω καὶ ἠδίκησας ; »

Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμονες γενόμενοι ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.

Codd. Ba 62 Bb 38 Mb 79.

Un corbeau pris au piège promit à Apollon de lui brûler de l’encens ; mais sauvé du danger, il oublia sa promesse. Pris de nouveau, à un autre piège, il laissa Apollon pour s’adresser à Hermès, à qui il promit un sacrifice. Mais ce dieu lui répondit : « Misérable, comment me fierais-je à toi, qui as renié et frustré ton premier maître ? »

Quand on s’est montré ingrat envers un bienfaiteur, on n’a plus, si l’on tombe dans l’embarras, à compter sur aucun secours.

Chambry 167.2

Aliter — Autre version. §

[P323]

Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιϐανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας ; »

Cod. Bd 31.

Chambry 168

Κόραξ καὶ ὄφις — Le corbeau et le serpent. §

[P128]

Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· « Ἀλλ’ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι. »

Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ’ ἄνδρα ὃς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.

Codd. Pa 120 Pb 127 Pc 69 Pg 84 Ma 90 Mh 58 Cd 69 — La 104 Lb 71 Le 71 Lf 104 Me 88 Mf 74 Mg 95 Ml 84.

Un corbeau à court de nourriture aperçut un serpent qui dormait au soleil ; il fondit sur lui et l’enleva. Mais le serpent se retourna et le mordit, et le corbeau, sur le point de mourir, dit : « Je suis bien malheureux d’avoir trouvé une aubaine telle que j’en meurs. »

On pourrait dire cette fable à propos d’un homme que la découverte d’un trésor met en péril de mort.

Chambry 169 §

Chambry 169.1

Κόραξ νοσῶν — Le corbeau malade. §

[P324]

Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ’ ὑπολαϐοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει ; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη ; »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

Codd. La 136 Mg 98.

Un corbeau malade dit à sa mère : « Prie les dieux, mère, et ne pleure pas. » La mère lui répondit : « Lequel des dieux, mon enfant, aura pitié de toi ? en est-il un à qui tu n’aies pas dérobé de viande ? »

Cette fable montre que ceux qui se sont fait beaucoup d’ennemis dans leur vie ne trouveront pas d’amis, dans le besoin.

Chambry 169.2

Aliter — Autre version. §

[P324]
Κόραξ δὲ νοσῶν τῇ μητρὶ ἐπεφώνει·
« Εὔχου τοῖς θεοῖς, ὦ μῆτερ, καὶ μὴ θρήνει. »
Ἡ δὲ πρὸς αὐτὸν ταῦτα βοῶσα ἔφη·
« Καὶ τίς σε, τέκνον, τῶν θεῶν ἐλεήσει ;
Τίνος γὰρ κρέα ὑπὸ σοῦ οὐκ ἐκλάπη ; »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

Codd. Ch 69 Ca 87 Cb 60 Cd 60 Ce 66 Cf 70 Ma 174 Mb 80 Mc 60 Md 66 Mh 62 Mm 80 Lf 136.

Chambry 169.3

Aliter — Autre version. §

[P324]

Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὔχου τοῖς θεοῖς, μῆτερ, καὶ μὴ κλαῖε. » Ἡ δὲ εἶπεν· « Τίς σε τῶν θεῶν, τέκνον, ἐλεήσει ; τίνος γὰρ αὐτῶν βωμὸς ὑπὸ σοῦ οὐκ ἐσυλήθη ; »

Ὅτι ὁ πάντας ἐν τῷ βίῳ ἐχθροὺς κεκτημένος οὐδένα φίλον ἐν ἀνάγκαις εὑρήσει.

Codd. Ba 63 Bb 39.

Chambry 169.4

Aliter — Autre version. §

[P324]

Κόραξ νοσήσας τῇ μητρὶ κλαιούσῃ εἶπεν· « Εὖξαι τοῖς θεοῖς, ὦ μῆτερ, καὶ τῶν δακρύων ἀπόσχου. » Ἡ δὲ εἶπε· « Καὶ τίς σε τῶν θεῶν, ὦ τέκνον, ἐλεήσει ; τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη ; »

Cod. Bd 32.

Chambry 170 §

Chambry 170.1

Κορυδαλός — L’alouette huppée. §

[P251]

Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. »

Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.

Codd. La 55 Lb 64 Le 64 Lf 55 Lh 27 Me 79 Mf 70 Ml 82 Cf 69.

Une alouette huppée, prise au lacs, disait en gémissant : « Hélas ! pauvre oiseau infortuné que je suis ! Je n’ai dérobé à personne ni or, ni argent, ni quoi que ce soit de précieux : c’est un petit grain de blé qui a causé ma mort. »

Cette fable s’applique à ceux qui, pour un profit mesquin, s’exposent a un grand danger.

Chambry 170.2

Aliter — Autre version. §

[P251]

Κορυδαλὸς εἰς πάγην πεσὼν ἐθρήνει λέγων· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστηνῷ πτηνῷ· οὐ διὰ χρυσόν, οὐ διὰ ἄργυρον, οὐ διὰ ἄλλο τι τῶν τιμίων, διὰ <δὲ> κόκκον σίτου μικρὸν τὸν θάνατον ἐμαυτῷ προεξένησα. »

Ὁ μῦθος δηλοῖ [ὅτι] τοὺς διὰ κέρδος εὐτελὲς ὑφισταμένους θάνατον.

Cod. Ce 65.

Chambry 170.3

Aliter — Κουκουλάτης. §

[P251]
Κουκουλάτου ἔτυχε τοῦ βίου τέλος
καὶ στενάζων ἔλεγε μετὰ δακρύων·
« Οἴμοι τῷ πτωχῷ καὶ ξένῳ καὶ δυστήνῳ·
οὐ χρυσὸν, οὐκ ἄργυρον ἐνοσφισάμην·
κόκκος δὲ μικρὸς τὸν θάνατον προσῆξε
καὶ παγὶς ἐν γῇ μικρὰ ἐγκεκρυμμένη
† περιεῖλέ μου τὴν κουκουλίθραν. † »

Ὁ μῦθος δηλοῖ ὅτι τοὺς πένητας οἵτινες ἐξερχόμενοὶ συνάξαι διατροφὰς συλλαμϐάνονται παρὰ δυναστῶν καὶ κινδυνεύουσι μὴ ἐλεούμενοι ὑπ’ αὐτῶν τετυφλωμένων ὄντων καὶ ἀσυνέτων.

Codd. Ma 176 Md 68 Mh 64 Mm 82.

Chambry 171 §

Chambry 171.1

Κορώνη καὶ κόραξ — La corneille et le corbeau. §

[P125]

Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ’ αὐτῶν μαρτυρεῖσθαι, ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. »

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.

Codd. Pa 117 Pb 124 Ma 91.

La corneille conçut de la jalousie contre le corbeau, parce qu’il donne des présages aux hommes, qu’il leur annonce l’avenir et que pour cette raison il est pris à témoin par eux ; aussi voulut-elle s’arroger les mêmes privilèges. Donc ayant vu passer des voyageurs, elle alla se percher sur un arbre et là poussa de grands cris. À sa voix, les voyageurs se retournèrent, effrayés ; mais l’un d’eux prenant la parole dit : « Allons, amis, continuons notre chemin : ce n’est qu’une corneille, ses cris ne donnent pas de présage. »

Il en est ainsi chez les hommes : ceux qui rivalisent avec de plus forts qu’eux, non seulement ne peuvent les égaler, mais encore ils prêtent à rire.

Chambry 171.2

Aliter — Autre version. §

[P125]

Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ δι’ οἰωνῶν τοῖς ἀνθρώποις μαντεύεσθαι, καὶ διὰ τοῦτο μαρτυρουμένῳ ὡς προλέγοντι τὸ μέλλον, θεασαμένη τινὰς ὁδοιπόρους παριόντας, ἧκεν ἐπί τι δένδρον καὶ στᾶσα μεγάλως ἔκραξεν. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, ὑποτυχών τις ἔφη· « Ἀπίωμεν, ὦ οὗτοι· κορώνη γάρ ἐστιν, ἥτις κέκραγε καὶ οἰωνισμὸν οὐκ ἔχει. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἁμιλλώμενοι, πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι καὶ γέλωτα ὀφλισκάνουσι.

Codd. La 102 Lb 69 Le 69 Lf 102 Me 86 Mf 73 Mg 93 Ml 88.

Chambry 172 §

Chambry 172.1

Κορώνη καὶ κύων — La corneille et le chien. §

[P127]

Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ’ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ. »

Οὕτω πολλοὶ διὰ φόϐον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

Codd. Pa 119 Pb 126 Pc 68 Pf 69 Mb 85 Mj 86.

Une corneille offrant une victime à Athéna invita un chien au banquet du sacrifice. Le chien lui dit : « Pourquoi dépenses-tu ton bien à des sacrifices inutiles ? La déesse, en effet, te hait au point d’ôter toute créance à tes présages. » À quoi la corneille répliqua : « Mais c’est précisément pour cela que je lui sacrifie : je la sais mal disposée à mon égard et je veux qu’elle se réconcilie avec moi. »

C’est ainsi que beaucoup de gens n’hésitent pas à faire du bien à leurs ennemis, parce qu’ils en ont peur.

Chambry 172.2

Aliter — Autre version. §

[P127]

Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐπὶ ἑστίασιν ἐκάλει. Ὁ δὲ πρὸς αὐτὴν ἔφη· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις ; ἡ γὰρ θεὸς οὕτω σε μισεῖ ὡς κἀκ τῶν συντρόφων σοι οἰωνῶν τὴν πίστιν περιελεῖν. » Καὶ ἡ κορώνη πρὸς αὐτόν· « Διὰ τοῦτο μᾶλλον αὐτῇ θύω, ἵνα διαλλαγῇ μοι. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ διὰ κέρδος τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.

Codd. La 103 Lb 70 Le 70 Lf 103 Me 87 Mg 94 Ml 89.

Chambry 173

Κοχλίαι — Les escargots. §

[P54]

Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· « Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε. »

Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.

Codd. Pa 54 Pb 54 Pc 25 — La 82 Lb 31 Lc 42 Le 31 Lf 82 Lg 42 Md 135 Me 38 Mg 40 Mi 109 Mj 36 Mm 49.

L’enfant d’un laboureur grillait des escargots. En les entendant crépiter, il dit : « Misérables bêtes, vos maisons brûlent, et vous chantez ! »

Cette fable montre que tout ce qu’on fait à contre-temps est repréhensible.

Chambry 174

Κύκνος <ἀντὶ χηνὸς ἀπαχθείς> – Le cygne pris pour l’oie. §

[P399]

Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ’ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναϐολὴν ἀπεργάζεται.

Codd. La 78 Lb 19 Le 19 Lf 78 Md 132 Mg 11 Mi 106 Mj 22 Ml 16 Mm 32.

Un homme opulent nourrissait ensemble une oie et un cygne, non point pour le même objet, mais l’un pour son chant, l’autre en vue de sa table. Or lorsque l’oie dut subir le destin pour lequel on l’élevait, il faisait nuit, et le temps ne permettait pas de distinguer les deux volatiles. Mais le cygne, emporté à la place de l’oie, entonne un chant, prélude de son trépas. Sa voix le fit reconnaître et son chant le sauva de la mort.

Cette fable montre que souvent la musique fait ajourner la mort.

Chambry 175

Κύκνος <καὶ δεσπότης> – Le cygne et son maître. §

[P233]

Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ’ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ’ οὐκ ἔθυον. »

Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἃ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.

Codd. Pa 225 Pf 130 Me 167 Mf 138.

Les cygnes chantent, dit-on, au moment de mourir. Or un homme étant tombé sur un cygne mis en vente, et sachant par ouï-dire que c’était un animal très mélodieux, en fit l’acquisition. Un jour qu’il donnait à dîner, il alla chercher le cygne et le pria de chanter pendant le festin. Le cygne alors garda le silence, mais un jour, dans la suite, pensant qu’il allait mourir, il se pleura dans un thrène. Son maître, l’entendant, lui dit : « Si tu ne chantes que quand tu vas mourir, j’ai été bien sot de te prier de chanter jadis au lieu de t’immoler. »

Il arrive ainsi quelquefois que, ce qu’on ne veut pas faire de bonne grâce, on le fait par contrainte.

Chambry 176 §

Chambry 176.1

Κύνες δύο — Les deux chiens. §

[P92]

Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ’ ἄγραν συνελάμϐανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέϐαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ’ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. »

Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.

Codd. Pa 88 Pb 93 Pe 55 Pf 47 Pg 60 Ph 49 Me 58 Mf 52.

Un homme avait deux chiens. Il dressa l’un à chasser et fit de l’autre un gardien du foyer. Or quand le chien de chasse sortait pour chasser et prenait quelque gibier, le maître en jetait une partie à l’autre chien aussi. Le chien de chasse mécontent fit des reproches à son camarade : c’était lui qui sortait et avait le mal en toute occasion, tandis que son camarade, sans rien faire, jouissait du fruit de ses travaux ! Le chien de garde répondit : « Eh mais ! ce n’est pas moi qu’il faut blâmer, mais notre maître qui m’a appris, non à travailler, mais à vivre du travail d’autrui. »

C’est ainsi que les enfants paresseux ne sont pas à blâmer, quand leurs parents les élèvent dans la paresse.

Chambry 176.2

Aliter — Autre version. §

[P92]

Ἔχων τις δύο κύνας, τὸν μὲν ἕτερον θηρεύειν ἐδίδαξε, τὸν δὲ λοιπὸν οἰκοφυλακεῖν. Καὶ δή, εἴ ποτε ὁ θηρευτικὸς ἤγρευέ τι, καὶ ὁ οἰκουρὸς συμμετεῖχεν αὐτῷ τῆς θοίνης. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ κἀκεῖνον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν καθ’ ἑκάστην μοχθεῖ, ἐκεῖνος δὲ μηδὲν πονῶν τοῖς αὐτοῦ τρέφεται πόνοις, ὑπολαϐὼν αὐτὸς εἶπε· « Μὴ ἐμέ, ἀλλὰ τὸν δεσπότην μέμφου, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλὰ πόνους ἀλλοτρίους ἐσθίειν. »

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν νέων οἱ μηδὲν ἐπιστάμενοι οὐ μεμπτοί εἰσιν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἀγάγωσιν.

Codd. La 96 Lb 51 Le 51 Lf 96 Lh 17 Mg 74 Mj 61 Ml 62.

Chambry 177

Κύνες λιμώττουσαι — Les chiens affamés. §

[P135]

Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ’ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέϐη δὲ αὐταῖς πινούσαις διαρραγῆναι πρὶν ἤ τῶν βυρσῶν ἐφικέσθαι.

Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι’ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι.

Codd. Pa 128 Pb 134 Pc 74 Pf 72 Mb 243 Me 95 Mf 80 Mj 89 Cd 70.

Des chiens affamés virent des peaux qui trempaient dans une rivière. Ne pouvant les atteindre, ils convinrent entre eux de boire toute l’eau, pour arriver ensuite aux peaux. Mais il advint qu’à force de boire ils crevèrent avant d’atteindre les peaux.

Ainsi certains hommes se soumettent, dans l’espérance d’un profit, à des travaux dangereux, et se perdent avant d’atteindre l’objet de leurs désirs.

Chambry 178 §

Chambry 178.1

Κυνόδηκτος — L’homme mordu par un chien. §

[P64]

Δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. »

Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

Codd. Pa 62 Pb 64 Pc 31 Pe 31 Pg 41 Ph 31 Ma 45.

Un homme mordu par un chien courait de tous côtés, cherchant quelqu’un pour le guérir. Un quidam lui dit qu’il n’avait qu’à essuyer le sang de sa blessure avec du pain et à le jeter au chien qui l’avait mordu. À quoi le blessé répondit : « Mais, si je fais cela, je serai fatalement mordu par tous les chiens de la ville. »

Pareillement, si vous flattez la méchanceté des hommes, vous les excitez à faire plus de mal encore.

Chambry 178.2

Aliter — Autre version. §

[P64]

Δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν τοῦτον ἰάσασθαι δυνάμενον. Καί τις τῶν παρατυχόντων ἀκούσας ἔφη αὐτῷ· « Ὦ οὗτος, εἰ θέλεις σῴζεσθαι, λαϐὼν ἄρτον, τὸ αἷμα ἐκμάξας τῆς πληγῆς τῷ δακόντι κυνὶ ἐπίδος. » Ὁ δὲ γελάσας ἔφη· « Ἀλλ’ ἐὰν τοῦτο πράξω, δέον ἐστὶν ἵνα ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δηχθήσωμαι. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηρίᾳ δελεαζόμενοι ἔτι μᾶλλον ἀδικεῖν παροξύνονται.

Codd. Ca 55 Cb 37 Cd 34 Ce 38 Cf 43 Ch 44 Mh 37.

Chambry 178.3

Aliter — Autre version. §

[P64]

Δηχθείς τις ὑπὸ κυνὸς τὸν ἰασόμενον περιῄει ζητῶν. Ἐντυχὼν δέ τις αὐτῷ καὶ γνοὺς ὃ ζητεῖ· « Ὦ οὗτος, εἶπεν, εἰ σῴζεσθαι βούλει, λαϐὼν ἄρτον καὶ τούτῳ τὸ αἷμα τῆς πληγῆς ἐκμάξας, τῷ δακόντι κυνὶ φαγεῖν ἐπίδος. » Κἀκεῖνος γελάσας ἔφη· « Ἀλλ’ εἰ τοῦτο ποιήσω, δεῖ με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυκῶν δηχθῆναι. »

Ὁ μῦθος δηλοῖ ὅτι καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ εὐεργετούμενοι μᾶλλον ἀδικεῖν παροξύνονται.

Codd. La 25 Lb 36 Lc 13 Ld 16 Le 36 Lf 25 Lg 13 Md 42 Me 43 Mf 38 Mg 45 Mi 77 Mj 42 Mk 40 Ml 47 Mm 54 Mn 16.

Chambry 179 §

Chambry 179.1

Κύων <ἑστιώμενος> siue Ἄνθρωπος καὶ κύων — Le chien invité ou L’homme et le chien. §

[P328]

Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ’ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ’ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· « Πῶς ἐδείπνησας, φίλος ; » Ὁ δὲ πρὸς αὐτὸν ὑπολαϐὼν ἔφη· « Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.

Codd. La 133 Mg 20.

Un homme préparait un dîner pour traiter un de ses amis et familiers. Son chien invita un autre chien. « Ami, lui dit-il, viens céans dîner avec moi. » L’invité arriva plein de joie, et s’arrêta à regarder le grand dîner, murmurant dans son cœur : « Oh ! quelle aubaine inattendue pour moi ! Je vais bâfrer et m’en donner tout mon soûl, de manière à n’avoir pas faim de tout demain. » Tandis qu’il parlait ainsi à part lui, tout en remuant la queue, comme un ami qui a confiance en son ami, le cuisinier le voyant tourner la queue de-ci, de-là, le prit par les pattes et le lança soudain par la fenêtre. Et le chien s’en retourna en poussant de grands cris. Il trouva sur sa route d’autres chiens ; l’un d’eux lui demanda : « Comment as-tu dîné, l’ami ? » Il lui répondit : « À force de boire je me suis enivré outre mesure, et je ne sais même pas par où je suis sorti. »

Cette fable montre qu’il ne faut pas se fier à ceux qui font les généreux avec le bien d’autrui.

Chambry 179.2

Aliter — Autre version. §

[P328]
Ἄνθρωπος δέ τις δεῖπνον παρετοιμάζει
εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον.
Αὐτοῦ δ’ ὁ κύων ἄλλον κύνα ἐκάλει
λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. »
Ὁ δὲ προσελθὼν χαίρων ἵστατο βλέπων
τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ·
« Βαϐαί, πόση μοι ἄρτι χαρὰ ἐφάνη·
ἐξαπίνης με ἄρτι τοῦτο κατέσχε·
τραφήσομαι γὰρ καὶ εἰς κόρον δειπνήσω,
ἵνα αὔριον μὴ πεινάσω καθόλου. »
Ταῦτα οὖν λέγων καθ’ ἑαυτὸν ὁ κύων
ἔσειε τὴν κέρκον θαρρῶν εἰς τὸν φίλον
τὸν κεκληκότα αὐτὸν ἐπὶ τὸ δεῖπνον.
Ὁ οὖν μάγειρος τοῦτον εὐθὺς ὡς εἶδεν,
οὐρὰν περιστρέφοντα ὧδε κἀκεῖσε,
κατασχὼν αὐτοῦ τοῦ σκέλους παραχρῆμα
ἔρριψεν αὐτὸν ἔξωθεν τῶν θυρίδων.
Ὁ δε κατιὼν ἀπῄει ἀνακράζων.
Τῷ δὲ τῶν κυνῶν ὁδῷ προσυπαντώντων
κἀπερωτώντων· « Πῶς ἐδείπνησας, φίλε ; »
οὗτος πρὸς αὐτοὺς ὑπογελῶν ἐϐόα·
« Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον
οὐδὲ τὴν ὁδὸν ὅθεν ἐξῆλθον εἶδον. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν.

Codd. Ch 16 Ca 22 Cb 16 Cc 13 Cd 16 Mb 81 Mc 21 Mk 22 Lf 133.

Chambry 179.3

Aliter — Autre version. §

[P328]

Ἄνθρωπός τις δεῖπνον ἡτοίμαζεν εἰς τὸ καλέσαι φίλον αὐτοῦ οἰκεῖον. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει λέγων· « Ὦ φίλε, δεῦρο δείπνησον ὧδε. » Ὁ δὲ προσελθὼν καὶ ἰδὼν τὸ μέγα ἐκεῖνο δεῖπνον ἵστατο καὶ διελογίζετο· « Βαϐαί, πόση μοι χαρὰ ἄρτι ἐφάνη· ἐξαπίνης γάρ με αὕτη κατέσχε, καὶ εἰς κόρον μέλλω τρυφῆσαι. » Ταῦτα καθ’ ἑαυτὸν στρέφων ὁ κύων καὶ σείων τὴν κέρκον, ἑώρα πρὸς τὸν φίλον τὸν κεκληκότα ἐπὶ τὸ δεῖπνον. Ὁ οὖν μάγειρος ἰδὼν αὐτὸν τὴν κέρκον ὧδε κἀκεῖσε περιστρέφοντα, κατασχὼν ἐκ τοῦ σκέλους, ἔρριψεν αὐτὸν διὰ τῆς θυρίδος. Ὁ δὲ κατιὼν ἀπῄει κράζων. Τῶν δὲ κυνῶν προσυπαντώντων καὶ ἐπερωτώντων αὐτόν· « Πῶς ἐδείπνησας ; » ὑπολαϐὼν ἔφη πρὸς αὐτούς· « Ἐξ ὧν ἔπιον μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς μηδὲν ἀνύουσιν.

Codd. Ma 151 Md 21 Mh 14 Mi 56 Mm 21.

Chambry 179.4

Aliter — Autre version. §

[P328]

Δεῖπνόν τις εἶχεν. Ὁ δὲ τούτου κύων ἕτερον κύνα φίλον αὐτοῦ ἐκάλει. Ὁ δὲ ἦλθεν. Ὁ μάγειρος δὲ ἄρας αὐτὸν τοῦ σκέλους ἔρριψεν ἔξω. Τῶν κυνῶν δὲ ἐρωτώντων αὐτὸν πῶς ἐδείπνησε· « Τοιαῦτα ἔφη ὅτι οὐδὲ τὴν ὁδὸν οἶδα ὅθεν ἐξῆλθον. »

Ὅτι πολλάκις οἱ ἐκϐληθέντες ὡς ἀνάξιοι δόξης αἰσχυνόμενοι πειρῶνται κενοδοξεῖν διὰ λόγων.

Cod. Ba 27.

Chambry 179.5

Aliter — Autre version. §

[P328]

Δεῖπνόν τις ἐτέλει λαμπρόν. Ὁ δὲ τούτου κύων ἕτερον κύνα διὰ φιλίας εἰς τὸ δεῖπνον μετεκαλεῖτο. Τοῦ δὲ κεκλημένου καταλαϐόντος καὶ ἐν τῷ ὀπτανείῳ περιπολοῦντος, ὁ ὀψοποιὸς τοῦτον ἐκ τοῦ σκέλους λαϐὼν τῆς πύλης ἔξωθεν ἐσφενδόνησεν. Ὁ δὲ ἀναστὰς πρὸς φυγὴν ἐτράπετο. Τῶν δὲ ὑπαντώντων κυνῶν ἐπερομένων αὐτὸν πῶς τῷ δείπνῳ ἐπανεπαύσατο, εἶπε· « Τῇ τρυφῇ καρωθεὶς οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. »

Ὅτι πολλάκις διὰ λόγου τινὲς τὴν ἀτιμίαν αὑτῶν πειρῶνται διασκεδάζειν.

Cod. Bc 21.

Chambry 179.6

Aliter — Autre version. §

[P328]

Δεῖπνόν τις ἄνθρωπος εἶχεν. Ὁ δὲ τούτου κύων ἕτερον κύνα ἑαυτοῦ φίλον ἐπὶ τὸ δεῖπνον ἐκάλει. Ἐλθόντα οὖν ὁ μάγειρος αὐτὸν ἐκ τῶν ποδῶν ἄρας τοῦ μαγειρίου ἔρριψεν ἔξω. Τῶν δὲ λοιπῶν κυνῶν ἐν τῇ ὁδῷ ἐρωτώντων ὅπως ἐδείπνησεν· « Οὕτως, ἔφη, ὥστε οὐδὲ τὴν ὁδὸν εἶδον ὅθεν ἐξῆλθον. »

Cod. Bd 10.

Chambry 180 §

Chambry 180.1

Κύων <θηρευτικὸς καὶ κύνες> – Le chien de combat et les chiens. §

[P329]

Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· « Τί φεύγεις ; » Ὁ δὲ εἶπεν· « Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα. »

Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν.

Codd. Ba 69 Mb 244.

Un chien, nourri dans une maison, était dressé à combattre les bêtes fauves. Un jour qu’il en vit beaucoup rangées en ligne, il brisa le collier de son cou et s’enfuit par les rues. D’autres chiens l’ayant vu, puissant comme un taureau, lui dirent : « Pourquoi te sauves-tu ? — Je sais bien, répondit-il, que je vis dans l’abondance et que j’ai toutes les satisfactions de l’estomac, mais je suis toujours près de la mort, en combattant les ours et les lions. » Alors les chiens se dirent entre eux : « Nous avons une belle vie, quoique pauvre, nous qui ne combattons ni les lions, ni les ours. »

Il ne faut pas, pour la bonne chère et la vaine gloire, attirer sur soi le danger, mais l’éviter au contraire.

Chambry 180.2

Aliter — Autre version. §

[P329]

Κύων θηρευτικὸς ῥήξας τοὺς δεσμοὺς τοῦ τραχήλου ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἕτεροι οἷάπερ ταῦρον ἰδόντες εὐπαθῆ, τὴς αἰτίαν τῆς φυγῆς ἐπηρώτων. Ὁ δὲ εἶπεν· « Ὅτι τροφῇ συζῶ περισσῇ καὶ τὸ σῶμα τὸ ἐμὸν εὐφραίνω οὐκ ἀπαρνοῦμαι· ἀεὶ μέντοι πλησίον εἰμὶ θανάτου ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλῶς ἡμῖν τὸ πενιχρῶς ζῆν οὔτε λέουσιν οὔτε ἄρκοις μαχομένοις. »

Cod. Bd 34.

Chambry 181 §

Chambry 181.1

Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ — Le chien, le coq et le renard. §

[P252]

Κύων καὶ ἀλέκτωρ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐν τῷ ἅμα ὥδευον. Τῆς δὲ νυκτὸς καταλαϐούσης, ἐν τόπῳ ἀλσώδει ἐλθόντες, ὁ μὲν ἀλεκτρυὼν ἐπί τι δένδρον ἀναϐὰς ἐν τοῖς κλάδοις ἐκάθισεν· ὁ δὲ κύων κάτωθεν τῆς ῥαγάδος τοῦ δένδρου ἀφύπνωσε, καὶ τῆς νυκτὸς παρελθούσης καὶ αὐγῆς καταλαϐούσης, ὁ ἀλέκτωρ κατὰ τὸ σύνηθες μεγάλα ἐκεκράγει. Ἀλώπηξ δὲ τούτου ἀκούσασα καὶ βουλομένη αὐτὸν καταθοινήσασθαι, ἐλθοῦσα καὶ στᾶσα κάτωθεν τοῦ δένδρου ἐϐόα πρὸς αὐτόν· « Ἀγαθὸν ὄρνεον εἶ καὶ χρηστὸν τοῖς ἀνθρώποις· κατάϐηθι δὲ ὅπως ᾄσωμεν τὰς νυκτερινὰς ᾠδὰς καὶ συνευφρανθῶμεν ἀμφότεροι. » Ὁ δὲ ἀλέκτωρ ὑπολαϐὼν ἔφη αὐτῇ· « Ἄπελθε, φίλε, κάτωθεν πρὸς τὴν ῥίζαν τοῦ δένδρου καὶ φώνησον τὸν παραμονάριον, ὅπως κρούσῃ τὸ ξύλον. » Τῆς δὲ ἀλώπεκος ἀπελθούσης τοῦ φωνῆσαι αὐτόν, ὁ κύων ἄφνω πηδήσας καὶ τὴν ἀλώπεκα δραξάμενος, διεσπάραξεν αὐτήν.

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ τῶν ἀνθρώπων οἱ φρόνιμοι, ὁπόταν τι κακὸν αὐτοῖς ἐπέλθῃ, ῥᾴδίως πρὸς αὐτὸ ἀντιπαρατάσσονται.

Codd. Ca 88 Ce 64 Cf 68 Mh 65.

Chambry 181.2

Aliter — Autre version. §

[P252]

Κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. Ἑσπέρας δὲ καταλαϐούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναϐάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

Codd. La 36 Lb 63 Le 63 Lf 36 Lh 26 Ma 177 Md 70 Me 78 Mf 69 Mg 87 Ml 81 Mm 84.

Un chien et un coq ayant fait société allaient par chemins. Le soir venu, le coq monta sur un arbre pour y dormir, et le chien se coucha au pied de l’arbre qui était creux. Or le coq ayant, suivant son habitude, chanté avant le jour, un renard l’entendit, accourut et, s’arrêtant en bas de l’arbre, le pria de descendre vers lui ; car il désirait embrasser une bête qui avait une si belle voix. Le coq lui dit d’éveiller d’abord le portier qui dormait au pied de l’arbre : il descendrait, quand celui-ci aurait ouvert. Alors, comme le renard cherchait à parler au portier, le chien bondit brusquement et le mit en pièces.

Cette fable montre que les gens sensés, quand leurs ennemis les attaquent, leur donnent le change en les adressant à de plus forts.

Chambry 182

Κύων καὶ κόχλος — Le chien et le coquillage. §

[P253]

Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· « Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα. »

Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.

Cod. Ma 145.

Un chien habitué à avaler des œufs, voyant un coquillage, ouvrit la gueule et, refermant violemment ses mâchoires, l’avala, le prenant pour un œuf. Mais ses entrailles s’alourdissant, il eut mal et dit : « Je n’ai que ce que je mérite, moi qui ai pris tous les objets ronds pour des œufs. »

Cette fable nous enseigne que ceux qui entreprennent une affaire sans discernement s’empêtrent à leur insu dans d’étranges embarras.

Chambry 183 §

Chambry 183.1

Κύων καὶ λαγωός — Le chien et le lièvre. §

[P136]

Κύων θηρευτικὸς λαγωὸν συλλαϐών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αὐτοῦ τὰ χείλη περιέλειχεν. Ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· « Ἀλλ’, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας. »

Πρὸς ἄνδρα ἀμφίϐολον ὁ λόγος εὔκαιρος.

Codd. Pa 129 Pb 135 Pg 88 Cd 71.

Un chien de chasse, ayant attrapé un lièvre, tantôt le mordait, tantôt lui léchait les babines. Le lièvre excédé lui dit : « Hé ! toi, cesse ou de me mordre ou de me baiser, afin que je sache si tu es mon ennemi ou mon ami. »

Cette fable s’applique à l’homme équivoque.

Chambry 183.2

Aliter — Autre version. §

[P136]

Κύων λαγωὸν διώξας ἐκράτησεν καὶ ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ σαίνων προσέχαιρε καὶ ἐφίλει. Καὶ ὁ λαγωὸς εἶπεν· « Εἰ μὲν φίλος εἶ, τί δάκνεις ; εἰ δὲ ἐχθρός, τί σαίνεις οὐρήν ; »

Ὅτι τοῖς τὸ ἦθος ἀνθρώποις παλίμϐουλον κεκτημένοις οὔτε ἀπιστεῖν ἔνεστι οὔτε πιστεύειν.

Cod. Ba 68.

Chambry 184 §

Chambry 184.1

Κύων καὶ μάγειρος — Le chien et le boucher. §

[P254]

Κύων εἴς τι μαγειρεῖον εἰσελθών, τοῦ μαγείρου ἀσχοληθέντος, καρδίαν ἁρπάσας ἔφυγεν. Ὁ δὲ ἐπιστραφείς, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὅπου ἂν ᾖς, φυλάξομαι σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν δέδωκας. »

Ὁ λόγος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

Codd. Pa 124 Pg 85 Mb 241 — Ce 61 Cf 65 Ch 67 Mh 60.

Chambry 184.2

Aliter — Autre version. §

[P254]

Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εἶπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ’ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ’ ἐμοὶ καρδίαν ἔδωκας. »

Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

Codd. La 34 Lb 61 Lc 17 Ld 24 Le 61 Lf 34 Lg 17 Ma 172 Mc 56 Md 64 Me 76 Mf 67 Mg 85 Ml 79 Mm 78 Mn 24.

Un chien, s’étant élancé dans une boucherie, y saisit un cœur, tandis que le boucher était occupé, et prit la fuite. Le boucher s’étant retourné et le voyant fuir, s’écria : « Toi, sache bien que, partout où tu seras, je te tiendrai à l’œil : car ce n’est pas à moi que tu as pris le cœur, bien au contraire tu m’en as donné. »

Cette fable montre que souvent les accidents sont des enseignements pour les hommes.

Chambry 184.3

Aliter — Autre version. §

[P254]
Κύων εὑρὼν μάγειρον ἐν μαγειρείῳ
ἀσχολούμενον εἰς τὸ ποιῆσαι ὄψα,
ἁρπάσας ἔφυγεν καρδίαν προϐάτου.
Ἔφησε δ’ ὁ μάγειρος πρὸς κύνα οὕτως·
« Ὦ κακὲ κύων, οὐκ ἂν ἐμὲ λανθάνοις·
ἢν γὰρ ἐμοῦ καρδίαν δοκεῖς λαμϐάνειν,
ταύτην ἐγὼ ἔλαϐον διπλῆν ἐκ σοῦ γε. »

Ἐκεῖνα μανθάνει τις ἅπερ μαθεῖν φέρει ἡ τύχη.

Cod. Cd 58.

Chambry 185 §

Chambry 185.1

Κύων <κοιμώμενος> καὶ λύκος — Le chien endormi et le loup. §

[P134]

Κύων πρὸ ἐπαύλεώς τινος ἐκοιμᾶτο. Λύκος δὲ θεασάμενος καὶ συλλαϐὼν οἷός τε ἦν καταφαγεῖν. Ὁ δὲ αὐτοῦ ἐδεήθη πρὸς τὸ παρὸν μεθεῖναι αὐτόν, λέγων· « Νῦν μὲν λεπτός εἰμι καὶ ἰσχνός· μέλλουσι δέ μου οἱ δεσπόται γάμους ἄγειν· ἐὰν οὖν ἀφῇς με νῦν, ὕστερον λιπαρώτερον καταθοινήσῃ με. » Ὁ δὲ πεισθεὶς τότε μὲν ἀπέλυσε· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθών, ὡς ἐθεάσατο αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον, ἐκάλει πρὸς αὑτὸν, ὑπομιμνῄσκων τῶν ὁμολογιῶν. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ’, ὦ λύκε, ἐὰν αὖθίς με πρὸ τῆς ἐπαύλεως κοιμώμενον ἴδῃς, μηκέτι γάμους ἀναμείνῃς. »

Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσι, ταῦτα εἰς ὕστερον φυλάσσονται.

Codd. Pa 127 Pb 133 Pc 73 Pf 71 Pg 87 Mb 83 Mj 88.

Chambry 185.2

Aliter — Autre version. §

[P134]

Κύων πρό τινος ἐπαύλεως ἐκοιμᾶτο. Λύκος δὲ τοῦτον θεασάμενος ἔδραμεν ἐπ’ αὐτόν, μέλλων αὐτὸν καταφαγεῖν. Ὁ δὲ κύων ἐδέετο αὐτοῦ ὅπως μὴ θύσῃ αὐτόν, λέγων· « Νῦν, ὦ κύριέ μου, μὴ φάγῃς με, ὅτι λεπτός εἰμι καὶ ἰσχνὸς καὶ πτωχός· μικρὸν δὲ ἀνάμεινόν με· μέλλουσι γὰρ οἱ ἐμοὶ δεσπόται γάμους ποιῆσαι, καὶ ἐὰν ἄρτι ἐάσῃς με, φαγὼν περισσότερον, λιπαρώτερος γενήσομαι καὶ τότε κρείττων τίς σοι φανήσομαι. » Ὁ δὲ πεισθεὶς τοῖς λόγοις αὐτοῦ τότε μὲν κατέλιπεν αὐτόν· μεθ’ ἡμέρας δὲ ὀλίγας ἐλθὼν ἐζήτει αὐτὸν καὶ εὑρίσκει αὐτὸν ἐπὶ τοῦ δώματος κοιμώμενον. Ὁ δὲ σταθεὶς κάτω ἐπεκαλεῖτο αὐτόν, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. Ὑπολαϐὼν δὲ ὁ κύων ἔφη αὐτῷ· « Ὦ λύκε, ἐὰν ἀπὸ τοῦ νῦν πρὸ τῆς ἐπαύλεως ἴδῃς με, μηκέτι γάμους ἀναμείνῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι οὕτω οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες ἐκφύγωσιν, ὕστερον ταῦτα φυλάττονται.

Codd. Ca 86 Cb 59 Ce 62 Cf 66 Ch 68 Mc 59 Mh 61 Mk 61.

Chambry 185.3

Aliter — Autre version. §

[P134]

Κύων πρὸ ἐπαύλεώς τινος ἐκάθευδε. Λύκου δ’ ἐπιδραμόντος καὶ βρῶμα μέλλοντος θήσειν αὐτὸν, ἐδεῖτο μὴ νῦν αὐτὸν καταθῦσαι. « Νῦν μὲν γάρ, φησί, λεπτός εἰμι καὶ ἰσχνός· ἂν δὲ μικρὸν ἀναμείνῃς, μέλλουσιν οἱ ἐμοὶ δεσπόται ποιήσειν γάμους, κἀγὼ τηνικαῦτα πολλὰ φαγὼν πιμελέστερος ἔσομαι, καὶ σοὶ ἡδύτερον βρῶμα γενήσομαι. » Ὁ μὲν οὖν λύκος πεισθεὶς ἀπῆλθε· μεθ’ ἡμέρας δ’ ἐπανελθὼν εὗρεν ἄνω ἐπὶ τοῦ δώματος τὸν κύνα καθεύδοντα, καὶ στὰς κάτωθεν πρὸς ἑαυτὸν ἐκάλει, ὑπομιμνῄσκων αὐτὸν τῶν συνθηκῶν. Καὶ ὁ κύων· « Ἀλλ’, ὦ λύκε, εἰ τὸ ἀπὸ τοῦδε πρὸ τῆς ἐπαύλεώς με ἴδοις καθεύδοντα, μηκέτι γάμους ἀναμείνῃς. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν περί τι κινδυνεύσαντες σωθῶσι, διὰ βίου τοῦτο φυλάττονται.

Codd. La 35 Lb 62 Lc 44 Le 62 Lf 35 Lg 44 Lh 25 Ma 173 Md 65 Me 77 Mf 68 Mg 86 Ml 80 Mm 79.

Un chien dormait devant une ferme. Un loup fondit sur lui, et il allait faire de lui son repas, quand le chien le pria de ne pas l’immoler tout de suite : « À présent, dit-il, je suis mince et maigre ; mais attends quelque temps : mes maîtres vont célébrer des noces ; moi aussi j’y prendrai de bonnes lippées, j’engraisserai et je serai pour toi un manger plus agréable. » Le loup le crut et s’en alla. À quelque temps de là il revint, et trouva le chien endormi dans une pièce haute de la maison ; il s’arrêta en bas et l’appela, lui rappelant leurs conventions. Alors le chien : « Ô loup, dit-il, si à partir d’aujourd’hui tu me vois dormir devant la ferme, n’attends plus de noces »

Cette fable montre que les hommes sensés, quand ils se sont tirés d’un danger, s’en gardent toute leur vie.

Chambry 185.4

Aliter — Autre version. §

[P134]
Καθεύδων κύων ἐν αὐλῇ τοῦ δεσπότου,
λύκος ἐθεάσατο νυκτί γε τοῦτον
καὶ δραμὼν ἐκράτησεν ἐκ τοῦ σφονδύλου.
Ὁ δὲ κύων ἔφη πρὸς τὸν λύκον οὕτως·
« Μηδαμῶς, ὦ κύριε, κατεστιάσῃ·
πτωχὸς γάρ εἰμι τὰ νῦν καὶ νεύρων πλήρης
καὶ πρὸς δεῖπνον χείριστος τῷ εὐωχοῦντι·
ἀλλὰ μικρόν με μέθες· καὶ γὰρ ἐλπίζω
ὡς οἱ ἐμοὶ δεσπόται γάμους ποιοῦσιν,
καὶ πλεῖστα φαγὼν λιπαρόσαρκος γένω
καὶ τότε φαγών με, εὐφρανῶ σου γεῦσιν. »
Ὁ δ’ αἱμοϐόρος καὶ μωρὸς ὄντως λύκος
πεισθεὶς τοῖς λόγοις ἀφίησι τὸν κύνα.
Αὖθις δὲ ἦλθεν ὁ λύκος μεθ’ ἡμέρας,
ἀλλ’ οἴκοι κοιμώμενον εὗρε τὸν κύνα,
καὶ κάτω σταθεὶς πρὸς αὐτὸν ἐπεϐόα·
« Τὰς συνθήκας, ἔλεγε, ποιεῖ μοι, φίλε. »
« Ἂν ἀπὸ τοῦ νῦν, ὁ κύων ἀντεφώνει,
πρὸς ἔπαυλιν εὕδοντα ἐφεύρῃς, φίλε,
μηδαμῶς ἀναμείνῃς δεσπότου γάμους. »
Ὁ αὔριον ὄρνις τοῦ σήμερον κρεῖττον.
Cod. Cd 59.

Chambry 186 §

Chambry 186.1

Κύων κρέας φέρουσα — Le chien qui porte de la viande. §

[P133]

Κύων κρέας ἔχουσα ποταμὸν διέϐαινε· θεασαμένη δὲ τὴν ἑαυτῆς σκιὰν κατὰ τοῦ ὕδατος, ὑπέλαϐεν ἑτέραν κύνα εἶναι μεῖζον κρέας ἔχουσαν. Διόπερ ἀφεῖσα τὸ ἴδιον ὥρμησεν ὡς τὸ ἐκείνης ἀφαιρησομένη. Συνέϐη δὲ αὐτῇ ἀμφοτέρων στερηθῆναι, τοῦ μὲν μὴ ἐφικομένῃ, διότι οὐδὲ ἦν, τοῦ δὲ, ὅτι ὑπὸ τοῦ ποταμοῦ παρεσύρη.

Πρὸς ἄνδρα πλεονέκτην ὁ λόγος εὔκαιρος.

Codd. Pb 132 Pa 126 Pc 72 Ma 92.

Un chien tenant un morceau de viande traversait une rivière. Ayant aperçu son ombre dans l’eau, il crut que c’était un autre chien qui tenait un morceau de viande plus gros. Aussi, lâchant le sien, il s’élança pour enlever celui de son compère. Mais le résultat fut qu’il n’eut ni l’un ni l’autre, l’un se trouvant hors de ses prises, puisqu’il n’existait même pas, et l’autre ayant été entraîné par le courant.

Cette fable s’applique au convoiteux.

Chambry 186.2

Aliter — Autre version. §

[P133]

Κύων κρέας φέρων ποταμὸν διέϐαινε· θεασάμενος δὲ τὴν ἑαυτοῦ σκιὰν κατὰ τοῦ ὕδατος ὑπέλαϐεν ἕτερον κύνα εἶναι μεῖζον κρέας κατέχοντα, καὶ ἀφεὶς τὸ ἴδιον ὥρμησεν τὸ ἐκείνου λαϐεῖν. Συνέϐη δὲ αὐτὸν ἀπολέσαι ἀμφότερα, τὸ μὲν, διότι οὐδὲ ἦν, ὅτι ὃ κατεῖχεν ὑπὸ τοῦ ῥεύματος κατεσύρη.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ πλειόνων ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀπόλλουσιν.

Codd. Ch 71 Cb 61 Ce 63 Cf 67 Mc 61 Md 69 Ml 93 Mm 83.

Chambry 186.3

Aliter — Autre version. §

[P133]

Κύων κρέας ἔφερεν εἰς τὸ ποιῆσαι δεῖπνον· σκιὰν δὲ τὴν αὐτοῦ ἰδὼν εἰς ποταμὸν ἑστῶσαν, κρέας φέρουσαν κἀκείνην ὡς καὶ αὐτός, ῥίψας τὸ οἰκεῖον ἐγύρευε τὸ ξένον· καὶ ῥεῦμα τούτου προσέσυρε τὸ κρέας· τὸ δ’ ἄλλο ἠφάνισται, καὶ γὰρ οὐκ ἦν γε· ἀμφότερα γὰρ παρέσυρε τὸ ῥεῦμα.

Τοῦτο παρίστησι σαφῶς ὡς ὁ λιχνεύων τὸ μέγιστον χαίνει καὶ τὸ ἧττον, καὶ ὁ θέλων πλεῖστα ἐσθίειν χαίνει καὶ τὰ μικρὰ.

Cod. Cd 62.

Chambry 186.4

Aliter — Autre version. §

[P133]

Κύων ἐκ μαγειρείου κρέας κλέψας ποταμὸν διεπέρα· τὴν δὲ σκιὰν τοῦ κρέατος μείζω ἰδών, εἰς τὸ ὕδωρ ἐφῆκε τὸ κρέας καὶ τῇ σκιᾷ ἐπέδραμεν· κἀκείνης μὲν ἠστόχησε, προσαπώλεσε δὲ καὶ τὸ κρέας ὃ εἶχεν.

Ὅτι ὁ τοῦ ἀπλήστου ἀνδρὸς βίος ταῖς ματαίαις ἐλπίσι καὶ ἀϐεϐαίοις ἀναλοῦται.

Codd. Ba 66 Bb 42.

Chambry 187 §

Chambry 187.1

Κύων κωδωνοφορῶν — Le chien à la sonnette. §

[P332]

Λάθρᾳ κύων ἔδακνε. Τούτῳ δὲ ὁ δεσπότης κώδωνα ἐκρέμασεν, ὥστε πρόδηλον εἶναι τοῖς πᾶσι. Οὗτος δὲ τὸν κώδωνα σείων ἐν τῇ ἀγορᾷ ἠλαζονεύετο. Γραῦς δὲ κύων εἶπεν αὐτῷ· « Τί φαντάζῃ ; οὐ δι’ ἀρετὴν τοῦτον φορεῖς, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. »

Ὅτι οἱ τῶν ἀλαζόνων κενόδοξοι τρόποι πρόδηλοί εἰσι δηλοῦντες τὴν ἀφανῆ κακίαν.

Codd. Ba 71 Bb 45 Mb 84.

Un chien mordait à la sourdine. Son maître lui pendit une sonnette, pour le signaler à tout le monde. Or lui, secouant sa sonnette, faisait le glorieux sur la place publique. Une vieille chienne lui dit : « Qu’as-tu à te pavaner ? Ce n’est point à cause de ta vertu que tu portes cette sonnette, mais bien pour dénoncer ta méchanceté cachée. »

Les manières glorieuses des fanfarons laissent voir visiblement leur méchanceté secrète.

Chambry 187.2

Aliter — Autre version. §

[P332]

Λάθρᾳ κύων ἔδακνε τοὺς ἐντυγχάνοντας. Ὥστε δὲ εἶναι τοῦτον διάδηλον, <ὁ δεσπότης> κώδωνα ἐπὶ τοῦ τραχήλου ἐκρέμασε. Αὐτὸς δὲ ἐπὶ τούτῳ ἠλαζονεύετο. Γέρων δὲ κύων αὐτὸν ἰδὼν ἔφη· « Ὦ μάταιε, τί ἐπὶ τούτῳ μέγα κομπάζεις ; οὐ γὰρ δι’ ἀρετὴν τοῦτον φέρεις, ἀλλὰ δι’ ἔλεγχον τῆς κεκρυμμένης σου κακίας. »

Cod. Bd 36.

Chambry 188 §

Chambry 188.1

Κύων <λέοντα διώκων> καὶ ἀλώπηξ — Le chien qui poursuit un lion et le renard. §

[P132]

Κύων θηρευτικὸς λέοντα ἰδών, τοῦτον ἐδίωκεν. Ὡς δὲ ἐπιστραφεὶς ὁ λέων ἐϐρυχήσατο, φοϐηθεὶς εἰς τοὐπίσω ἔφυγεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἔφη· « Ὦ κακὴ κεφαλή, σὺ λέοντα ἐδίωκες, οὗ οὐδὲ τὸν βρυχηθμὸν ὑπέμεινας ; »

Ὁ λόγος λεχθείη ἂν ἐπ’ ἀνδρῶν αὐθάδων οἳ κατὰ πολὺ δυνατωτέρων συκοφαντεῖν ἐπιχειροῦντες, ὅταν ἐκεῖνοι ἀντιστῶσιν, εὐθέως ἀναχαιτίζουσιν.

Codd. Pa 125 Pb 131 Pc 71 Pf 70 Pg 86 Ma 175 Mb 82 Md 67 Me 94 Mf 79 Mh 63 Mj 87 Mm 81 Ch 70.

Un chien de chasse, ayant aperçu un lion, s’était mis à sa poursuite. Mais le lion se retourna et se mit à rugir. Alors le chien eut peur et rebroussa chemin. Un renard le vit et lui dit : « Pauvre sire, tu poursuivais le lion, et tu n’as même pas pu supporter son rugissement. »

On pourrait conter cette fable à propos des présomptueux qui se mêlent de dénigrer des gens plus puissants qu’eux, et qui se rejettent brusquement en arrière, quand ceux-ci leur font tête.

Chambry 188.2

Aliter — Autre version. §

[P132]
Κύων λέοντα διώκει κατὰ κράτος.
Λέων δὲ στραφεὶς καὶ βρυχησάμενός γε
ᾤχετο φυγὰς τρομάξας εἰς τοὐπίσω.
Τοῦτον δ’ ἀλώπηξ προσιδοῦσ’ ἐπεφώνει·
« Πῶς σὺ διώκεις οὗ τὴν φωνὴν οὐ φέρεις ; »

Ἄφρων δ’ ὃς ἐθέλει πρὸς κρείττονας ἀντιφερίζειν· νίκης τε στέρεται <καὶ> πρὸς τούτοις γελοῖα πάσχει.

Cod. Cd 61.

Chambry 189

Κώνωψ καὶ λέων — Le cousin et le lion. §

[P255]

Κώνωψ πρὸς λέοντα ἐλθὼν εἶπεν· « Οὔτε φοϐοῦμαί σε, οὔτε δυνατώτερός μου εἶ· εἰ δὲ μή, τί σοί ἐστιν ἡ δύναμις ; ὅτι ξύεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι ; τοῦτο καὶ γυνὴ τῷ ἀνδρὶ μαχομένη ποιεῖ. Ἐγὼ δὲ λίαν ὑπάρχω σου ἰσχυρότερος. Εἰ δὲ θέλεις, ἔλθωμεν καὶ εἰς πόλεμον. » Καὶ σαλπίσας ὁ κώνωψ ἐνεπήγετο, δάκνων τὰ περὶ τὰς ῥίνας αὐτοῦ ἄτριχα πρόσωπα. Καὶ ὁ λέων τοῖς ἰδίοις ὄνυξι κατέλυεν ἑαυτόν, ἕως ἀπηύδησεν. Ὁ δὲ κώνωψ νικήσας τὸν λέοντα, σαλπίσας καὶ ἐπινίκιον ᾄσας, ἔπτατο· καὶ ἀράχνης δεσμῷ ἐμπλακεὶς ἐσθιόμενος ἀπωδύρετο πῶς μεγίστοις πολεμῶν ὑπό εὐτελοῦς ζῴου, τῆς ἀράχνης, ἀπώλετο.

Cod. T 6.

Un cousin s’approcha d’un lion et lui dit : « Je n’ai pas peur de toi, et tu n’es pas plus puissant que moi. Si tu prétends le contraire, montre de quoi tu es capable. Est-ce d’égratigner avec tes griffes et de mordre avec tes dents ? Une femme même qui se bat avec son mari en fait autant. Moi, je suis beaucoup plus fort que toi ; si tu veux, je te provoque même au combat. » Et, sonnant de la trompe, le cousin fondit sur lui, mordant le museau dépourvu de poil autour des narines. Quant au lion, il se déchirait de ses propres griffes, jusqu’à ce qu’il renonça au combat. Le cousin, ayant vaincu le lion, sonna de la trompe, entonna un chant de victoire, et prit son essor. Mais il s’empêtra dans une toile d’araignée, et, se sentant dévorer, il gémissait, lui qui faisait la guerre aux plus puissants, de périr par le fait d’un vil animal, une araignée.

Chambry 190 §

Chambry 190.1

Κώνωψ καὶ ταῦρος — Le cousin et le taureau. §

[P137]

Κώνωψ ἐπιστὰς κέρατι ταύρου καὶ πολὺν χρόνον ἐπικαθίσας, ἐπειδὴ ἀπαλλάττεσθαι ἔμελλεν, ἐπυνθάνετο τοῦ ταύρου εἰ ἤδη βούλεται αὐτὸν ἀπελθεῖν. Ὁ δὲ ὑποτυχὼν εἶπεν· « Ἀλλ’ οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν ἀπέλθῃς, γνώσομαι. »

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ἀδύνατον, ὃς οὔτε παρὼν οὔτε ἀπὼν ἐπιϐλαϐὴς ἢ ὠφέλιμός ἐστι.

Codd. Pa 130 Pb 136 Pc 75.

Un cousin s’était posé sur la corne d’un taureau. Après y être resté longtemps, comme il allait partir, il demanda au taureau s’il désirait qu’enfin il s’en allât. Le taureau répondit : « Quand tu es venu, je ne t’ai pas senti, et quand tu t’en iras, je ne te sentirai pas non plus. »

On pourrait appliquer cette fable à l’homme impuissant dont ni la présence ni l’absence ne peuvent nuire ou servir.

Chambry 190.2

Aliter — Κώνωψ καὶ βοῦς. §

[P137]

Κώνωψ ἐπὶ κέρατος βοὸς ἐκαθέσθη καὶ ηὔλει. Εἶπε δὲ πρὸς τὸν βοῦν· « Εἰ βαρῶ σου τὸν τένοντα, ἀναχωρήσω. » Ὁ δὲ ἔφη· « Οὔτε, ὅτε ἦλθες, ἔγνων, οὔτε, ἐὰν μένῃς, μελήσει μοι. »

[Ὅτι] τοὺς εὐτελεῖς καὶ ἀδόξους [καὶ] μαχομένους τυράννοις ἔλέγχει ὁ μῦθος.

Codd. Ba 70 Bb 44 Bd 35.

Chambry 191 §

Chambry 191.1

Λαγωοὶ καὶ ἀλώπεκες — Les lièvres et les renards. §

[P256]

Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. »

Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.

Codd. Pa 157 Pb 160 Ca 108 — La 111 Lb 79 Le 79 Lf 111 Lh 36 Mg 104 Ml 99.

Les lièvres un jour, étant en guerre avec les aigles, appelèrent à leur secours les renards. Ceux-ci répondirent : « Nous serions venus à votre aide, si nous ne savions qui vous êtes, et qui vous combattez. »

Cette fable montre que ceux qui se mettent en lutte avec de plus puissants font fi de leur salut.

Chambry 191.2

Aliter — Autre version. §

[P256]

Λαγωοί ποτε παρατασσόμενοι ἀετοὺς πολεμῆσαι παρεκάλουν ἐλθεῖν εἰς συμμαχίαν αὐτῶν ἀλώπεκας. Αἱ δὲ εἶπον· « Ἐϐοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἦτε καὶ τίσιν ἐπολεμεῖτε. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ μαχόμενοι τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσιν.

Codd. Pf 73 Me 96 Mf 81 Mj 90.

Chambry 192 §

Chambry 192.1

Λαγωοὶ καὶ βάτραχοι — Les lièvres et les grenouilles. §

[P138]

Λαγωοὶ καταγνόντες τῆς ἑαυτῶν δειλίας ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνόν, ᾧ λίμνη ὑπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας αὑτοὺς εἰς τὰ βαθῆ τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς αὐτούς· « Ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοῦ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῷα. »

Οὕτω καὶ τοῖς ἀνθρώποις αἱ τῶν ἄλλων συμφοραὶ τῶν ἰδίων δυστυχημάτων παραμυθίαι γίνονται.

Codd. Pa 133 Pb 137 Pc 76 Pg 91 Ma 93 Ca 89.

Chambry 192.2

Aliter — Autre version. §

[P138]
Οἱ λαγωοὶ δὲ ἅπαντες συνελθόντες
ἐϐόων ταῦτα πρὸς ἀλλήλους θρηνοῦντες·
« Ἵνα τί δεινός ἐστιν ἡμῶν ὁ βίος ;
καὶ γὰρ ἀετοὶ ἄνθρωποί τε καὶ κύνες
ἅπαντες ἡμᾶς πειρῶνται καταθῦσαι.
Βέλτιον οὖν ἦν ἑαυτοὺς θανατῶσαι
καὶ μὴ κακίστῳ ζῆν οὕτως ἐν <τῷ> φόϐῳ. »
Ταῦτα δὲ αὐτῶν πρὸς ἀλλήλους εἰπόντων,
ἀπεκίνησαν πρὸς λίμνην πεπτωκέναι.
Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες
ἀπερρίφησαν εἰς τὸ ὕδωρ αὐτίκα.
Εἷς δὲ λαγωὸς στρατηγέτης ὑπάρχων
ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐϐόα·
« Στῆτε, ἀδελφοί, μηδὲν κακὸν παθόντες·
ὡς γὰρ ὁρᾶτε, δειλότερα τυγχάνει
ταῦτα τὰ ζῷα πλέον ἡμῶν ἁπάντων. »

Οὗτος ὁ μῦθος δηλοῖ ὅτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παρηγορίαν φέρει τὸ καὶ ἑτέρους ὁρᾶν κακοπαθοῦντας.

Codd. Cg 23 Ch 98 Ca 150 Cb 80 Ce 89 Cf 94 Mc 78.

Chambry 192.3

Aliter — Autre version. §

[P138]
Ὅλοι λαγωοὶ συναχθέντες εἰς ἕνα
βουλὴν βουλεύονται πάντες συμπνιγῆναι.
« Πάντη γάρ ἐστι δεινὸς ἡμῶν ὁ βίος.
Γένος γὰρ κυνῶν, ἀνθρώπων καὶ ὀρνέων
καὶ πᾶν τὸ κατὰ γαῖαν ἡμᾶς ἐκθλίϐει. »
Ταῦτα δὲ αὐτοὶ εἰπόντες πρὸς ἀλλήλους
ἀπεκίνησαν εἰς λίμνην πεπτωκέναι.
Οἱ δὲ βάτραχοι τούτους εὐθὺς ἰδόντες
ἀπεπήδησαν, ὡς ἔθος τοῖς βατράχοις.
Εἷς δὲ λαγωὸς στρατηγέτης τυγχάνων
ἐμειδίασε καὶ πρὸς αὐτοὺς ἐϐόα·
« Στῆτε, ἀδελφοί, μηδὲν κακὸν ποιοῦντες·
ἰδοῦ καὶ γένος ἄλλον ἡμᾶς δειμαίνει. »

Τοῦτο οὕτως λέγει· οἱ πτωχοὶ καὶ ἀδύνατοι ἀνθρώποι αἱροῦνται μᾶλλον θανεῖν ἢ καταφρονεῖσθαι· ἐπὰν δέ τινας ἴδωσιν αὐτῶν ἐπιδεομένους, οὐκέτι μέμνηνται τοῦ θανάτου.

Cod. Cd 97.

Chambry 192.4

Aliter — Autre version. §

[P138]

Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ’ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· « Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ’ ἐστὶ ζῷα δειλότερα. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.

Codd. La 57 Lb 95 Le 95 Lf 57 Lh 47 Me 144 Mf 119 Mg 119 Mj 118 Ml 123.

Les lièvres s’étant un jour assemblés se désolaient entre eux d’avoir une vie si précaire et pleine de crainte : n’étaient-ils pas en effet la proie des hommes, des chiens, des aigles et de bien d’autres animaux ? Il valait donc mieux périr une bonne fois que de vivre dans la terreur. Cette résolution prise, ils s’élancent en même temps vers l’étang, pour s’y jeter et s’y noyer. Mais les grenouilles, accroupies autour de l’étang, n’eurent pas plus tôt perçu le bruit de leur course qu’elles sautèrent dans l’eau. Alors un des lièvres, qui paraissait être plus fin que les autres, dit : « Arrêtez, camarades ; ne vous faites pas de mal ; car, vous venez de le voir, il y a des animaux plus peureux encore que nous. »

Cette fable montre que les malheureux se consolent en voyant des gens plus malheureux qu’eux.

Chambry 192.5

Aliter — Autre version. §

[P138]

Οἱ λαγωοὶ πάντες εἰς ἓν συνελθόντες εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες καὶ ἄνδρες ἡμᾶς καταπονοῦσιν· βέλτιον οὖν ἐστιν ἡμᾶς ῥῖψαι ἑαυτοὺς ἐν τῇ πλησίον λίμνῃ καὶ διαφθαρῆναι. » Ταῦτα εἰπόντες ἀπῄεσαν. Οἱ δὲ ἐπὶ τῆς ὄχθης καὶ τοῦ χείλους τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν ἑαυτοὺς ἐν τῇ λίμνῃ ἐκ τοῦ φόϐου. Εἷς δέ τις γερὼν λαγωὸς ἔφη· « Στῆτε, καὶ μὴ ἀπογνῶμεν ἑαυτῶν· εἰσὶ γάρ, ὡς ὁρᾶτε, καὶ ὑπὲρ ἡμᾶς ἄλλοι δειλότεροι. »

Ὁτι τοῖς δυστυχοῦσιν οὐ τὴν τυχοῦσαν παραμυθίαν φέρει τὸ καὶ ἑτέρους χείρονα παθόντας ὁρᾶν.

Codd. Ba 101 Bb 62.

Chambry 192.6

Aliter — Autre version. §

[P138]

Οἱ λαγωοὶ συναχθέντες ἑαυτοῖς εἶπον· « Ἀϐίωτός ἐστιν ἡμῶν ὁ βίος· καὶ γὰρ ἀετοὶ καὶ κύνες τε καὶ ἄνδρες ὡς οὐδὲν πάντες καταπονοῦσιν ἡμᾶς. Βέλτιόν ἐστιν ἡμᾶς ῥῖψαι ἐν τῇ λίμνῃ καὶ πνιγῆναι. » Ταῦτ’ οὖν εἰπόντες ἀπῄεσαν ἐν λίμνῃ. Οἱ δὲ ἐπὶ ταῖς ὄχθαις τῆς λίμνης βάτραχοι τούτους ἰδόντες ἔρριψαν αὑτοὺς ἐν λίμνῃ ἐκ τοῦ φόϐου. Εἷς δέ τις γέρων λαγωὸς ἔφη πρὸς τοὺς ἑτέρους· « Στῆτε, φίλοι, καὶ μὴ ἑαυτοὺς ἀποπνίξωμεν· εἰσὶ γὰρ καὶ ἄλλα ζῷα, ὡς ὁρᾶτε, δειλότερα ἡμῶν. »

Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἑαυτὸν ἀπογινώσκειν δι’ εὐτέλειαν σώματος ἢ πλούτου, ἀλλὰ πανηγορεῖν ἑαυτόν.

Codd. Md 88 Mh 80 Mi 4 Mm 106.

Chambry 193

Λαγωὸς καὶ ἀλώπηξ — Le lièvre et le renard. §

[P333]

Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν ; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· « Σὺν κακῷ μέν, ἀλλ’ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ’ ἀπὸ τοῦ δολοῦν. »

Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέϐη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

Cod. Ba 100.

Le lièvre dit au renard : « Fais-tu réellement beaucoup de profits, et peux-tu dire pourquoi on t’appelle le « profiteur ? » — Si tu en doutes, répondit le renard, viens chez moi, je t’offre à dîner. » Le lièvre le suivit. Or à l’intérieur le renard n’avait rien à dîner que le lièvre. Le lièvre lui dit : « J’apprends pour mon malheur, mais enfin j’apprends d’où te vient ton nom : ce n’est pas de tes gains, mais de tes ruses. »

Il arrive souvent de grands malheurs aux curieux qui s’abandonnent à leur maladroite indiscrétion.

Chambry 194

Λάρος καὶ ἰκτῖνος — La mouette et le milan. §

[P139]

Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· « Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ. »

Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιϐαλλόμεμοι εἰκότως δυστυχοῦσιν.

Codd. Pa 134 Pf 74 Ca 112 Me 97 Mj 91.

Une mouette ayant avalé un poisson, son gosier éclata et elle resta étendue morte sur le rivage. Un milan, l’ayant aperçue, dit : « Tu n’as que ce que tu mérites, puisque, née oiseau, tu cherchais ta vie sur la mer. »

Ainsi les gens qui abandonnent leur propre métier pour en prendre un qui n’est pas le leur sont justement malheureux.

Chambry 195 §

Chambry 195.1

Λέαινα καὶ ἀλώπηξ — La lionne et le renard. §

[P257]

Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. »

Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.

Codd. Pb 158 Ma 106 Mb 103 Ml 103 — Ca 106 Cb 67 Ce 76 Cf 80 Cg 5 Ch 80.

Un renard reprochait à une lionne de ne jamais mettre au monde qu’un seul petit. « Un seul, dit-elle, mais un lion. »

Il ne faut pas mesurer le mérite sur la quantité, mais avoir égard à la vertu.

Chambry 195.2

Aliter — Λέοντος σκύμνος καὶ ἀλώπηξ. §

[P257]
Λεαίνης τόκον ὀνειδίζουσ’ ἀλώπηξ
ἔφασκεν αὐτῷ πῶς μόνος ἐγεννήθη
καὶ μονοτόκος ἡ μήτηρ τούτου πέλει.
Ὁ δὲ <σκύμνος> πρὸς αὐτὴν οὕτως ἀντέφη·
« Ἕνα μὲν σκύμνον ἡ <ἐμὴ> μήτηρ τίκτει,
ἀλλὰ λέοντά <γε>, ὡς νῦν ἐμὲ βλέπεις. »
Πρὸς τοὺς ὀλίγα πράττοντας, συνετῶς δέ.
Cod. Cd 80.

Chambry 195.3

Aliter — Λέαινα καὶ ζῴα. §

[P257]
Στάσις δὲ ἦλθε πᾶσι τοῖς τετραπόδοις
καύχημα κατέχουσα εἰς παίδων πλήθη.
Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες·
« Εἰπὲ δὲ καὶ σὺ τὸ πόσους παῖδας τίκτεις. »
Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει·
« Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ. »

Ὁ μῦθος δηλοῖ ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

Codd. Ca 189 Mb 216.

Chambry 195.4

Aliter — Autre version. §

[P257]

Λέαινα, πάντων τῶν τετραπόδων καυχωμένων εἰς παίδων πλῆθος, ἐπεὶ καὶ τῇ λεαίνῃ ἔφασκον βοῶντες· « Εἰπὲ καὶ σὺ τὸ πόσους τίκτεις παῖδας, » ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· « Σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάντως. »

Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει διαπρέπων ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

Cod. Mb 102.

Chambry 195.5

Aliter — Λέαινα καὶ ὗς. §

[P257]

Φασὶν ὗν καυχωμένην ἀγέλην παίδων ἔχουσαν εἰπεῖν τῇ λεαίνῃ· « Πόσους παῖδας σὺ γεννᾷς ; » Ἡ δὲ εἶπεν· « Ἕνα μέν, ἀλλὰ γενναῖον. »

Ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ ἢ καὶ φρονήσει διαφέρων ἢ πολλοὶ δειλοὶ καὶ ἄνανδροι ἢ καὶ ἄφρονες.

Cod. Ba 142.

Chambry 196

Λέοντος βασιλεία — La royauté du lion. §

[P334]

Λέων τις ἐϐασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαϐεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προϐάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· « Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοϐερὰ τὰ εὐτελῆ φανῶσιν. »

Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.

Cod. Ba 78.

Un lion devint roi, qui n’était ni colère, ni cruel, ni violent, mais doux et juste, comme un homme. Il se fit sous son règne une assemblée générale des animaux, en vue de recevoir et de se donner mutuellement satisfaction, le loup au mouton, la panthère au chamois, le tigre au cerf, le chien au lièvre. Le lièvre peureux dit alors : « J’ai vivement souhaité de voir ce jour, afin que les faibles paraissent redoutables aux violents. »

Quand la justice règne dans l’État, et que tous les jugements sont équitables, les humbles aussi vivent en tranquillité.

Chambry 197 §

Chambry 197.1

Λέων <γηράσας> καὶ ἀλώπηξ — Le lion vieilli et le renard. §

[P142]

Λέων γηράσας καὶ μὴ δυνάμενος δι’ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι’ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συλλαμϐάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν ἐρομένου δι’ ἣν οὐκ εἴσεισιν, ἔφη· « Ἀλλ’ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. »

Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

Codd. Pa 137 Pb 140 Ma 96 Ca 91.

Un lion devenu vieux, et dès lors incapable de se procurer de la nourriture par la force, jugea qu’il fallait le faire par adresse. Il se rendit donc dans une caverne et s’y coucha, contrefaisant le malade ; et ainsi, quand les animaux vinrent le visiter, il les saisit et les dévora. Or beaucoup avaient déjà péri, quand le renard, ayant deviné son artifice, se présenta, et s’arrêtant à distance de la caverne, s’informa comment il allait. « Mal », dit le lion, qui lui demanda pourquoi il n’entrait pas. « Moi, dit le renard, je serais entré, si je ne voyais beaucoup de traces d’animaux qui entrent, mais d’animal qui sorte, aucune. »

Ainsi les hommes judicieux prévoient à certains indices les dangers, et les évitent.

Chambry 197.2

Aliter — Autre version. §

[P142]

Λέων γηράσας καὶ μὴ δυνάμενος διακρέσαι αὑτῷ εἰς τροφὴν ἔγνω δι’ ἐπινοίας τι πρᾶξαι. Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. Παραγενόμενα οὖν τὰ ζῷα ἐπισκέψεως χάριν συλλαμϐάνων, κατήσθιεν αὐτά. Πολλῶν οὖν ζῴων ἀναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα τοῦτο γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου, ἐπυνθάνετο πῶς ἔχει. Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν οὐκ εἰσέρχεται, ἡ ἀλώπηξ ἔφη· « Ὅτι ὁρῶ ἴχνη πολλῶν εἰσιόντων, ὀλίγων δὲ ἐξιόντων. »

Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.

Codd. La 141 Lc 50 Lg 50 Mc 63 Md 73 Mg 106 Mh 68 Ml 100 Mm 88 — Cb 63 Ce 70 Cf 74 Ch 74.

Chambry 197.3

Aliter — Autre version. §

[P142]

Λέων γηράσας καὶ μὴ δυνάμενος θηρᾶν καὶ ἑαυτὸν διατρέφειν, ἔγνω μηχανήσασθαί τι πρὸς ὠφέλειαν ἑαυτοῦ. Καὶ δὴ παραγενόμενος ἐν σπηλαίῳ τινὶ καὶ κατακλιθεὶς προσεποιεῖτο νοσεῖν. Παραγινομένων δὲ τῶν ζῴων πρὸς αὐτὸν ἐπισκέψεως χάριν, συλλαμϐάνων αὐτὰ κατήσθιε. Πολλῶν οὖν θηρίων οὕτως ἀναλωθέντων, ἡ ἀλώπηξ τὸ τέχνασμα τούτου γνοῦσα παρεγένετο πρὸς αὐτὸν καὶ στᾶσα ἔξωθεν τοῦ σπηλαίου ἠρώτα αὐτόν· « Πῶς ἔχεις ; » Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ ἐρωτήσαντος· « Διὰ τί, ὦ συντέκνισα, οὐκ εἰσέρχῃ εἴσω ; » ἡ ἀλώπηξ ἔφη· « Ὅτι ὁρῶ, κύριέ μου, πολλὰ μὲν εἰσιόντα τῶν θηρίων, ὀλίγα δὲ ἐξιόντα. »

Cod. Mk 63.

Chambry 197.4

Aliter — Autre version. §

[P142]
Λέων μὴ δυνάμενος αὑτῷ ἐκ γήρως
ἀρκέσαι τροφὴν <πορίζεσθαι> ἰδίαν,
εὗρε δι’ ἐπινοίας πρᾶξιν ἀρίστην,
καί τι σπήλαιον εὑρὼν εἰσῄει τοῦτο·
νοσεῖν δὲ προσεποιεῖτο πεσὼν [τῇ] κλίνῃ.
Τούτου δ’ ἐπισκέψεως τὰ ζῷα χάριν
ἅπαντα προσέρρεον ὡς βασιλεῖ γε.
Αὐτὸς δὲ κατήσθιεν ὡς αἱμοϐόρος.
Εἰσῆλθεν οὖν ὑστάτη ἀλώπηξ τούτων,
θυρᾶς γοῦν ἔξω σταθεῖσα [τῆς] τοῦ σπηλαίου.
« Εὖ σοι, βασιλεῦ, ἔφη· πῶς ἔχεις, γίγα ; »
« Κακῶς » εἰπόντος, ἠρώτα τὴν αἰτίαν
δι’ ἣν ἔξω ἱστᾶσα οὐκ ἔρχῃ ἔσω.
Τὸν δ’ ἀπαμειϐομένη ἀλώπηξ ἔφη·
« Μέδων, οἱ ἐρχόμενοι, εἶπέ μοι ποῦ γε·

οἱ μὲν εἰσερχόμενοι πολλοί, ἐξέρχονται δ’ ὀλίγοι ἐντεῦθεν· οὐκ ἔρχομαι· καλῶς γὰρ οἶμαι· τοῦτο δὲ λέγε. »

Οἴδασιν οἱ φρόνιμοι ἐκ τεκμηρίων φεύγειν ὕψαλα πανοῦργα τῶν δυναστῶν.

Cod. Cd 74.

Chambry 197.5

Aliter — Autre version. §

[P142]

Λέων γηράσας κυνηγεῖν οὐκ ἠδύνατο· ἔκειτο δὲ ἐν τῷ σπηλαίῳ προσποιούμενος νοσεῖν, καὶ τὴν φωνὴν λεπτύνων καὶ ἀσθμαίνων. Ἐξῆλθε δὲ φήμη εἰς τὰ θηρία ἀσθενεῖν τὸν βασιλέα αὐτῶν· ἓν δὲ ἕκαστον εἰσήρχετο πρὸς ἐπίσκεψιν· ὁ δὲ ἀκόπως λαμϐάνων κατήσθιεν. Ἡ δὲ πανοῦργος ἀλώπηξ νοήσασα, πόρρωθεν στᾶσα, ἔφη· « Βασιλεῦ, πῶς ἔχεις ; – Κακῶς, εἶπεν· ἀλλὰ τί οὐ προσέρχῃ μοι, ἀλλὰ μακρόθεν ἐρωτᾷς ; δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις σου παρηγόρησον. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη με κωλύει εἰσιόντων μέν, μηδ’ ὅλως δὲ ἐξιόντων. »

Ὅτι φρόνιμός ἐστιν ὁ συμφοραῖς ἑτέρων παιδευθεὶς καὶ μὴ προλαϐὼν πταίσας.

Codd. Ba 73 Bb 47.

Chambry 197.6

Aliter — Autre version. §

[P142]

Λέων γηράσας καὶ τροφῆς ἀπορῶν νοσεῖν ὑπεκρίνετο· πάντα δὲ τὰ ζῷα εἰς θέαν αὐτοῦ ἀφικόμενα ἀπόνως ταῦτα συλλαμϐάνων κατήσθιεν. Ἀλώπηξ δὲ τοῦτο νοήσασα πόρρωθεν αὐτὸν προσηγόρευε. Ὁ δὲ λέων ἔφη· « Δεῦρο, γλυκεῖα, καὶ τοῖς λόγοις ἀσθενοῦντα παραμύθησαι. » Ἡ δὲ ἔφη· « Ὑγίαινε, βασιλεῦ, ἐγὼ δὲ ἄπειμι· πολλῶν γὰρ θηρίων ἴχνη βλέπω εἰσιόντων, ἐξιόντα δὲ οὐδενός. »

Cod. Bd 37.

Chambry 198

Λέων <ἐγκλεισθεὶς> καὶ γεωργός — Le lion enfermé et le laboureur. §

[P144]

Λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. Ὁ δὲ συλλαϐεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοϐηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· « Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐϐούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν ; »

Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.

Codd. Pa 139 Pb 142 Pc 80 Pf 76 Ma 98 Mb 87 Me 99 Mf 83 Mj 93 Ca 93.

Un lion pénétra dans l’étable d’un laboureur. Celui-ci, voulant le prendre, ferma la porte de la cour. Ne pouvant sortir, le lion dévora d’abord les moutons, puis s’attaqua aux bœufs. Alors le laboureur, prenant peur pour lui-même, ouvrit la porte. Le lion parti, la femme du laboureur, le voyant gémir, lui dit : « Tu n’as que ce que tu mérites ; car pourquoi vouloir enfermer une bête que tu devais craindre même de loin ? »

Ainsi les gens qui excitent de plus forts qu’eux ont naturellement à supporter les conséquences de leur folie.

Chambry 199 §

Chambry 199.1

Λέων <ἐρασθεὶς> καὶ γεωργός — Le lion amoureux et le laboureur. §

[P140]

Λέων ἐρασθεὶς γεωργοῦ θυγατρὸς, ταύτην ἐμνηστεύσατο. Ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνήσασθαι διὰ φόϐον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν.

Ὁ λόγος δηλοῖ ὅτι οἱ ῥᾳδίως τοῖς πέλας πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται οἷς πρότερον φοϐεροὶ καθεστήκεσαν.

Codd. Pa 135 Pb 138 Pc 77 Pg 92 Ma 94.

Un lion s’étant épris de la fille d’un laboureur, la demanda en mariage ; mais lui, ne pouvant ni se résoudre à donner sa fille à une bête féroce, ni la lui refuser à cause de la crainte qu’il en avait, imagina l’expédient que voici. Comme le lion ne cessait de le presser, il lui dit qu’il le jugeait digne d’être l’époux de sa fille, mais qu’il ne pouvait la lui donner qu’à une condition, c’est qu’il s’arracherait les dents et se rognerait les griffes ; car c’était cela qui faisait peur à la jeune fille. Il se résigna facilement, parce qu’il aimait, à ce double sacrifice. Dès lors le laboureur n’eut plus que mépris pour lui, et, lorsqu’il se présenta, il le mit à la porte à coups de bâton.

Cette fable montre que ceux qui se fient aisément aux autres, une fois qu’ils se sont dépouillés de leurs propres avantages, sont facilement vaincus par ceux qui les redoutaient auparavant.

Chambry 199.2

Aliter — Autre version. §

[P140]

Λέων ἐρασθεὶς θυγατρὸς γεωργοῦ, ταύτῃ μνηστευθῆναι ἐϐούλετο. Ἐπέκειτο οὖν ἐκϐιάζων τὸν πατέρα αὐτῆς· ὁ δὲ πατὴρ αὐτῆς ἔλεγε μὴ ἐκδοῦναι θηρίῳ τὴν ἑαυτοῦ θυγατέρα. Ὁ λέων οὖν ἠπείλει αὐτῷ· ὁ δὲ μὴ δυνάμενος διὰ τὸν φόϐον ἀναϐάλλεσθαι, ἐπενόησεν ἐμφρόνως καί φησι πρὸς τὸν λέοντα· « Οὐ δύναμαί σοι δοῦναι τὴν ἐμὴν θυγατέρα, ἐὰν μὴ τοὺς ὀδόντας καὶ τοὺς ὄνυχάς σου ἐκτίλλῃς· ταῦτα γὰρ ἡ κόρη δέδοικεν. » Ὁ δὲ εὐθέως διὰ τὸν ἔρωτα ἑκάτερα ῥᾳδίως ἐξέϐαλε, καὶ ἀπελθὼν κατὰ τὸ σύνηθες ἐζήτει τὴν κόρην. Ὁ δὲ γεωργὸς καταφρονήσας αὐτοῦ ῥοπάλοις αὐτὸν ἐδίωξεν.

Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπιστεύοντες εὐάλωτοι τούτοις γίνονται.

Cod. Cd 78.

Chambry 199.3

Aliter — Autre version. §

[P140]
Λέων ἐρασθεὶς γηπόνου θυγατέρα,
ταύτην μνηστευθεὶς ἐϐούλετο πρὸς γάμον.
Ἐπέκειτο γοῦν βιάζων καθ’ ἑκάστην
γονεῖς τῆς κόρης δοῦναι τὴν θυγατέρα.
Ὁ δὲ γέρων ἔλεγε μὴ δοῦναι ταύτην
θήραν ἥμερον λέοντι βλοσυρώδει
φύσιν τὴν ἀνθρώπινον ἡμερωτάτην.
Πρὸς τόνδ’ ἠπείλει δεινῶς ὁ λέων λέγων·
« Σπαράξαι σ’ ἔχω, εἰ μὴ τὴν κόρην δῷς μοι. »
Τὸν κίνδυνον δὲ μὴ δυνάμενος φεύγειν
ὁ γέρων βουλὴν ἐνόμισεν ἀρίστην,
καὶ τόνδ’ ἀμειϐόμενος ἔφησε λόγον·
« Ὀδόντας καὶ ὄνυχάς σου κόρη δείδει·
λοιπὸν ἔκϐαλ’ ὀδόντας καὶ λήψει τήνδε·
τίλλε γοῦν τοὺς ὄνυχας ἅμα κὀδόντας. »
Χάριν ἔρωτος, βαϐαί, τοῦ πικροτάτου,
προσῆλθε λέων γέροντι τῷ φρονίμῳ
οὕτως ταπεινῶς πρὸς ὑπέροφρυν πρέσϐυν
κόρην γε ζητῶν δίχ’ ὀδόντων κὀνύχων.
Ῥοπάλοις γε διώκει τοῦτον ὁ γέρων·
« Ἔξελθ’ οἴκων ἐμῶν· ἄοπλος ὑπάρχεις. »

Ὁ ἐχθροῖς πιστεύων ὅλος φθείρεται ὑπὸ τούτων.

Cod. Ba 76.

Chambry 200 §

Chambry 200.1

Λέων κιὰ ἀλώπηξ καὶ ἔλαφος — Le lion, le renard et le cerf. §

[P336]

Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· « Εἰ θέλεις ὑγιᾶναί με